Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
296.1.1
) λέγεται δὲ καὶ ὅτι Πειρίθους τὴν Ἀδράστου Ἱπποδάμειαν ἀγόμενος συνεκαλέσατο κατὰ συγγένειαν Λαπίθας καὶ Κενταύρους, ὅτε Κένταυροι μὲν προαχθέντες ὑπὸ μέθης, τῶν Λαπιθῶν ἁρπάσαντες τὰς γυναῖκας προέθεντο, Λαπίθαι δὲ ἀνεῖλον αὐτούς. Ὅτι δὲ θηριώδεις οἱ Κένταυροι, οὓς καὶ φῆρας ὀρεσκώους ἐν Ἰλιάδι ἔφη ὁ ποιητὴς, δηλοῦται κἀνταῦθα ἐν τῷ, ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη. ἐῤῥέθη γὰρ τοῦτο, οἷα τῶν Κενταύρων ἄλλο τι παρὰ τοὺς ἄνδρας ὄντων. ὅτι δὲ καὶ γυναικεῖον μόριον σημαίνει ὁ Κένταυρος, δηλοῦσιν οἱ παλαιοὶ, φέροντες καὶ χρῆσιν Θεοπόμπου εἰς τοῦτο. πικρότερον δὲ τούτου εἰς σκῶμμα τὸ εἰρῆσθαι Κένταυρον, ὃς κεντεῖ ὄῤῥον τὸν παρὰ τῷ κωμικῷ. Ὅρα ὡς τὸ ἐν Ἰλιάδι ἀδιαρθρώτως ῥηθὲν, ὅτι δηλαδὴ Καινεὺς καὶ Ἐξάδιος καὶ οἱ λοιποὶ Λαπίθαι θηρσὶ τοῖς Κενταύροις ἐμάχοντο, ἐνταῦθα διεσαφήθη. παρασημαντέον δ' ἐνταῦθα ὡς, εἴ περ οὕτω πρὸς ἄλλοις κακοῖς, ὧν ἐπιτελεστὴς ὁ οἶνος ὅτε χανδὸν πίνουσιν ἀνθρώπους κατασκήπτει, καὶ πολέμων αἰτίας δίδωσιν ἐκθηριῶν τοὺς προσιεμένους αὐτὸν, καλῶς ἄρα ὁ κατ' οἶνον Διόνυσος Λυαῖος ἐπωνομάσθη, ὅ ἐστι στασιαστὴς, παρὰ τὴν λύην ἤγουν στάσιν, ᾗ ἐναντίον ἡ εἰρήνη. αὕτη μὲν γὰρ παρὰ τὸ εἴρειν εἰς ἓν γέγονεν, ἐκείνη δὲ παρὰ τὸ λύειν. ὀρθῶς δὲ καὶ ταύρῳ παρά τε ἄλλοις καὶ Λυκόφρονι, ἔτι δὲ καὶ παρδάλει ὁ Διόνυσος εἰκάζεται διὰ τὸ πρὸς βίαν τρέπεσθαί, φασι, τοὺς ἐξοινωθέντας. κατὰ γὰρ τὴν Ἀλκαίου μοῦσαν ἄλλοτε μὲν μελιαδὴς ὁ οἶνος, ὃ δὴ ἔφη καὶ Ὅμηρος, ἄλλοτε δ' ὀξύτερος τριβόλων. καθότι μὲν οὖν θυμικὸν ὁ ταῦρος, ὡς Εὐριπίδης δηλοῖ ἐν τῷ, ταῦροι δ' ὑβρισταὶ εἰς κέρας θυμούμενοι, ταύροις εἰκαστέον τοὺς ἐξοίνους· καθὸ δὲ μάχιμοι καὶ θηριώδεις ἐκ μέθης ἔνιοι γίνονται, παρδάλεις ἄλλως οἷον οἱ τοιοῦτοι, διὰ τὸ ἐν αὐτοῖς, φασὶ, παρδαλῶδες. οὗ σύμβολόν τι καὶ ἡ παρδαλῆ, ἣν ἡ αἰνιγματικὴ σοφία φόρημα τῷ Διονυσίῳ δίδωσιν. Ὅρα δὲ καὶ τὸ, ὀξύτερος τριβόλων, δι' οὗ δηλοῦται, ὡς ὁ λεγόμενος κοινῶς ὀξὺς οἶνος τῷ μελιηδεῖ ἀντιδιαστέλλεται. χρῆσις δὲ τοιούτου ὀξέος, ὥς φησιν Ἀθήναιος, παρὰ Ἡρακλέωνι ἐν τῷ, τὸ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν. καὶ τοιοῦτον μὲν τοῦτο. ἔστι δὲ εἰπεῖν τὴν τοῦ Ἀντινόου κακίαν ἐν τοῖς ἄρτι ῥηθεῖσι καὶ καθότι οὐχ' ὡς μεθύοντι ἀπειλεῖται τῷ ξείνῳ, ἀλλ' ἐὰν τὴν ἀνδρίανἐκφήνῃ τανύσας τὸ τόξον, ποινὴν αὐτῷ τῆς ἀρετῆς ἀπειλούμενος. (ῃερς. 289.) Σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὡς ὑπερφιάλους τοὺς μνηστῆρας ὁ Ἀντίνοος ἐπὶ ἐπαίνῳ φησίν. οὐ γὰρ δή που ψέγει τοὺς κατ' αὐτὸν, εἰ μὴ ἄρα βαρυνόμενος λέγει, ὡς ἄξιος κρίνῃ συνευωχεῖσθαι ἡμῖν τοῖς, ὡς οἱ πολλοί φασιν, ὑπερφιάλοις· ᾧ δὴ ὅμοιόν τι ἐστιν ἐφεξῆς καὶ τὸ, ἕκηλος πῖνε μετ' ἀνδράσι κουροτέροισιν, ὡς ταυτὸν ὂν ὑπερφιάλους καὶ κουροτέρους εἰπεῖν. (ῃερς. 288.) Τὸ δὲ, ἆ δειλὲ ξείνων, ἁπλοῦν ὂν ἀντὶ ὑπερθετικοῦ εἴληπται τοῦ δειλαιότατε. ἐῤῥέθη δὲ οὕτως ἢ ἀπαρατηρήτως διὰ θυμὸν, ἢ καὶ ἄλλως ἁπλούστερον κατὰ τὸ, νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολὺ, ἤγουν πλεῖον· καὶ τὸ, μεταβολὴ πάντων ἡδὺ, ὅ ἐστιν ἡδύτερον, ὥς τινες φασί. (ῃερς. 289.) Τὸ δὲ ῥηθὲν, οὐκ ἀγαπᾷς, ἔπεισε τοὺς ὕστερον ἐπὶ τοῦ ἀρκεῖσθαι τιθέναι τὸ ἀγαπᾶν, ὃ καὶ μετὰ δοτικῆς ἐκεῖνοι συντάσσουσιν. (ῃερς. 290.) Ἀμέρδειν δὲ ἐν ἄλλοις μὲν τὸ σκοτίζειν, νῦν δὲ δαιτὸς ἀμέρδεσθαι τὸ στερίσκεσθαι, ἀπὸ τοῦ μερίζειν, ἵνα ᾖ ἀμέρδειν τὸ μερίδος ἀποστερεῖν. (ῃερς. 291.) Τὸ δὲ, μύθων ἡμετέρων καὶ ῥήσιος, ταυτὰ δηλοῦσιν, ὥς περ καὶ τὸ, ὃς ἂν τὸν οἶνον χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ, τουτέστι κατὰ τὸ αἴσιον καὶ καθῆκον. (ῃερς.
296.1.2
) Τὸ δὲ ἄασεν ἀντὶ τοῦ ἔβλαψε λέξις μέν ἐστιν οὐ κοινὴ, καιριωτάτη δὲ ὡς ἐν ποιήσει. διὸ καὶ τρὶς αὐτῇ ἐνταῦθα χρᾶται Ὅμηρος. ἐκ δὲ τούτου τοῦ ῥήματος καὶ ἡ ἄτη κατὰ συναίρεσιν διὰ διχρόνου ἐκτεταμένου. (ῃερς. 302.) ἴσως δὲ καὶ ὁ ἀεσίφρων θυμὸς, ἤγουν βλαψίφρων, φρενοβλαβὴς, οὗ περ ἁπλοῦν τὸ, φρεσὶν ἀασθεὶς, ἤγουν βλαβεὶς, ὃ ταυτόν ἐστι τῷ μανείς. (ῃερς. 298.) ἐπεὶ καὶ μανίᾳ ἔοικεν ἡ ἄκρα μέθη κατὰ τὸ, μαινόμενος κάκ' ἔρεζε. τοιοῦτον δὲ καὶ τὸ, φρένας ἄασεν οἴνῳ. Τὸ δὲ ἔρεξε φυσικῶς καὶ οὐκατὰ Ἀττικοὺς ἀδιπλασίαστον ἔχει τὸ ῥῶ. (ῃερς. 301.) Τὸ δὲ, οὔατα ῥῖνάς τε ἀμήσαντες ἀντὶ τοῦ ἐκτεμόντες καὶ ῥᾷον ἀποκόψαντες ὡς εἰ καί τι φυτὸν ἀμώμενον. (ῃερς. 302.) Τὸ δὲ, ἣν ἄτην ὀχέων, ἀστείως εἴρηται ἀντὶ τοῦ, ὀχῶν καὶ βαστάζων τὴν ἑαυτοῦ βλάβην ὡς οἷα τις ἀχθοφορῶν ἱπποκένταυρος, ἐπεὶ καὶ ἐφ' ἵππων λέγεται τὸ ὀχεῖν. ὡς γοῦν ἵππος ὀχεῖ, τουτέστι φέρει τινὰ, οὕτω καὶ ὁ Κένταυρος Εὐρυτίων τὴν κατ' αὐτὸν βλάβην. (ῃερς. 304.) Τὸ δὲ εὕρετο τρίτον ἐστὶν ἑνικὸν δευτέρου ἀορίστου τοῦ εὑρόμην, ὃ κεῖται καὶ παρὰ Σοφοκλεῖ. τὸ γὰρ εὑράμην καὶ τὸ εὕρατο οὐ σύνηθες Ἀττικοῖς. Τοῦ δὲ οἰνοβαρείων βαρύτονος ὁ ἐνεστὼς κατὰ τὸ κιχείω καὶ ὅσα τοιαῦτα. τοῦ μέντοι καρηβαριῶν περισπώμενόν ἐστι τὸ θέμα. αἴτιον δὲ ἐν ἀμφοῖν ὁ κατὰ τὸ μέτρον δακτυλισμός. οὔτε γὰρ τὸ καρηβαριῶ ἐχρῆν διφθόγγῳ παραλήγεσθαι· ἄχρηστον γὰρ τοῦτό γε εἰς μέτρον ἡρωϊκόν· οὔτε αὖ πάλιν τὸ οἰνοβαρείω ἐχρῆν ἐκπεσεῖν τῆς διφθόγγου, ἐγίνετο γὰρ οὕτω ποὺς Ἰωνικὸς ἀπὸ μείζονος, ἄχρηστος μέτρῳ δακτυλικῷ. καλὸν τοίνυν ἐκεῖ μὲν ἡ διὰ τοῦ ἰῶτα, ἐνταῦθα δὲ ἡ διὰ διφθόγγου γραφή. (ῃερς. 306.) Ἐπητὺς δὲ κατὰ μέν τινας ἡ μεταίτησις ὡς ἀπὸ τοῦ ἐπαιτεῖν. ἕτεροι δὲ ἐπητὺν τὸν ἐν λόγοις φασὶν ἔπαινον ὡς ἀπὸ τοῦ ἐπήτης ἢ ἐπητὴς ὀξυτόνως, ὃ δηλοῖ τὸν φρόνιμον καὶ λόγιον. Ἀντιβολῆσαι δὲ νῦν τὸ ἐπιτυχεῖν· ἐν ἄλλοις δὲ τὸ συναντῆσαι· παρὰ δὲ τοῖς ὕστερον καὶ τὸ ἱκετεῦσαι. (ῃερς. 312.) Ὅτι καὶ ἐπὶ τῆς Πηνελόπης σχηματίζει τι ἀστείως ὁ ποιητής. ποιεῖ γὰρ αὐτὴν τὴν ἀληθῶς ἀγνοοῦσαν, λέγουσαν αὐτὸ τὸ ἐκβησόμενον ὡς ἐν σχήματι ἐρωτήσεως καὶ οὕτω ψυχαγωγοῦσαν τοὺς εἰδότας ἀκροατάς. εἰποῦσα γὰρ πρῶτον καὶ αὐτὴ πρὸς Ἀντίνοον ὡς οὐ καλὸν οὐδὲ δίκαιον ἀτέμβειν τοὺς τοῦ Τηλεμάχου ξείνους ἐπιφέρει ἐρωτιματικῶς· ἔλπεαι, εἴ περ ὁ ξεῖνος μέγα τόξον ἐντανύσει χερσί τε βιῃφί τε πεποιθὼς, οἴκαδέ με ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; ἐνταῦθα γὰρ ὁ εἰδὼς ἀκροατὴς εἴποι ἂν, ὅτι ναὶ οὕτως ἔσται, εἰ καὶ οἱ μνηστῆρες οὐκ οἴεσθαι τοῦτο φασὶν, ἐπεὶ μηδὲ ἔοικεν. (ῃερς. 317.) ἀστεῖον δὲ τῆς γυναικὸς καὶ ἐφεξῆς τὸ, οὐδ' αὐτός που τοῦτό γε ἐνὶ στήθεσσιν ἔολπε, τὸ ποˉυ διστακτικῶς εἰποῦσα ὡς τοῦ ξείνου ἴσως ἐλπίζοντος, ὃ καὶ οὕτως εἶχε. (ῃερς. 318.) τὸ μέντοι ἐπιφερόμενον σκοτίζει τὴν ἔμφασιν ἐπίτηδες, ἵνα μὴ διόλου ὁ ποιητὴς χαριεντίζοιτο. φησὶ γὰρ ἡ γυνή· μηδέ τις ὑμῶν τούτου ἕνεκα θυμὸν ἀχεύων δαινύσθω· ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. οὕτω καὶ Τηλέμαχος, εἴ περ ἐτάνυσε τὸ τόξον, οὐκ ἂν πάντως ἠγάγετο τὴν μητέρα, ἔχαιρε δ' ἂν ὡς ἐοικὼς τῷ πατρί. ἄλλως δέ γε ἔστιν ἐπιβαλεῖν ὅτι ἐσχημάτισται ἀστείως καὶ τὸ, μηδέ τις ὑμῶν τούτου ἕνεκα συγκεχυμένος δαινύσθω, ἐπεὶ οὐδὲ ἔοικεν, ὡς τῆς ψυχῆς ἀποφοιβαζούσης, μὴ ἐοικὸς εἶναι τοὺς μνηστῆρας ἄχθεσθαι, εἴ περ ὁ ἀνὴρ Ὀδυσσεὺς ἔλπεται οἴκαδε ἄξεσθαι τὴν οἰκείαν γαμετὴν, ἧς ἐπὶ τοσοῦτον ἀπῆν. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃερς. 322.) ὁ δὲ Εὐρύμαχος ἀρνησάμενος μὴ οὕτως οἴεσθαι, ὡς καὶ προεγράφη, τοὺς μνηστῆρας, ἐπεὶ οὐδὲ ἔοικεν, ὃ δὴ καὶ ἡ γυνὴ πρὸ αὐτοῦ ἔφη, ἐπάγει τὸ, (ῃερς. 323.) ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, ἀτέμβομεν δηλαδὴ τὸν τοῦ Τηλεμάχου ξεῖνον. τοῦτο γὰρ ἀναγκαίως ἐκ μακροῦ ἀπὸ κοινοῦ νοεῖται πρὸ δέκα στίχων κείμενον. τίς δὲ ἡ αἰσχύνη; (ῃερς. 324.) μή ποτέ τίς, φησιν, εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν, τουτέστιν ἀσθενὴς ἢ δυσγενὴς, ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν, ἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσε βιὸν, διὰ δ' ἧκε σιδήρου. ὧν ἀμφοτέρων ἐνταῦθα χρεία, πρῶτα μὲν, τανύσαι τόξον, εἶτα καὶ διοϊστεῦσαι σιδήρου. (ῃερς. 329.) ὣς ἐρέουσιν· ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο. δι' ὧν ἡρμήνευσεν Εὐρύμαχος ὃ φθάσας εἶπε γοργῶς τὸ, ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. Δῆλον δ' ὅτι τριχῶς λέγεται τὸ ἔλεγχος, ἡ ἐλεγχεία καὶ κοινότερον ὁ ἔλεγχος. καὶ οὕτω μὲν Εὐρύμαχος. (ῃερς. 331.) ἡ δὲ γυνὴ θαυμασίως πρὸς τὸν εἰπόντα ἐλέγχεα ταῦτα εἶναι, Εὐρύμαχε, φησὶν, οὔ πώς ἐστιν εὐκλεῖας κατὰ δῆμον ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος. τί δ' ἐλέγχεα ταῦτα τίθεσθε; τουτέστι τὰ μεγάλα παρορῶντες ἐλέγχεα τί δή ποτε τὰ μικρὰ ὑφορᾶσθε; (ῃερς. 333.) Καὶ ὅρα ὡς ἀπὸ μιᾶς λέξεως τῆς ὕστερον ἐπενεχθείσης ἐν τῷ, ἡμῖν δὲ ἂν ἐλέγχεα ταῦτα γένοιτο, ἀντιλογίαν γενναῖαν ἡ σοφὴ Πηνελόπη πορίζεται, κατασκευάζουσα ὡς οὐκ εἰσὶ τὰ τοιαῦτα ἐλέγχεα. (ῃερς. 334.) εἶτα καὶ τὸν ξένον ἐπαινοῦσα καὶ τὸ ἔπαθλον ἐκφωνοῦσα, εἴ περ ἀριστεύσει ὁ ξεῖνος, φησίν· οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγὴς, πατρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός· καὶ μετ' ὀλίγα· εἴ περ ἐντανύσει τὸ τόξον, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλὰ, δώσω δ' ὀξὺνἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν καὶ ξίφος ἄμφηκες, δώσω δ' ὑπὸ ποσσὶ πέδιλα. (ῃερς. 342.) πέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει· κελεύσει δὲ, ὡς ὁ Ὁμηρικὸς οἶδεν ἀκροατὴς, ἀπελθεῖν ἐς ἄνδρας, οἱ οὐκ ἴσασι θάλασσαν, ἐκεῖ ἄρα καὶ πέμψει αὐτόν. πάντα γὰρ τὰ ἐνταῦθα ῥηθέντα ποιήσει τῷ ἀνδρὶ μετὰ τὸν ἀναγνωρισμὸν ἡ γυνή. ἐσχημάτισται γὰρ καὶ ταῦτα ὁμοίως τοῖς πρὸ ὀλίγων ῥηθεῖσι πρὸς ψυχαγωγίαν τοῦ εἰδότος ἀκροατοῦ, ὡς εἶναι καὶ τὰ τοιαῦτα φήμας οἷον τινὰς τῷ Ὀδυσσεῖ. (ῃερς. 323.) Ἰστέον δὲ ὅτι πολλὴν αἰσχύνην δηλοῖ ὁ Εὐρύμαχος ἐν τῷ, φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν· πάγκοινον γὰρ τὸ τοιοῦτον ὄνειδος. (ῃερς. 329.) Τὸ δὲ ἐλέγχεα ποιεῖ τὴν τῆς ἐλεγχείης διὰ διφθόγγου γραφὴν, ὡς καὶ τὸ ἔγχεα τὴν τῆς ἐγχείης. (ῃερς. 331.) Τὸ δὲ εὐκλεῖας τοὺς εὐκλεέας δηλοῖ, συναιρεθὲν συνήθως. διὸ καὶ προπερισπᾶται διὰ τὸ συνεστάλθαι τὴν λήγουσαν. (ῃερς. 334.) Τὸ δὲ, οὗτος δὲ ξεῖνος, μάλα μὲν μέγας καὶ ἑξῆς, ἀγαθοῦ καὶ εὐγενοῦς ἀνδρός ἐστιν ἔπαινος. Τὸ δὲ εὐπηγὴς εὐπαγής φασιν οἱ μεθ' Ὅμηρον. (ῃερς. 335.) Ἐν δὲ τῷ, ἀνδρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱὸς, περιττὸν τὸ υἱός. νοεῖται γὰρ ὁ λόγος καὶ τούτου μὴ κειμένου. καὶ ἄλλως δὲ, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ γένος, ἵνα εἴη γένος ἐνταῦθα ὁ υἱός. (ῃερς. 345.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ κρείσσων ἐπὶ ἐγκρατοῦς καὶ ἐξουσίαν ἔχοντος. φησὶ γὰρ Τηλέμαχος· τόξον μὲν οὔ τις ἐμοῦ κρείσσων, ᾧ ἂν ἐθέλω δοῦναί τε καὶ ἀρνήσασθαι, καὶ οὐδεὶς ἀέκοντά με βιήσεται, εἴ περ ἐθέλω καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. Οὐκοῦν καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται καὶ ἑξῆς, τοιαύτην τινὰ σημασίαν ἔχει. (ῃερς. 344. 349.) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι τόξον τε ἑνικῶς ἔφη καὶ τόξα πληθυντικῶς. (ῃερς. 349.) Τὸ δὲ καθάπαξ ἀντὶ τοῦ εἰς τὸ παντελὲς ἅπαξ ἐνταῦθα εἰρῆσθαι σημειοῦνται οἱ παλαιοὶ, λέγοντες καὶ ὅτι οὐδὲ κατάληξις εἰς ˉξ καὶ ἀρχὴ αὖθις ἀπὸ τοῦ αὐτοῦ ἑτέρωθί πού ἐστι παρὰ τῷ ποιητῇ ἀλλ' ἢ μόνον ἐνταῦθα ἐν τῷ καθάπαξ ξείνῳ δόμεναι. (ῃερς. 347.) κεῖται δ' ἐν τῷ τόπῳ τούτῳ καὶ ἡ Ἦλις ἱππόβοτος, ὅ περ ἀλλαχοῦ τῇ ὅλῃ Πελοποννήσῳ ἐπιλέγεται. φησὶ γάρ· νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· νῆσοι δὲ ἐγγὺς Ἤλιδος Δουλίχιον, Ζάκυνθος, Σάμη καὶ λοιπαί. (ῃερς. 350.) Ὅτι προαγαγὼν πάνυ ἀναγκαίως ὁ ποιητὴς τὴν Πηνελόπην τῆς γυναικωνίτιδος ἐφ' ὅσον ἐχρῆν καὶ ἀνύσας δι' αὐτῆς τὴν τοῦ τόξου κατάθεσιν εὐμεθόδως, εἶτα διαγνοὺς ὡς οὐκέτι χρεία ὅλως ταύτης ἐπὶ τοῖς ἑξῆς, συστέλλει αὐτὴν τοῦ λοιποῦ δεξιώτατα· οὐ μὴν δὲ, ἀλλὰ καὶ κοιμίζει βαθὺ, ὡς ἂν μηδενὸς τῶν γενησομένων αἰσθομένη, ὅτε γίνονται, παραδόξως ὕστερον καὶ μετ' ἐκπλήξεως ἀναγνωρίσοι τε ἅμα τὸν ἄνδρα καὶ μάθοι ἐξολωλότας τοὺς κακούς. καὶ ὁ μὲν ὕπνος αὐτῇ, ὡς καὶ ἀλλαχοῦ, ἥκει παρὰ τῆς Ἀθηνᾶς. ἡ δὲ ἐκ τοῦ ἀνδρῶνος ἀναχώρησις γίνεται διὰ τοῦ υἱοῦ, ὃς καὶ ἐνταῦθα θάμβος ἐνιεὶς τῇ μητρὶ, καθὰ καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ, φησίν· ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε καὶ τοὺς ἑξῆς τρεῖς στίχους, παραποιήσας μόνον τὸ, (ῃερς. 352.) μῦθος δ' ἄνδρεσσι μελήσει, καὶ εἰπών· τόξον δ' ἄνδρεσσι μελήσει, κατὰ τὸ, πόλεμος δ' ἄνδρεσσι μελήσει. καὶ ὁ μὲν οὕτως εἶπεν· (ῃερς. 354.) ἡ δὲ ῥίγησεν ἀναλόγως τῷ καιρῷ καὶ θαμβήσασα ἔβη ἔσω καὶ εἰς ὑπερῷ' ἀναβᾶσα κλαίει. καὶ ἐν τοσούτῳ ὑπνοῖ βαθὺν ὕπνον καὶ οὐ κατὰ τοὺς πρὶν ἐλαφρὸν καὶ μετ' οὐ πολὺ ἀφυπνισθεῖσα ὑπὸ τῆς μαίας βλέπει ἃ θέλει. (ῃερς.

Intertext edge

Open linked passage

Note