Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
302.1.1
) Τὸ δὲ γαμψώνυχες ἐκ τοῦ γνάμπτω γινόμενον ἔλλειψιν ἔχει τοῦ κατ' ἀρχὰς ˉν διὰ τὸ εὐφωνότερον. Τὸ δὲ ἐπ' ὀρνίθεσιν ἀντὶ τοῦ κατὰ ὀρνίθων. (ῃερς. 304.) Νέφεα δὲ ἢ τὸν τῶν νεφῶν τόπον καὶ νῦν λέγει, οὗ περ ἀπογνόντες αἱ ὄρνιθες κάτω ἴενται καὶ ἀγρευόμεναι ἀγάλλουσι τοὺς θεατὰς, ἢ μάλιστα κατὰ τοὺς παλαιοὺς δικτύων εἶδος, ἃ καὶ ὁ κωμικὸς νεφέλας φησὶν ἐν τῷ, μὰ νεφέλας μὰ δίκτυα, ἵνα εἰκάζει τοὺς μνηστῆρας ὄρνισιν ἡ παραβολὴ, αἳ λίνων αὐταῖς ἱσταμένων, ὅ ἐστι δικτύων, εἶτα αἰγυπιῶν ἐπιόντων, πτήξασαι, ἐπὶ νέφεα ἵενται, ὅ ἐστι δικτύοις ἐμπελάζουσιν, ὅτε καὶ ἀγρευομένων χαίρουσι τῇ ἄγρᾳ οἱ παρατυχόντες. οὕτω γὰρ καὶ οἱ μνηστῆρες τῇ ἄνωθεν ἐξ Ἀθηνᾶς ῥοπῇ ἐντὸς ἀρκύων πεσόντες πάσχουσι τὰ εἰκότα. (ῃερς. 309.) Ἰστέον δὲ ὡς ἔγνωσται μέχρι καὶ νῦν ἡ τῶν θηρατικῶν νεφελῶν χρῆσις πολλοῖς. παρ' οἷς καὶ νεφελοστάσια ὁ τόπος τῆς τοιαύτης διὰ δικτύων θήρας λέγεται. Τὸ δὲ κράτων τυπτομένων, ὅ ἐστι κεφαλῶν σεσημείωται, καθὰ καὶ τὸ πάντων καὶ δᾴδων καὶ τὰ τοιαῦτα, ὡς βαρυνόμενον. φασὶ δὲ οἱ παλαιοὶ ὅτι ἐκ τῆς κράας κράατος γενικῆς ἐκλίθη, ὅθεν καὶ τὸ, σῷ κράατι τίσεις, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται· ἀφ' οὗ γενικὴ πληθυντικὴ κραάτων καὶ κράτων κατὰ συναίρεσιν. (ῃερς. 310.) Ὅτι πολυειδὴς ὢν τὴν πλάσιν ὁ ποιητὴς ποιεῖ μνηστῆρα θυοσκόον τὸν Λειώδη, οὗ μνεία καὶ πρὸ τούτων γέγονεν, ἐπεσσύμενον τῷ Ὀδυσσεῖ, ὁποῖα τινὰ καὶ ἡ Ἰλιὰς πλάττει, καὶ λισσόμενον ἐν τῷ εἰπεῖν οὕτω· (ῃερς. 312.) γουνοῦμαί σ', Ὀδυσσεῦ, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ ἄλλους παύεσκον μνηστῆρας, ὅ τις τοιαῦτά γε ῥέζοι. ἀλλά μοι οὐ πείθοντο κακῶν ἀπὸ χεῖρας ἔχεσθαι. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι· (ῃερς. 319.) ὡς οὐκ ἔστι χάρις μετόπισθεν εὐεργέων, ὡς καὶ ἀλλαχοῦ κεῖται. ὃ δὴ ἀγαθὸς μέν τις ἀνὴρ εἰπὼν ἔπεισεν ἂν τὸν ἀκούοντα. Λειώδης δὲ πῶς ἂν εἰσακουσθείη, ὃς τὴν γυναῖκα μνώμενος γελοίως ἀξιοῖ ἐλεηθῆναι, ὅτι τῶν δουλίδων ἀπείχετο, καὶ ὁ τοῖς μνηστῆρσιν ὁμοιοπαθῶν ἐθέλει μὴ τὰ ἐκείνων παθεῖν. ἴσως οὖν καὶ ὁ Λειώδης ταῦτ' εἰδὼς οὐδὲ ἐτόλμησεν εἰπεῖν μηδὲν ἐοργέναι κακὸν, ἀλλ' ἀξυμφανῶς εἶπεν οὐδὲν ἐοργὼς κείσομαι. ὁ δ' αὐτὸς καὶ ἄλλως οἷα θυοσκόος οἶδεν ὡς κείσεται. ὅτι δέ γε ὁ Λειώδης ἤρεσκε τῇ Πηνελόπῃ μάλιστα τῶν ἄλλων μνηστήρων διὰ ἤθους χρηστότητα, προδεδήλωται, οὐχ' ἁπλῶς εὐαρεστῶν, ἀλλὰ ὑπὲρ τοὺς ἄλλους μνηστῆρας. πόθεν δὲ καὶ τίς ὁ θυοσκόος, προείρηται καὶ αὐτό. ἀλλ' οὕτω μὲν ὁ Λειώδης ἔφη ὑπερλαλῶν ὡς θυοσκόου ἑαυτοῦ· (ῃερς. 321.) Ὀδυσσεὺς μέντοι ῥητορικώτατα λαβὼν αὐτόθεν καταδίκης ἀφορμὴν, ἐξ ὧν ἐκεῖνος εἶπεν, ἵνα τοῖς οἰκείοις, ὅ φασι, πτεροῖς ἁλίσκοιτο, καὶ ἀναστρέψας πιθανολογικῶς, ὅ περ ἐκεῖνος εἶπε κατὰ εἰσβολὴν ἐλέου καὶ εἰς ἐκβολὴν αὐτὸ μεταποιήσας φησίν· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεται εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι, τουτέστιν εὔξασθαι, ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι. οὐκ ἂν οὖν εἴης εὐεργέτης, οὐδ' ἂν ἀληθεύοις λέγων ὡς οὐδὲν ἐοργὼς κείσεαι. (ῃερς. 325.) τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα φύγοισθα, τουτέστι δυσκοίμητον, ἵνα ᾖ ἀπὸ τοῦ λέγω τὸ κοιμῶμαι θάνατος δυσλεγὴς καὶ πλεονασμῷ τοῦ ˉη δυσηλεγὴς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ καὶ ἄλλως δυσαλεγὴς, ὡς καὶ αὐτό που δεδήλωται. (ῃερς. 310.) Ἰστέον δὲ ὅτιτὴν ἱκετείαν φράσαι διαφόρως ἐν τούτοις Ὅμηρος φιλοτιμησάμενος, λάβε γούνων, ἔφη, τουτέστιν βετο, ἥψατο καὶ λισσόμενος προσηύδα· καὶ, γουνοῦμαί σε. (ῃερς. 315.) Ἐν δὲ τῷ, παύεσκον μνηστῆρας, ὃς τοιαῦτά γε ῥέζοι, ἐκ πληθυντικοῦ ὑπέβη συνήθως εἰς ἑνικόν. (ῃερς. 316.) Τὸ δὲ κακῶν ἀπὸ χεῖρας ἔχεσθαι οἱ μεθ' Ὅμηρον ἐλλειπτικῶς φράζουσιν· ἀρκεῖ γὰρ παρ' αὐτοῖς εἰπεῖν κακῶν ἀπέχεσθαι κατ' ἔλλειψιν τοῦ χεῖρας. (ῃερς. 322.) Τοῦ δὲ ἀρήμεναι ἀραίνω τὸ πρωτότυπον ἢ ἄρημι ἐκ τοῦ ἀρῶ, ὁποῖα καὶ ἄλλα δύχρηστα παρεσημειώθησαν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀρήμεναι οἱ παλαιοὶ ὡρμημένοι φασὶν, εἰ καὶ μὴ πάντῃ ἀκριβῶς, οὐ μάντιν ἀλλὰ ἱερέα εἶναι τὸν Λειώδη, ἐτυμολογούμενον ἀπὸ τοῦ τὰ θύη κέειν, ὡς καὶ προεσημειώθη, ὃ δὴ κέειν τοῦ διφθογγιζομένου καίειν θεματικῶς προϋπόκειται. διό, φασιν, οὐδὲ ἐμαντεύετο, ἀλλὰ ἠρᾶτο. ἔστι δὲ ἄλλως ἀσφάλτως νοῆσαι ἀμφότερα εἶναι τὸν Λειώδη, ἱερέα τε ἀρώμενον καὶ καταρώμενον, καὶ μάντιν δὲ, ὡς εἰκὸς, ἐφ' οἷς ἐχρῆν. (ῃερς. 324.) Τὸ δὲ σπέσθαι δευτέρου ἐστὶν ὅμοιον τῷ πτέσθαι παρὰ Σοφοκλεῖ καὶ τῷ σχέσθαι καὶ τοῖς τοιούτοις. Τὸ δὲ, ἄλοχον σπέσθαι καὶ τέκνα τεκέσθαι, παρισοῖ Ὀδυσσεὺς καλλωπίζων τὸν λόγον ὡς οἷα μηκέτι ἀγωνιῶν, ἀλλὰ ἱλαρυνόμενος ἐκ τῆς ἄρτι διὰ τὸ ἀνῦσαι τὸ ἐφετόν. ὅθεν καὶ ὁ ποιητὴς λείως ἐκ τῶν ἄρτι καταστρέφει τὰ τῆς μνηστηροφονίας. (ῃερς. 329.) Λειώδης μὲν γὰρ οὐ μαχόμενος ἀλλὰ γουνούμενος πύματος πίπτει. οὗ περ ἔτι φθεγγομένου κάρη κονίῃσιν ἐμίχθη, ἢ καὶ ἄλλως, φθεγγομένη κάρη κονίῃσιν ἐμίχθη, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. Φήμιος δὲ γούνων ἁψάμενος σώζεται. Μέδων δὲ κρυπτόμενος ῥύεται, Τηλεμάχου μνησθέντος καὶ ὑπερλαλήσαντος. (ῃερς. 330– 377.) Ὅτι φερωνύμως Τερπιάδης, τουτέστι Τερπίου υἱὸς, ὁ τερψίθυμος ἀοιδὸς Φήμιος, ἐπεὶ, καθὰ καὶ προϊστόρηται, ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ, ἐκφεύγει νῦν τὸ συμπεσεῖν τοῖς κακοῖς. ἔστη γάρ, φησιν, ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν, ἄγχι παρ' ὀρσοθύρην τὴν ἤδη ῥηθεῖσαν· ἧς ἐν στενωπῷ συσταλεὶς ἐλάνθανε. δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο Διὸς ποτὶ βωμὸν ἑρκείου ἵζοιτο, ἔνθα πολλά ποτε Ὀδυσσεὺς ἔθυεν, ἢ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα, ὃ καὶ ἔδοξεν αὐτῷ κέρδιον εἶναι. καὶ δὴ φόρμιγγα μὲν γλαφυρὴν κατέθηκε χαμᾶζε, αὐτὸς δὲ ποιήσας τὸ βουλευθὲν γουνοῦμαί σέ, φησιν, Ὀδυσσεῦ, καὶ ἑξῆς, ὡς ὁ Λειώδης εἶπεν, εἰ καὶ τὸ τραγικὸν παρῳδῆσαι, λόγος ὁ αὐτὸς ἔκ τε δοκοῦντος εὐεργέος τούτου καὶ ἐξ ἐκείνου τοῦ μὴ ἀληθῶς εὐεργέος ῥηθεὶς οὐ ταυτὸν σθένει. εἶτα ἐπιφέρει ὁ ἀοιδὸς καὶ ὅτι αὐτῷ τοι, ἤγουν αὐτῷ σοι τῷ Ὀδυσσεῖ, μετόπισθεν ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. αὐτοδίδακτος δ' εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, τῷ μή με λιλαίεο δειροτομήσειν. ἐφ' οἷς καὶ τὸν Τηλέμαχον προφέρων μάρτυρα φησὶν, ὡς καὶ ἐκεῖνος τάδε γ' εἴπῃ σὸς φίλος υἱὸς, ὡς ἐγὼ οὔτι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτα, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. οὕτως εἶπεν ὁ ἀοιδός. καὶ ὁ Τηλέμαχος αἶψα ἔφη τῷ πατρί· ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔτασε χαλκῷ, ταχύνας ὁ νεανίας τὸν λόγον, ὡς δηλοῖ τὸ αἶψα, μὴ φθάσῃ καταῤῥίψας τὸν ἀοιδὸν ὁ πατήρ. εἶτα μνήμην καὶ τοῦ Μέδοντος ἀναλαβὼν, ἵνα ἐκεῖνος ἄλλως σωθῇ, καὶ κήρυκα, φησὶ, Μέδοντα σαώσομεν. ὅς τέ μευ αἰεὶ κηδέσκετο παιδὸς ἐόντος, εἰ μὴ ἄρα φθάσας πεφόνευται. ὣς φάτο Τηλέμαχος· τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον, ἀλύσκων Κῆρα μέλαιναν. ὑποπηδήσας δὲ ἐκ τοῦ θρόνου βοὸς ἀπέδυνε βοείην καὶ, ὦ φίλε, φησὶν, ἐγὼ μὲν ὅδ' εἰμί· σὺ δ' ἴσχεο, εἰπὲ δὲ πατρὶ, μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, μνηστήρων κεχολωμένος οἵ οἱ ἔκειρον κτήματα, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον. καὶ Ὀδυσσεὺς ἐπιμειδήσας, χαίρει γὰρ τοὺς ἐπεσβόλους ῥίψας καὶ μειλιχίους ἀκούων λόγους, θάρσει, φησὶν, ἐπειδή σε οὗτος ἐρύσατο καὶ ἐσάωσεν, ὄφρα γνῷς κατὰ θυμὸν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ γνωμικῶς, ὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων, ἣν εἴ περ εἶχε καὶ ὁ ῥηθεὶς θυοσκόος, ὡς ἔλεγε, περιεσώθη ἄν. ἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν σύ τε καὶ πολύφημος ἀοιδὸς, ὄφρ' ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρὴ, ἤγουν οὗ ἐμοὶ χρεία, κατὰ ἀντίπτωσιν, ἢ καὶ ἄλλως, οὗ περ εἰς ἐμὲ χρεία, τουτέστιν ἅ με χρή. ἐν οἷς καὶ τὸ ψηλαφῆσαι μή ποτέ τις καὶ εἰσέτι κρύπτοιτο· εἰς ὅ περ ἐνάγει τὸν Ὀδυσσέα ἡ τοῦ Μέδοντος ὑπὸ τῇ βύρσῃ συστολὴ καὶ ἡ τοῦ Φημίου ἐν τῇ ὀρσοθύρῃ. (ῃερς. 346.) Σημείωσαι δὲ ἐν οἷς ὁ Φήμιος περὶ ἑαυτοῦ λέγει, οἵους ὁ ποιητὴς εἶναι οἶδε τοὺς ἀοιδοὺς ὧν εἷς ἐστὶ καὶ αὐτός· ὅτι δηλαδὴ φιλοσόφους, θείωνκαὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμονας. (ῃερς. 347.) οὗ περ αἴνιγμα τὸ, θεοῖς καὶ ἀνθρώποις ἀείδειν· ἔτι δὲ καὶ θυμοσόφους, ὡς δηλοῖ τὸ, αὐτοδίδακτος δ' εἰμὶ, τουτέστι αὐτομαθὴς τά γε πρὸς θνητοῦ διδασκάλου. ἄλλως γὰρ θεός μοί, φησιν, ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν, ὡς εἶναι καὶ θεοσόφους οὕτω τοὺς ἀοιδούς. τοὺς δ' αὐτοὺς, ὡς ἐῤῥέθη, καὶ αὐτοφυῶς εἰδότας, καθὰ ἐκ τοῦ ἐνέφυσεν ἐμφαίνεται· ἀφ' οὗ καὶ ἦθος ἐμφυὲς παρὰ Πινδάρῳ τὸ ἐμπεφυκὸς καὶ φύσει ὂν, ὃς δὴ καλὸς ἀοιδὸς Πίνδαρος καὶ ἕλκει πρὸς ἑαυτὸν τοὺς τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ χαρακτῆρας, ἀποσεμνύνων μὲν ἑαυτὸν ὡς αὐτοδίδακτον πολλαχοῦ, τοὺς δέ γε μαθόντας εἰκάζων εἰς ἄκραντα γαρύοντας κόρακας. δεῖγμα δὲ τῆς τοῦ ἀοιδοῦ Φημίου θεόθεν διδαχῆς καὶ οἱ νῦν λόγοι. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ἔννοιαι σεμνότεραι τῶν ἐνταῦθα εὑρεθεῖεν ἀκουσθεῖσαι τῷ Ὀδυσσεῖ μετὰ τὴν εἰς Ἰθάκην ἔλευσιν. (ῃερς. 348.) ἐν αἷς προλάμπει γοργῶς τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· πάνυ γὰρ κολακικῶς εἴρηται, καὶ χαίροι ἂν Ὀδυσσεὺς τῇ τοιαύτῃ ἐννοίᾳ. καὶ γάρ τοι καὶ αὐτὸς ἦν ὅτε τῷ Κύκλωπι τὸν Ἰσμαρικὸν εἴτ' οὖν Μαρωνείτην οἶνον ὡς θεῷ λοιβὴν ἔφη διδόναι, κολακεύων μὲν, ἀνύων δὲ οὐδὲν εἰς πυθὼ λέοντος. καὶ ἐοίκασιν ὁ παρὰ τῷ Κύκλωπι Ὀδυσσεὺς καὶ ὁ ἐνταῦθα Φήμιος μερίσασθαι τὰ θυτικὰ καὶ ὁ μὲν ἐκ λοιβῆς κολακεῦσαι τὸν ἄγριον Κύκλωπα κατὰ τὸ, ἐπὶ δ' αἴθοπα οἶνον λεῖβεν, ὁ δὲ ἐξ ἀοιδῆς κατὰ τὸ, μολπῇ θεὸν ἱλάσκοντο. κολακικώτερον δὲ τὸ τοῦ Ὀδυσσέως, πρὸς θηρίον γὰρ ἔλεγεν. ἐνταῦθα γὰρ τὸ παραείδειν ὕφεσίν τινα ἔχει πρὸς τὸ ἀείδειν καὶ δηλοῖ τὸ ἐγγὺς ἤτοι σχεδὸν ὡς θεῷ ἀείδειν, ἐγγύτητα κἀνταῦθα δηλούσης τῆς προθέσεως. καὶ ἔχει μὲν σωφρόνως ἐκεῖ ὁ τοῦ Ὀδυσσέως λόγος· οὐ γὰρ θεῷ ἔφη λοιβὴν διδόναι, ἀλλ' ὡς θεῷ. νῦν δὲ ὁ τοῦ Φημίου καὶ τὸ ὡς θεῷ ἔχει καὶ τὴν ἐκ προθέσεως παραμυθείαν καὶ τὸ ἔοικα. φησὶ γὰρ ὁ φιλόσοφος ἀοιδὸς, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· οὕτω καὶ κολακεύει καὶ ἀσφαλέστατα λέγει, οὐκ ἀχρειῶν αὐθάδει κολακείᾳ τὸ τῆς φιλοσοφίας ἐλεύθερον. Παραείδει δὲ ὡς θεῷ διὰ τὸ εἰπεῖν, σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον· ὅ περ οὐκ εἶπεν, εἰ μὴ πρὸς πρόσωπον ἐλάλη θεῖον. θεῖος γὰρ πάντως ὁ ὡς θεός. μάλιστα δὲ παραείδει ὡς θεῷ, διότι ἀφεὶς ἵξεσθαι παρὰ βωμὸν ἑρκείου Διὸς λίσσεται Ὀδυσσέα καὶ λαλεῖ ὅσα καὶ Διΐ. (ῃερς. 338.) ἔκρινε δὲ ὁ σοφὸς Φήμιος κέρδιον τοῦτο, ἐπεί περ οὐκ ἂν ἤνυσεν ἐξελθεῖν εἰς τὸν ἑρκεῖον Δία, τοῦ Ὀδυσσέως καὶ τῶν ἀμφ' αὐτὸν ἱσταμένων περὶ τὸν οὐδόν. ἔοικε δὲ ἄσυλον εἶναι προσφυγεῖν ἑρκείῳ Διΐ. διὸ καὶ ὁ ἀοιδὸς ἐν τοῖς ἑξῆς καὶ ὁ Μέδων ἐκεῖ ἕζοντο ἔμφοβοι, ἐλεηθέντες μὲν ἤδη, ὅμως δὲ τῷ πολλῷ τοῦ φόβου πάντοσε παπταίνοντες, φόνον ποτιδέγμενοι αἰεί. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, ἤρτηται τοῦ, θεοῖς καὶ ἀνθρώποις ἀείδω, ἵνα λέγῃ ὅτι νῦν οὐχ' ὡς ἀνθρώπῳ σοι παραείδω, ἀλλ' ὡς θεῷ, καθὰ ἐῤῥέθη. αὐτὸ δὲ τὸ θεοῖς καὶ ἀνθρώποις ἀείδειν πρός τινα ὁμοιότητά ἐστι τοῦ, κήρυκες Διὸς ἄγγελοι καὶ ἀνδρῶν. (ῃερς. 337.) Τὸ δὲ, αὐτοδίδακτός εἰμι, οὐκ ἦν ἂν πάνυ πρὸς ἐπαίνου τῷ Φημίῳ, εἰ μὴ ἐπήγαγε καὶ τὸ, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἄλλως γὰρ ὁ αὐτοδίδακτος δυσχερὴς εὑρεθῆναι διὰ τὸ μὴ ἐγχωρεῖν ἅμα τὸν αὐτὸν καὶ ἀγνοοῦντα εἶναι ὡς μαθητὴν καὶ εἰδότα ὡς διδάσκαλον. (ῃερς. 335.) Βωμὸς δὲ ἑρκείου Διὸς ἔξω που περὶ τὴν αὐλὴν αἴθριος εἶναι δοκεῖ, ὁποῖοι πολλοὶ φαίνονται, ἐν ᾧ ἔθυον Διῒ ἐφόρῳ τοῦ ἕρκους, ὅ ἐστι τοῦ περὶ αὐλὴν τειχίου, ὥς περ αὖ πάλιν ἐν τῇ κατ' οἶκον ἑστίᾳ Διῒ ἐγίνοντο θυσίαι, ὃν οἱ μὲν ἄλλοι ἐφέστιον, Ἡρόδοτος δὲ Ἰωνικῶς λέγει ἐπίστιον, τὸν αὐτὸν ὄντα τῷ ἑστιούχῳ. καὶ ἔστι τὸ ἑρκεῖος ὅμοιον τῷ ἑταιρεῖος κατὰ τὴν γραφὴν τῆς παραληγούσης, ὡς ἀπὸ τοῦ ἕρκος ἕρκεος ἑρκέϊος ἑρκεῖος, καθὰ Κέϊος Κεῖος ἀπὸ Κέω τῆς νήσου. χρῆσις δὲ ἑρκείου Διὸς καὶ παρὰ Σοφοκλεῖ, ἔνθα ἑρκεῖον Δία ἐκεῖνος τοὺς ἐν οἴκῳ πάντας δηλοῖ. Σημείωσαι δὲ ὅτι κοινῶς μὲν δοκεῖ ὡς ὁ ἑρκεῖος Ζεὺς, οὕτως εἶναι καὶ ἑταιρεῖος. ὁ δὲ τεχνικὸς καινότερον προπαροξύνει αὐτὸν, γράψας οὕτω ῥητῶς· ὡς ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ, καὶ ἀβέλτερος ἀβελτέρειος ὁ μωρὸς, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας. (ῃερς. 340.) Γλαφυρὴ δὲ νῦν φόρμιγξ ἡ κοίλη. καὶ ἔστι τοῦτο αὕτη κυρίως λεγομένη ἤ περ ἡ ναῦς καὶ τὸ σπήλαιον. (ῃερς. 345.) Τὸ δὲ, αὐτῷ τοι μετόπισθεν ἄχος ἔσσεται, ὁμολογούμενον εἶναι δηλοῖ κακὸν τὸ τὸν ἀοιδὸν ἀνελεῖν. διό περ, εἰ καὶ ὁ Προμηθεὺς νῦν διδάξει, ἀλλ' ὁ Ἐπιμηθεὺς μετόπισθεν μαθεῖν ποιήσει τὸ κακῶς πραχθέν. (ῃερς. 351.) Τὸ δὲ, οὐ χατίζων, σεμνοποιεῖ τὸν ἀοιδὸν ὡς οἷα πλούσιον ἢ ἄλλως ἀνενδεῆ καὶ μὴ δημιοεργὸν, ὁποῖός τις πρὸ τούτων Θέσπις ἀοιδὸς ἐλέγετο, οἵους βροτοὶ καλοῦσιν ἑτέρωθενμισθούμενοι δηλαδή. (ῃερς. 352.) Τὸ δὲ πωλεύμην ἀντὶ τοῦ συνανεστρεφόμην ἐκτείνει συνήθως τὸ ˉω, εἰ καὶ τὸ πολεύειν πρὸ ὀλίγων συνέστελλε τὴν ἄρχουσαν ἐν τῷ, Ἰθάκης κατὰ ἄστυ πολεύειν, ὥς περ καὶ τὸ ἀμφιπολεύειν. Τὸ δέ, μετὰ δαῖτα, ἢ ἀντὶ τοῦ κατὰ εὐωχίαν ἢ μᾶλλον διὰ δαῖτα, ἵνα λέγῃ ὅτι οὐκ ἠρχόμην ἐς σὸν δόμον ἀεισόμενος τοῖς μνηστῆρσι διὰ τὸ φαγεῖν, ἀλλ' ὅτι με ἦγον ἀνάγκῃ· ὃ καὶ αὐτὸς ὁ ποιητὴς ἐν ἀρχῇ τοῦ βιβλίου φθάσας ἐπεσημήνατο. (ῃερς. 353.) Κρέσσονες δὲ καὶ νῦν οἱ ἰσχυρότεροι καὶ κατὰ βίαν ἐπικρατέστεροι. δόξαν δὲ οὕτως Ὁμήρῳ κρέσσονας ἔφη ἀπελεύσει τοῦ ἰῶτα τοὺς κρείσσονας, ὥς πέρ τινες ἕτεροι κάῤῥονας φασὶ τοὺς αὐτούς. ἄλλοι δὲ πρωτότυπον εἰδότες τοῦ κρείσσονος τὸν κράσσονα γράφουσιν οὕτω· κρατὺς τὸ πρῶτον· εἶτα τύπος δεύτερος κατὰ σύγκρισιν κρατύτερος· τρίτος δὲ κρέσσων, καὶ παρενθέσει τοῦ ἰῶτα κρείσσων. οἱ δ' αὐτοὶ καὶ περὶ τοῦ μείζων παραδιδόασιν οὕτω· μέγας, ἐξ οὗ πρῶτος τύπος συγκριτικὸς μεγάτερος, δεύτερος μεγίων, τρίτος μέσσων, καὶ Βοιωτικῶς μέζων· Βοιωτοὶ γὰρ τὰ δύο σίγμα εἰς ζῆτα καὶ αὐτοὶ τρέπουσι· καὶ ἐπελεύσει τοῦ ἰῶτα, μείζων. καὶ οὕτω μὲν αὐτοί. Ὅτι δὲ καὶ παρὰ τὸ μὴ ἵζειν δοκεῖ γίνεσθαι ὁ μείζων, ὡς καὶ παρὰ τὸ μὴ γῇ ἐγγίζειν ὁ μέγας, ἀλλαχοῦ δηλοῦται. (ῃερς. 356.) Τὸ δὲ, οὔταε χαλκῷ, τὸ ἐντελές ἐστι τοῦ προγραφέντος οὖτα. διὸ βραχυκαταληκτεῖ ἐκεῖνο ἀεὶ ὡς δακτύλου ἔχον παραλήγουσαν. (ῃερς. 362.) Πεπτηὼς δὲ ὁ κατεπτηχὼς καὶ διὰ δειλίαν συνεσταλμένος, ὃς καὶ πεπτεὼς κατὰ συστολὴν τῆς παραληγούσης κεῖται μετ' ὀλίγα ἐν τῇ τῶν ἰχθύων παραβολῇ. (ῃερς.

Intertext edge

Open linked passage

Note