Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1.1
) Τὸ δὲ κορέσασθαι ὅτι ἀνοίκειον ἀγαθοῖς ἀνδράσι, πολλαχοῦ ἐδηλώθη. οἰκεῖον δὲ ἀγαθοῖς τὸ, ἔφαγον ὅσον ἤθελε θυμὸς, καὶ τὸ, ἤραρε θυμὸν ἐδωδῇ, καὶ τὸ, βρώσεως καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ ὅσα τοιαῦτα. (ῃερς. 29.) Κύνες δὲ ὑλακόμωροι κατὰ μὲν Ἀρίσταρχον, οἱ ὀξύφωνοι, ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξύ. ὃ ἐξετάθη ἐν τῷ ὑλακόμωροι. κρεῖττον δέ φασιν ἀποδιδόναι, οἱ περὶ τὴν ὑλακὴν μεμορημένοι, ὅ ἐστι πεπονημένοι, ἐκταθέντος καὶ πάλιν τοῦ ˉο τῆς παραληγούσης, ἢ καὶ οἱ περὶ ὑλακὴν καὶ φυλακὴν ὄντες, παρὰ τὴν ὤραν τὴν φυλακήν· ἵνα εἶεν ὑλακόωροι, πλεονάσαντος δὲ τοῦ ˉμ, ὑλακόμωροι. ἀπὸ δὲ τῆς τοιαύτης ὤρας καὶ τοῦ ἐξ αὐτῆς ῥήματος τοῦ ὠρεῖν ὁ πυλωρὸς καὶ ὁ ἀρκυωρὸς καὶ τὰ ὅμοια. εἰπεῖν δὲ ὡς ἔγκειται τῇ λέξει ταύτῃ τὸ μωρὸς, ἀσύνετόν ἐστιν. οὐ γὰρ οἶδε τὴν λέξιν ταύτην ὁ ποιητὴς, ἀλλ' ὕστερον εὕρηται, τὴν μὲν ἀρχὴν προπερισπωμένη, ὡς καὶ προδεδήλωταί που· μῶρος γὰρ, οἷον· ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι· ὀξυνθεῖσα δὲ παρὰ τοῖς ὕστερον. δῆλον δὲ ὅτι κυνῶν ἴδιον ἡ ὑλακὴ, ὥς περ καὶ τὸ ὑλακτεῖν καὶ τὸ βαΰζειν δὲ παρὰ Θεοκρίτῳ. (ῃερς. 30.) τὸ γὰρ κεκλήγοντες ἀπὸ οἰωνῶν ἐνταῦθα μετῆκται, ὥς περ καὶ ἐπὶ συῶν ἐν τοῖς μεταταῦτα ῥηθήσεται ἡ κλαγγή. (ῃερς. 31.) Κερδοσύνην δὲ τὴν φρόνησιν λέγει τὴν καὶ κερδαλεότητα, ἣν Ἀθηνᾶ φθάσασα τῷ ἥρωϊ ἐπεμαρτύρατο. φασὶ δὲ φυσικὸν βοήθημα εἶναι ἀνθρώποις πρὸς ἐκμείλιξιν κυνῶν τὸ καθεσθῆναι τινὰ καὶ προέσθαι τὸ ἐν χερσὶν ὅπλον ὡς μὴ ἐπιτιθέμενον, ὅθεν τοὺς κύνας ἀνιέναι τὸν θυμὸν τοῖς τοιούτοις, ὡς καὶ ἐγγίσαντάς ποτε καὶ ὀσφρησαμένους, ἔστι δὲ οἷς καὶ προσουρήσαντας, ἀπαλλάττεσθαι, καὶ μάλιστα εἰ καὶ τὸ τῆς ἐκπνοῆς ἄθρουν ἐπέχοιεν. Ὅτι δὲ οὐ μόνον τοῦ νῦν πτωχικοῦ σκήπτρου ἤτοι ὡς εἰκὸς ῥοπάλου ἀλλὰ καὶ τοῦ ἄλλως ἁπλῶς σκήπτρου διαφορὰ πρὸς τὸν σκίπωνα ἐνδοξότερον ὄντα, δηλοῖ ὁ γράψας ῥήτωρ τὸ, προεδρίαν καὶ πορφύραν καὶ σκίπωνα ἀντὶ σκήπτρου. (ῃερς. 33.) Τὸ δὲ ἔκπεσε χειρὸς, οὐ διὰ φόβον φασὶ τῷ Ὀδυσσεῖ γενέσθαι, ἀλλ' ἁπλῶς οὕτω διὰ σπουδὴν, καθὰ καὶ τὸ σκῦτος ὁμοίως ἐξέπεσε τῆς τοῦ Εὐμαίου χειρός. Τὸ δὲ μετασπὼν σύστοιχόν ἐστι τῷ ἐπισπὼν καὶ ἐπισπόμενος καὶ ἐπισπεῖν καὶ τοῖς ὁμοίοις. (ῃερς. 36.) Οἱ δὲ ῥηθέντες κύνες πάνυ ἄγριοι εἰ μὴ κεκλήγοντος τοῦ συβώτου φεύγουσιν ἀλλὰ καὶ λιθάκων δέονται, διὸ καὶ ὀρθῶς Ὀδυσσεὺς εὐλαβεῖται αὐτούς. Αἱ δὲ λιθάδες ἐοίκασι μικρότεραι εἶναι τῶν λιθάκων, εἴ περ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς λιθάκεσσι τὸν ἑαυτοῦ φανεῖται δείμας ποτὲ θάλαμον. (ῃερς. 37.) Τὸ δὲ ὀλίγου σε κύνες διεδηλήσαντο, ἐλλειπτικῶς ἐγράφη ἀντὶ τοῦ δι' ὀλίγου καιροῦ. ὅ περ οἱ μεθ' Ὅμηρον καὶ μικροῦ λέγουσι καὶ μικροῦ δεῖν. Τὸ δὲ σύας σιάλους ἔχει καὶ ἑτέρας πρὸ αὐτοῦ ὁμοίας παρηχήσεις. (ῃερς. 43.) τίνες δὲ ἀλλόθροοι ἄνδρες, ἱκανῶς προδεδήλωται. (ῃερς. 48.) Ὅτι τὸν Ὀδυσσέα εἰς τὴν κλισίαν ἀγαγὼν ὁ εὔνους δοῦλος Εὔμαιος καὶ καθίσας ῥῶπας ὑπέχευε δασείας, ἐστόρεσε δ' ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγὸς αὐτοῦ, ἤγουν ἐκεῖ ἐνεύναιον μέγα καὶ δασύ. χαῖρε δ' Ὀδυσσεὺς, ὡς εἰκὸς, ὅττι μιν ὣς ὑπέδεκτο, 2. 60 ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· (ῃερς. 53.) θεός τοι δοίη ξεῖνε ὅττι μάλιστ' ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο. τοῦτο δὲ πᾶς ἂν εἴποι ὀρθῶς ὁ καλῶς ὑπό τινος ξενισθείς. (ῃερς. 48.) Κλισία δὲ καὶ νῦν εὐτελὴς οἴκησις· ἐπεὶ καὶ σταθμὸς αὕτη καὶ μέσαυλον καὶ αὖλις καὶ ἔπαυλις· οὐ μὴν οἶκος, ἢ δῶμα, ἢ μέγαρον. (ῃερς. 49.) Ῥῶπες δὲ καὶ νῦν ἱμαντώδη φυτὰ παρὰ τὸ ῥέπω, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται σαφῶς. Τὸ δὲ ὑπέχευεν ἁπαλότητα δηλοῖ τὴν ἐκ φύλλων καὶ πτόρθων λεπτῶν, ἵνα μὴ πάνυ τραχεῖα ἡ δασεῖα στιβὰς εἴη. (ῃερς. 50.) Ἰονθάδος δὲ ἢ τῆς νέας κατὰ τοὺς παλαιοὺς ἢ τῆς ταχείας παρὰ τὸ ἰέναι ἄδην, ὥς περ καὶ ἵξαλος παρὰ τὸ ἵξεσθαι ἅλις, ἵνα ᾖ ταυτὸν ἰονθὰς καὶ ἵξαλος αἲξ ἢ τῆς δασείας. ἴονθοι γάρ, φασιν, αἱ ῥίζαι καὶ αἱ πρῶται τῶν ῥιζῶν ἐκφύσεις· ἢ τῆς ἐχούσης ἰόνθους, ὅ ἐστιν ἐξανθήματα σώματός, φησιν, ἀκμάζοντος, ἅ περ οἱ νῦν χυδαΐζοντες ἰονθονάριά φασι. καὶ δοκεῖ πιθανότητα ἔχειν μάλιστα ὁ τοιοῦτος νοῦς. εἰκὸς γὰρ τὰ τοιαῦτα δέρματα εἰς στρωμνὴν εἶναι χρηστὰ, ὡς μὴ εὐχρηστούμενα εἰς ἀσκὸν διὰ τοὺς ἰόνθους. ἐκ τῶν ἰόνθων δὲ καὶ τὸ ἐξιονθίζειν ἤγουν ἐκ ῥιζῶν αἴρειν τὰς τρίχας, ὡς ἐν ῥητορικῷ λεξικῷ κεῖται. ἴονθοι γάρ, φησιν, αἱ πρῶται φυόμεναι τρίχες. Ἰστέον δὲ ὅτι εἰ μὲν θηλυκῶς κεῖται τὸ ἰονθάδος, Ἀττικόν ἐστι τὸ, ἡ ἄγριος αἴξ· εἰ δὲ ἐκεῖνο ἀρσενικῶς ἔχει, ἐπεὶ καὶ ὁ ἄγριος αἲξ ἔστι παρ' Ἀττικοῖς, ὡς δηλοῖ καὶ μετ' ὀλίγα τὸ, αἰγῶν ὅς τις φαίνεται ἄριστος, εἴη ἂν τὸ ἰονθάδος αἰγὸς, ἀνάλογον τῷ, ἀρκάδος, ἐθάδος διὰ τοῦ ˉε ψιλοῦ, καὶ ἠθάδος δὲ διὰ τοῦ ἦτα, ὡς καὶ Λυκόφρων δηλοῖ ἐν τῷ, ἰαυθμοὺς ἠθάδας διζήμενοι. Ἔνθα ὅρα τὸ ἰαυθμοὺς, οὗ θέμα ἰαύειν τὸ διατρίβειν, ἐξ οὗ καὶ ἐνιαυτὸς ὁ μὴ ἀκαριαῖος ἀλλὰ τριβὴν ἔχων χρόνος. εἰ δὲ καὶ ἐπὶ τοῦ ὑπνοῦν λέγεταί ποτε τὸ ἰαύειν, διατριβὴν ὕπνου σημαίνει καὶ οὐ τὸν ἁπλῶς ὀλίγον ὕπνον. (ῃερς. 51.) Τὸ δὲ αὐτοῦ οὐχ' ἁπλῶς κεῖται ἀντὶ τοῦ ἐκεῖ, ἀλλὰ κατὰ ἔλλειψιν Ἀττικὴν ἀντὶ τοῦ ἐπ' αὐτοῦ τοῦ τόπου. Ἐνεύναιον δέ, φασιν, ἐγκοίμητρον, ἐγκοίτιον. Τὸ δὲ μέγα καὶ δασὺ πρὸς τὸ δέρμα συντακτέον. ἐχρῆν δὲ τοιοῦτον αὐτὸ εἶναι πρὸς ἰσότητά τε καὶ πρὸς ἀνάπαυσιν ἡρωϊκοῦ τληπαθοῦς σώματος. (ῃερς. 52.) Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ ἔκ τ' ὀνόμαζε, ταυτὸν ὂν τῷ, ἔπος ἔφατο καὶ τοῖς τοιούτοις. οὐ γὰρ ἂν ἐξ ὀνόματος ἄρτι καλοίη ὁ δῆθεν ξένος Ὀδυσσεὺς τὸν Εὔμαιον, ὃν οὔπω οἶδεν. (ῃερς. 55.) Ὅτι ἐν Ἰλιάδι μὲν Ὅμηρος πολλαῖς χρῆται ἀποστροφαῖς ἐπὶ προσώπων ἀξίων λόγου, οἷον· οὐδὲ σέθεν Μενέλαε θεοὶ ἐλάθοντο, καὶ, τὸν δὲ προσέφης Πατρόκλεις ἱππεῦ, καὶ ἕτερα δὲ ὅμοια· ἐν δὲ τῇ Ὀδυσσείᾳ ἐπὶ μόνου Εὐμαίου σχηματίζει οὕτως ὁ ποιητὴς, φιλῶν τῆς εὐνοίας τὸν δοῦλον καὶ τοῦ εἰς πολλὰ χρησιμεύειν ἐνταῦθα τῇ ποιήσει. καὶ ἀρξάμενος ἐντεῦθεν λέγει ὅ περ πολλαχοῦ καὶ ἐν τοῖς ἑξῆς· τὸν δ' ἀπαμειβόμενος προσέφης Εὔμαιε συβῶτα. (ῃερς.

Intertext edge

Open linked passage

Note