Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
292.1.1
) Τὸ δὲ, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει, ὧν φανερὰ ἡ διαφορὰ, θυμοῦ ἐστὶ λαλιὰ περιττὴ καὶ οὐκ ἀναγκαία λεχθῆναι· ἤρκει γὰρ μόνον τὸ εἰπεῖν ὡς ἀκούεις μόνος μύθων ἡμετέρων καὶ οὐκ ἐχρῆν ἀπανθρωπίαν κατειπεῖν τῶν μνηστήρων εἰς οὐδὲν δέον. (ῃερς. 293.) Τρώει δὲ ἀντὶ τοῦ βλάπτει. γίνεται δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τείρω. ἐκ τούτου δὲ παρὰ τοῖς ὕστερον καὶ τὸ τιτρώσκω ὁμοίως τῷ, γνῶ γιγνώσκω, παρῆκται· καὶ τὸ τρῶμα καὶ ἡ τρώμη ἐπὶ βλάβης Ἰωνικῶς ὁμοίως τῷ, βρῶμα βρώμη καὶ τοῖς τοιούτοις. τρῶμα δέ φαμεν οὐ τὴν ἁπλῶς ἀλλ' ἐν πολέμῳ βλάβην, ἀφ' ἧς καὶ ἐπέντρωμα συνθέτως ἐν τοῖς τοῦ Ἀθηναίου, ὃ δοκεῖ ἐρεθισμόν τινα δηλοῦν τρυφητικὸν ἐν τῷ, ἵνα μὴ καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα. δῆλον δ' ὅτι, ὥς περ γνῶ γνώω, δῶ δώω, οὕτω καὶ τρῶ τρώω. εἰ δὲ καὶ τρώειν ὁ οἶνος λέγεται, ἀλλ' ἔστιν οὓς καὶ ὠφελεῖν φαίνεται πολυτρόπως. Ζήνων οὖν, φασὶν, ὁ Κιτιεὺς σκληρὸς ἄλλως ὢν πρὸς τοὺς συνήθεις, ὅμως εἰ πλεῖον οἴνου πάσειε, ἡδὺς ἐγίνετο καὶ μείλιχος, λέγων ταυτόν τι τοῖς θέρμοις πάσχειν, οἳ πικρότεροι ὄντες πρὶν διαβραχῆναι, ποτισθέντες γλυκεῖς γίνονται καὶ προσηνέστεροι. Ἕκτωρ μέντοι ἐν τῇ Ἰλιάδι οὐ πίνει τὸ παρὰ τῆς μητρὸς διδόμενον, ὅτε τὴν μάχην λιπὼν ἀνῆλθεν εἰς τὴν πόλιν, πάνυ καλῶς. νέος μὲν γάρ, φασιν, ὤν τις ταχὺ μεθυσθήσεται διὰ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· γηραιὸς δὲ ὢν τάχιστα μεθυσθήσεται δι' ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτὸν θερμοῦ. εἰ δὲ καὶ τότε ὁ Ἕκτωρ ἐδεδίει, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐφάνη, μή ποτε πιὼν ἀπογυωθεῖ διὰ τὸ παρακαίριον, ἀλλ' ὅτε καιρὸν ἡ πόσις ἔχει τοῦ οἴνου, τότε κατὰ τὴν Εὐριπίδειον μοῦσαν ἀρκεσίγυός ἐστιν. εἰς δὲ ψόγον οἴνου καὶ αὖ πάλιν εἰς ἔπαινον μεθοδευτὴς πρόκειται ὁ καλὸς Ἀθήναιος. (ῃερς. 294.) Τὸ δὲ, ὃς καὶ ἄλλους βλάπτει ὃς ἄν μιν χανδὸν ἕλῃ, συνήθως ἀπὸ πληθυντικοῦ κατῆλθεν εἰς ἑνικὸν πρὸς ἀκρίβειαν ἐννοίας. οὐ γὰρ πάντας ἁπλῶς ὁ οἶνος βλάπτει, δι' οὗ καὶ ὀνεῖταί τις πολλάκις πιὼν, ὡς καὶ ἡ Ἰλιὰς λέγει, καὶ ἡ ἐτυμολογία δὲ δηλοῖ, ἐκ τοῦ ὀνεῖν αὐτὸν παράγουσα, ἀλλ' ὃς ἂν αὐτὸν χανδὸν ἕλῃ, ὃς δὴ καὶ πάροινος λέγεται καὶ παροινίαν νοσεῖν καὶ ἐξοινίαν ἔχειν, ὃ δηλοῖ τὴν ὑπὲρ τὸ καθῆκον οἰνοποσίαν. ἐκ δὲ τῶν τοιούτων καὶ τὸ ἐμπαροινεῖν καὶ τὸ πεπαρῳνηκέναι. Τὸ δὲ, χανδὸν ἕλῃ, σκωφθείη ἂν ὡς μὴ δυνατὸν ὂν ἄλλως πίνειν τινὰ εἰ μὴ χαίνοι· διὸ κακῶς εἰρῆσθαι βλάπτεσθαι, ὃς ἂν οἶνον ἁπλῶς χανδὸν ἕλῃ. ὅθεν εἰς διόρθωσιν, μάλιστα μὲν οὖν εἰς σαφήνειαν ἐπῆκται τὸ, μηδ' αἴσιμα πίνῃ, ὡς τοῦτο ὂν χανδὸν πίνειν τὸ μὴ αἴσιμα πίνειν. εἴρηται οὖν τὸ χανδὸν πίνειν ὡς ἀπό τινος δοχείου διαχάσκοντος ἀεὶ πρὸς ὑποδοχὴν ὑγροῦ. (ῃερς. 295.) Τὸ δὲ, ἀγακλυτὸν Εὐρυτίωνα, εἰς ἔνδειξιν κεῖται τοῦ καὶ τοὺς ἀγακλυτοὺς ἀχρειοῦσθαι τῷ οἴνῳ. (ῃερς.

Intertext edge

Open linked passage

Note