Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
300.1.1
) Κυνοραισταὶ δὲ δι' ἑνὸς ῥῶ κατά τε φύσιν καὶ διὰ μέτρον οἳ τοὺς κύνας ῥαίοντες· ἐξ οὗ κατὰ διάλυσιν καὶ παραγωγὴν τὸ ῥαΐζειν γίνεται· ἀφ' οὗ καὶ θυμοραϊστὴς ἀναλόγως τῷ κυνοραϊστής. λέγονται δὲ οὗτοι καὶ κρότωνες παρὰ τοῖς ὕστερον. ὅθεν καὶ παροιμία κατά τινας τὸ, ὑγιέστερος κρότωνος· περὶ ἧς ἀκριβέστερον ἐν τοῖς τοῦ περιηγητοῦ κεῖται. (ῃερς. 302.) Τὸ δὲ σαίνειν καιρία λέξις ἐπὶ κυνῶν, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. (ῃερς. 303.) Σημείωσαι δὲ καὶ ὅτι ὁ ποιητὴς ἐπίτηδες πλάττει μὴ ἔχειν τὸν Ἄργον ἐγγὺς τοῦ Ὀδυσσέως ἐλθεῖν, ἵνα μὴ ἐπιγνωσθῇ παρὰ καιρὸν τῷ Εὐμαίῳ. τὸ μὲν γὰρ σαίνειν καὶ τὰ ὦτα καταβάλλειν οἰηθείη ἂν Εὔμαιος δι' αὐτὸν γίνεσθαι· εἰ δὲ καὶ ἐγερθεὶς ἐγγίσει τῷ Ὀδυσσεῖ, ἀνακαλύπτεται ἡ κατὰ τὸν Ὀδυσσέα σκηνή. (ῃερς. 302.) Ὅτι δὲ ἐκτοῦ, οὐρῇ σαίνειν, τὸ σαίνουρον συντέθειται ζῷον πρὸς ἀναλογίαν τοῦ, λόφουρον, δῆλον ἐστί. παλαιὰ δὲ χρῆσις οὐρὰν παίζει καὶ τὸ ἀνδρεῖον αἰδοῖον· ὅθεν καὶ γυνὴ μύζουρις ἡ αἰσχροποιὸς παρὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν. ὡς δὲ καὶ κύων ἐπὶ μορίου θήλεος κεῖται, ἡ εἰρησομένη κύνειρα δηλοῖ. Εἰς δὲ τὸ οὔατα σημείωσαι, ὅτι καὶ εἶδος ὀστρέου τροφιμώτατον ἐλέγετο οὖς, κατὰ τὸν εἰπόντα, ὅτι τὸ ὠτάριον ὄστρεον, ὃ καλεῖται παρ' Αἰολέων οὖς Ἀφροδίτης, ἐν τῇ κατ' Ἀλεξάνδριαν Φάρῳ γίνεται. (ῃερς.

Intertext edge

Open linked passage

Note