Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
294.1.1
) ἐν δὲ τούτοις καὶ γνωμικὸν ἀστείως ὡς ῥήτωρ χορηγεῖ πρὸς ἀπολογίαν τῷ υἱῷ τὸ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος, ἤγουν πρόχειρος εἰς μάχην ἀνὴρ κατὰ τοὺς παλαιοὺς παρακειμένου σιδήρου, ἵνα ὥς περ σίδηρον ἡ μαγνῆτις, οὕτως αὐτὸς ἐπάγηται τὸν θυμούμενον καὶ ἀληθῶς ὅπλον ἀχορηγήτου θυμοῦ κατὰ τὸν εἰπόντα πᾶν τὸ παρατυχόν. (ῃερς. 287.) Ἰστέον δὲ ὅτι εἰ καὶ ἐν ἄλλοις ταυτὸν τὸ παραυδᾶν καὶ τὸ παρφάσθαι, ἀλλ' ἐνταῦθα, ὡς ἐφάνη, ἀγαθὸν μὲν τὸ παραυδᾶν, τὸ δὲ παρφάσθαι, ὃ σύστοιχόν ἐστι τῷ παραιφάσκειν καὶ τῇ παραιφάσει, ἔχει τι ψόγου διὰ τὸ δηλοῦν ἀπάτην καὶ παραλογισμόν. (ῃερς. 282.) Τὸ δὲ πολύβουλος Ἀθήνη, πάνυ συντελεῖ πρὸς τὸ ἀλληγορικῶς Ἀθηνᾶν τὴν φρόνησιν λέγεσθαι. (ῃερς. 284.) Ἀρήϊα δὲ τεύχεα πρὸς διαστολὴν τῶν ἐν ἄλλαις τέχναις ὅπλων. (ῃερς. 288.) Τὸ δὲ ἐκ καπνοῦ κατέθηκα, ἀντὶ τοῦ ἔξω καπνοῦ. καὶ ἔστιν ἀνάπαλιν πρὸς τὸ ὑπὲρ καπνοῦ. ἐκεῖνο μὲν γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ τῶν ἀμελουμένων παροιμιάζεται, οἷα τῶν ὑπὲρ καπνοῦ τιθεμένων ἤδη πως καὶ ἀμελουμένων. τὸ δὲ ἐκ καπνοῦ ἐπιμέλειαν δηλοῖ, ἐπεὶ μὴ ἐῶνται τὰ τοιαῦτα σώματα καπνίζεσθαι, ἀλλὰ δηλαδὴ ἐκτὸς καπνοῦ τίθενται, ἵνα λαμπρὰ ὦσι καὶ οὕτως ἐκπληκτικά. ὅτι δὲ τὸ μὴ ἐκ καπνοῦ τὰ ὅπλα τεθεῖσθαι ἀμέλειαν αὐτῶν ἐμφαίνει, δηλοῖ ὁ γράψας τὸ, ἡ δ' ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται, ἀμεληθεῖσα δηλονότι διὰ τὸ εἰρήνην εἶναι. παράφρασις δὲ πάντως τοῦ καπνοῦ προκεῖσθαί τι τὸ ἐν φεψάλῳ κρέμασθαι. φέψαλοι γάρ, φασι, καὶ φεψάλυγες, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, σπινθῆρες ἀναφερόμενοι ἐκ τῶν καιομένων ξύλων, οἷς οὐκ ἂν εἴη μὴ καὶ καπνὸν συναναφέρεσθαι. οὐ πάρεργον δ' ἐνταῦθα εἰπεῖν καὶ ὅτι ἐκ τοῦ φέβω φέψω εἴη ἂν ὁ φέψαλος, οὗ δηλαδὴ φέβεταί τις τὸ ἅλμα ἤγουν φεύγει. (ῃερς. 290.) Τὸ δὲ κατῄκισται ἀντὶ τοῦ κακῶς ἔπαθεν, ἐκ μεταφορᾶς τῶν αἰκιζομένων σωμάτων· ἢ ἀεικῶς καὶ ἀεικελίως ἔχει τῆς προτέρας καταστάσεως. Ἀϋτμὴ δὲ πυρὸς ὁ καπνὸς, ὡς ἀναθυμίασις, παρὰ τὸ ἄω καὶ ἀΰω τὸ πνέω· ἐπεὶ πνευμάτων ἡ ἀναθυμίασις γεννητικόν. (ῃερς. 293.) Τὸ δὲ τρώσητε ἀντὶ τοῦ βλάψητε· ἐξ οὗ καὶ τρώμη, ἡ τρῶσις Ἰωνικῶς. (ῃερς. 296.) Βοάγρια δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀσπίδες ἐκ βοῶν ἀγρίων καὶ ὅσα ἄλλα ἐῤῥέθη ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ἡ περὶ τῶν ὅπλων ἐνταῦθα παραγγελία τῇ τῆς ˉτ μάλιστα ῥαψῳδίᾳ ᾠκείωται κατὰ τοὺς παλαιούς· ὧδε γὰρ ὀβελίζονταί, φασι, τὰ τοιαῦτα ἔπη μετὰ καὶ ἀστερίσκων· ἐκεῖ δὲ καιριώτατα κεῖνται ὅπου καὶ εἶδεν Ὀδυσσεὺς τὰ ὅπλα. νῦν γάρ, φησιν, ἐν ἀγροῖς ὢν πῶς οἶδεν ὅτι πρόχειρα κεῖνται ὅπλα ἐν τῷ οἴκῳ; Σημείωσαιδὲ καὶ τὸ ἄδηλον ἐν τούτοις τῆς τῶν πραγμάτων συμπτώσεως. οὐ γὰρ συνεῖδεν Ὀδυσσεὺς νῦν, εἰ καὶ ἄλλων ὅπλων δεήσονται ἐπέκεινα τῶν δύο φασγάνων καὶ δύο δουράτων καὶ δύο βοαγρίων· ὅτε μέντοι προσεπιγένωνται καὶ οἱ δύο δοῦλοι ἐπαμύντορες, τότε δεηθέντες εὐπορήσουσι καὶ ἑτέρων ὅπλων, ὡς τὸ πρᾶγμα δίδωσιν. (ῃερς. 300.) Ὅτι Ὀδυσσεὺς μετὰ τὸ βουλεύσασθαι, ὅσα ἐχρῆν, παραινεῖ τῷ υἱῷ μηδενὶ ἐκφῆναι τὴν πατρικὴν ἔλευσιν, φυλάσσων τὸ, κρύβδην οὐδ' ἀναφανδὰ εἰς τὴν πατρίδα ἐλθεῖν, ὃ καὶ προπαρήγγελται. φησὶ γοῦν οὕτως· εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτ' Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, μὴ Λαέρτης, μὴ συβώτης, (ῃερς. 303.) μήτε τις οἰκήων, τουτέστι τῶν ἁπλῶς ἐν τῷ οἴκῳ, μήτ' αὐτὴ Πηνελόπεια, ἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰθὺν, τὴν κατὰ ψυχὴν δηλαδὴ ὁρμήν. (ῃερς. 305.) καί τινος δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, ἤτοι πειρηθείημεν, ὅς τε ἡμᾶς τίει καὶ δείδιε θυμῷ, καὶ ὃς οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα. καὶ οὕτω μὲν ὁ πατήρ. (ῃερς.

Intertext edge

Open linked passage

Note