Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
304.1.1
) Ὅτι ἀναμενεῖ μὲν ἐξανάγκης Ὀδυσσεὺς τὴν τοῦ υἱοῦ ἐπάνοδον, ὅμως δὲ συβώτεω πειρητίζων, τουτέστιν ἀποπειρώμενος, εἴ περ αὐτὸν ἔτι φιλέοι μεῖναί τε κελεύοι αὐτοῦ ἐνὶ σταθμῷ ἢ ὀτρύνειε πόλινδε, φησὶν, ὅτι ἕωθεν ἐθέλω εἰς ἄστυ ἀπελθεῖν πτωχεύσων, ἤγουν ἐπαιτήσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. (ῃερς.
304.1.2
) Δακρύειν δὲ τὸν Ὀδυσσέα πλάττει οὐκ ἀπιθάνως ὁ ποιητὴς ἐν τοιούτῳ τόπῳ τῆς κατὰ τὸν Ἄργον διηγήσεως, ἐπεὶ καὶ ἄλλως ἑτοιμόδακρυ τὸ ἡρωϊκὸν φῦλον. καὶ ἡ παροιμία δὲ, ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες, φησίν. (ῃερς. 292.) Ἰστέον δὲ ὅτι κύων Ὀδυσσέως κοινότερον ὁ Ἄργος λέγεται, ὡς εἰ καὶ κτῆμά τι, οἷον, ἂν δὲ κύων ἌργοὈδυσσῆος· καὶ μετ' ὀλίγα, καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. οὕτω καὶ βόες Γηρυόνου λέγονται καὶ Ἀχιλλέως ἵπποι καὶ ὅσα τοιαῦτα. ὅθεν λαβόντες οἱ πολλοὶ καὶ ἄνθρωπόν τινα τοῦ δεῖνος φασί. (ῃερς. 291.) Τὸ δὲ ἀνέσχε κεφαλὴν ἐγρηγόρσεως σημεῖον, ὥς περ αὖ πάλιν ἀνέσεως φιλικῆς τὸ οὔατα καββαλεῖν ἄμφω, καθὰ εἴρηται. (ῃερς. 293.) Τὸ δὲ ἀπόνητο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀρχαῖον ἐστὶν Ἀττικόν. τὸ γὰρ ἀπώνατο ὕστερον. (ῃερς. 295.) Αἶγας δὲ ἀγροτέρας πρὸς διαστολὴν τῶν ἡμέρων φησὶν, ἵνα εἶεν, ὡς ἐκ τοῦ ἀγρὸς ὁ ἄγριος κατὰ τὸ Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἀγρότεραι ἀγριώτεραι. οὐκ ἄδηλον δὲ ὅτι καὶ ἐλάφους ἀγροτέρας οἶδεν ὁ ποιητὴς, καὶ ἡμιόνους δὲ, ὡς ἡ Ἰλιὰς δηλοῖ. ἡ δὲ Ἀττικὴ ἱστορία καὶ Ἄρτεμιν ἀγροτέραν παραδίδωσιν, ὡς καὶ ἡ κωμῳδία δεδήλωκε. Πρόκες δέ, φασι, δορκάδων εἶδος, ἢ ἐλάφων ἔκγονα νεογνὰ παρὰ τὸ προκίειν, ἢ παρὰ τὸ προΐξεσθαι. ὅθεν ἡ πρόξ· ταχεῖα γάρ. ὁ δὲ λαγωὸς εἰ μὲν ἐκ τοῦ λαγὼς ἐκτεταμένου δισυλλάβου γίνεται, πλεονασμὸν ἔχει τοῦ ˉο μικροῦ· εἰ δ' ἐκ τοῦ ἑτέρου τοῦ συστέλλοντος τὴν λήγουσαν, ἐπεντεθῆναι δοκεῖ τὸ μέγα ˉω πρὸς ἀναλογίαν τοῦ κολωὸς καὶ τῶν ὁμοίων. φασὶ δὲ Ἰωνικὸν εἶναι τὸ λαγὼς δισύλλαβον μακροκατάληκτον, οἱ δ' ἄλλοι λαγὸν, δηλαδὴ διὰ τοῦ ˉο μικροῦ, ὡς ἀπὸ τοῦ λάω τὸ βλέπω. καὶ εἰσὶ καὶ πληθυντικὰτούτου, ὡς δηλοῖ Ἀθήναιος. ἐκ δὲ τοῦ τοιούτου καὶ Λάγος τὸ κύριον, ὁμοίως τῷ, ἀργὸς Ἄργος. Ὅμηρος δέ, φασι, λαγωὸν λέγει ἴσως διὰ τὸ μέτρον. ἔστι δὲ καὶ θαλάσσιος λαγώς. λέγεται δὲ καὶ κρέα λαγῷα μὲν παρὰ τὸν ἐκτεταμένον λαγὼν, λάγεια δὲ παρὰ τὸν ἕτερον. οὐ γίνεσθαι δέ φασιν ἐν Ἰθάκῃ λαγωόν. διὸ καὶ τὴν ῥηθεῖσαν θήραν αἰγῶν καὶ προκῶν καὶ λαγωῶν κατὰ τὴν ἀντικρὺ ἤπειρον ἐθέλουσι γίνεσθαι οἱ παλαιοί. συντρέχει δὲ τῷ τοιούτῳ λόγῳ καὶ Ἀριστοτέλης ἱστορήσας, ὡς ἐν Ἰθάκῃ οἱ δασύποδες κομισθέντες καὶ ἀφέντες οὐ δύνανται ζῆν, ἀλλὰ φαίνονται τεθνεῶτες πρὸς τῇ θαλάσσῃ, ἐστραμμένοι ὅπου ἂν εἰσαχθῶσι. καὶ εἴη ἂν ἡ τῆς Ἰθάκης γῆ ἄλλως ἔχουσα ἤ περ ἡ κατὰ τὴν Κάρπαθον. ἐκείνη γὰρ λαγωτροφεῖ, ὡς δηλοῖ καὶ παροιμία ἡ λέγουσα, ὁ Καρπάθιος τὸν λαγωὸν, ἐλλιπῶς αὐτὴ προηγμένη· βούλεται γὰρ εἰπεῖν, ὅτι ὁ Καρπάθιος ἐπὶ κακῷ οἰκείῳ λαγωοὺς τῇ κατ' αὐτὸν ἐπεισήγαγε νήσῳ, καθάπερ ἡ ἱστορία λέγει. Ὅτι δὲ ὁ λαγὼς οὐ μόνον καὶ πτὼξ καὶ δασύπους λέγεται κοινῶς, ἀλλὰ καὶ ταχίνας εὕρηται παρὰ Λακεδαιμονίοις ἀπὸ τοῦ φυσικοῦ, οἱ παλαιοὶ γράφουσι. παρ' οἷς καὶ ὡς οἷον πατρωνυμικὸν ὁ λαγιδὴς, ὡς καὶ πελαργιδὴς ὁ τοῦ πελαργοῦ γόνος, καὶ λυκιδὴς ὁ τοῦ λύκου. οὕτω δὲ καὶ ἀλεκτοριδής, φασι, καὶ χηνιδὴς, καὶ περδικιδὴς, καὶ ἄλλα. εἰς λαγὸν δὲ μέγαν ἑψημένον ἔπαιξέ, φασι, Σιμωνίδης τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο· οἷα μὴ φθάσαντα παρατεθῆναι αὐτῷ ἐν τῷ δειπνεῖν παρὰ Ἱέρωνι. ἦν δὲ ἡ παρῳδία ἐξ Ὁμήρου, εἰπόντος τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν, ὁ αἰγιαλὸς δηλαδὴ, πάσας ἐχώρησε τὰς νῆας. (ῃερς. 296.) Ἀπόθεστος δὲ ὁ ἀφίλητος καὶ ἀτημέλητος, ἐκ τοῦ ποθῶ ποθέσω, περὶ οὗ προδεδήλωται. (ῃερς. 297.) Κόπρος δὲ ἐπὶ ἄλλων ζῴων δίχα συῶν; ὡς δηλοῖ ὁ γράψας· ὑπέλεθρος, ὑὸς ἀπόπατος. (ῃερς. 298.) Τὸ δὲ, ὄφρ' ἂν ἄγοιεν ἀντὶ τοῦ φέροιεν. Τέμενος δὲ ἀνθρώπινον συνήθως κἀνταῦθα. οὐ γὰρ δή που θεῖον τὸ κοπρούμενον διὰ καρποτρόφον πιότητα. ἡ δὲ τῆς κόπρου ἀπόθεσις τῆς τε τῶν ἡμιόνων καὶ τῶν βοῶν, ἤδη δέ που καὶ ἑτέρων ζῴων, ὡς δι' αὐτῆς κοπρῆσαι, ὅ ἐστι κοπρεῦσαι ἤτοι κόπρον ἐπιβαλεῖν τοῖς τοῦ Ὀδυσσέως χωρίοις, κατὰ βιωτικὴν οἰκονομίαν παρέῤῥιπται, εἰωθότος τοῦ ποιητοῦ πολλαχοῦ καὶ τοιαῦτα ποιεῖν. (ῃερς.