Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
305.1.1
) Τὸ δὲ ἐρεείνετο ἐνεργητικῶς τὰ πλείω ἐρέεινε λέγεται. (ῃερς. 307.) Τὸ δὲ, οὐ σάφα οἶδα, μέσως εἶπεν ὁ ῥήτωρ ξένος· ἢ γὰρ φαινομένως ὅτι ὁ μὲν τοῦ εἴδους χαρακτὴρ σημαίνει καὶ ταχὺν εἶναι τοῦτον, ἐγὼ δὲ οὐκ οἶδα σαφῶς, ἢ καὶ ἀληθῶς ὅτι οὐ μέμνημαι σαφῶς, εἴ περ ἀγαθὸς ἦν θηρεύειν· φθάσας γὰρ ἀπῆλθον εἰς Ἴλιον μηδὲν τοῦ Ἄργου ἀπονάμενος. (ῃερς. 308.) Τὸ δὲ ἐπὶ εἴδεϊ τῷδε, δηλοῖ καλὸν εἶναι τῷ ἀγαθῷ εἴδει παρεῖναι καὶ ἐνέργειαν. διὸ καὶ ἐν τοῖς ἑξῆς σκώπτεται ἀνὴρ, ᾧ ἐπ' εἴδεϊ μὴ καὶ φρένες εἰσί. (ῃερς. 309.) Τραπεζεὺς δὲ κύων καὶ νῦν ὁ μὴ ἐκ τοῦ ἀγρεύειν ζῶν, ἀλλ' ἐκ τῶν περὶ τράπεζαν. ἔθος δὲ τοῖς εὐπόροις καὶ τοιούτους τρέφειν ἀγλαΐης φησὶν ἕνεκα κατά τι καὶ αὐτὸ μεγαλοπρεπές. τοιοῦτοι δὲ ἴσως καὶ τῷ Τηλεμάχῳ ἦσαν ἀκολουθοῦντες ἐν τοῖς πρὸ τούτων. (ῃερς. 310.) Τὸ δὲ κομέουσι καὶ ὅλως τὸ κομεῖν πολλαχοῦ φαίνεται ὅτι καὶ κομίζειν λέγεται· ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια. (ῃερς. 313.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, δέμας ἠδὲ καὶ ἔργα, ἐπὶ κυνὸς ἔφη ἔργα, οὐ συνήθως εἰπών. κυρίως γὰρ ἐπὶ ἀνθρώπων τὸ ἔργον ὥς περ καὶ ἡ πρᾶξις· διὸ καὶ ἐπὶ γυναικὸς κεῖται ἐν τῷ, οὐδέμας οὐδὲ φυὴν οὔτ' ἂρ φρένας οὔτε τι ἔργα. (ῃερς. 315.) Τὸ δὲ ταχυτῆτα καὶ ἀλκὴν, ἀρετὴν προσμαρτύρεται τῷ Ἄργῳ, ἣν οὐκ ἂν ἔχοι τραπεζεὺς, οὐδὲ μὴν ἅπας εὐγενὴς κύων· ὧν οἱ μὲν ταχεῖς μόνον, οἱ δὲ μόνον ἄλκιμοι, αὐτὸς δὲ καὶ ἄμφω. τρίτον δὲ αὐτῷ καὶ τέταρτον ἐπικόσμημα ἴχνη τε ἐρευνᾶν εἰδέναι, καὶ εἶδος ἔχειν καλόν. οὐκ ἂν δὲ τούτων μεμνημένος κλαύσοι Ὀδυσσεὺς, παιδαριῶδες γὰρ τοῦτό γε, ἀλλ' ἐπῆλθεν αὐτῷ δακρῦσαι, ἀγαπήσαντι, ὡς εἰκὸς, εἴ περ ὁ μὲν Ἄργος μνήμην τοῦ δεσπότου ἔσωζεν ἀγαθὴν, τοῦ δ' ὑπ' αὐτὸν λαοῦ οἱ πλείους ἄλλως διέκειντο. Σημείωσαι δὲ, ὡς εἰ καὶ ἐπίσημα κυνῶν παραδέδονται γένη, Ἰνδοὶ, Ὑρκανοὶ, Μολοσσοὶ, πρὸς δὲ ἄλλοις καὶ Λακωνικοὶ, ὡς Πίνδαρος οἶδεν, εἰπὼν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέφειν πυκινώτατον ἑρπετὸν, ὅμως ἡ φύσις καὶ ἐν τοῖς ἄλλοις ἅπασι τόποις διασπείρει κύνας ἀγαθοὺς, ὁποῖός τις καὶ ὁ Ἄργος. Ὅτι δὲ φιλάνθρωπον φύσει ζῷον ὁ κύων, διὸ καὶ τὴν κλῆσιν ἔσχεν ἀπὸ τοῦ κύειν, ὅ ἐστι φιλεῖν, δῆλον ἐστίν. εἰ δὲ καὶ οὕτω φιλητικὸν τὸ γένος μεμαρτύρηται, ἀλλὰ διὰ τὸ κατ' αὐτοὺς ἀναιδὲς διαβάλλεσθαι δίδωσι τοὺς αὐθάδεις. ἐντεῦθεν γὰρ ἐπ' ἀνθρώπων κύνεον ἦθος λέγεται· καὶ κυνάμυια σκώπτεται ἡ θρασεῖα γυνή· καὶ κύων ἀδεὴς ἡ αὐτὴ λέγεται. τρόπον δὲ ἄλλον ἄμφω ταῦτα τὸν κυνικὸν φιλόσοφον ἐμεθώδευσαν, ὃς ἐφίλει τε τοὺς ὀρθὰ πεπαιδευμένους ὑποσαίνων καὶ οἷον κνυζώμενος εὐνοϊκώτερον, καὶ αὖ πάλιν καθυλάκτει τῶν ἑτέρως διακειμένων. ἐκεῖθεν κύων τροπικῶς καὶ ὁ κατὰ θάλασσαν ἄγριος ὢν, ὡσεὶ καὶ κύνες Εὐμαίου, οἳ μικροῦ τὸν ἀλήτην Ὀδυσσέα κατεσπάραξαν. τοιαύτη δέ τις τροπὴ καὶ ἡ κατὰ τὸν οὐράνιον κύνα, ὃν τολμήσοι ἄν τις καὶ λυσσητῆρα σκῶψαι διὰ τὸ ἐν τῇ κατ' αὐτὸν ἐπιτολῇ πολὺ Ὁμηρικῶς εἰπεῖν φλέγμα, ἔτι δὲ ὁμοίως φάναι, πυρετόν. ὡς δὲ κύων καὶ τῇ κωμῳδίᾳ ἐνέτηξε σκῶμμα γυναικεῖον, τὴν εἰρημένην κύνειραν ἤγουν τὴν τὸν κύνα εἰρύουσαν, ὅ πέρ ἐστιν ἐφελκομένην, ὃν δὴ κύνα χοῖρον ἄλλη κωμῳδία φησὶ, παλαιὰ χρῆσις δηλοῖ, ἐμφαίνουσα πρὸς ὁμοιότητα τοῦ κυνόσουρα εἰρῆσθαι καὶ τὸ κύνειρα. ἔτι ἀπὸ κυνὸς λέγεται συντεθεῖσθαι παρὰ Σοφοκλεῖ καὶ ἡ κύναρος ἄκανθα, ἡ καὶ κυνάρα, διὰ τοῦ ˉυ ψιλοῦ, ἣν ἡ κοινὴ γλῶσσα κυνόσβατον ἐν λέξει μιᾷ ἢ κυνὸς βάτον ἐν παραθέσει ὀνομάζειν οἶδεν. αἰνιττόμενος δέ τις εἶπεν αὐτὴν, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ ἱστορεῖ, ξυλίνην κύνα διὰ τὸ ἀκανθῶδες τοῦ φυτοῦ καὶ τραχύ. ὁ δ' αὐτὸς προσιστορεῖ καὶ ὅτι χρησμὸν λαβών τις οἰκίζειν πόλιν, ἔνθα ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισεν ἐκεῖ πόλιν. δῆλον δ' ὅτι βάτου εἶδος καὶ ἡ κυνόσβατος αὕτη. ἧς ἡ βραχυτέρα σμίλαξ ὑπὸ τῶν κοινολεκτούντων λέγεται, ἄλλη αὐτὴ οὖσα παρὰ τὴν δίχα τοῦ σίγμα παρὰ τῷ κωμικῷ μίλακα· ἐκείνη γὰρ βοτάνη ἐστὶν, ᾗ κατὰ τὸν τεχνικὸν τὸ μίλινον χρῶμα παρονομάζεται· καὶ τοιαύτη μὲν ἡ διὰ τοῦ ˉυ κυνάρα ἢ κύναρος, ἡ κατὰ τὸ ἔτυμον τοῦ ὀνόματος κυνὸς ἀρὰν, ὅ πέρ ἐστι βλάβην, ἐνιεῖσα· ἡ δὲ διὰ τοῦ ἰῶτα κινάρα ἑτεροίως ἔχει· τοιαύτην γάρ φασι κάκτον λεγομένην ὑπὸ Ῥωμαίων μὲν καλεῖσθαι κάρδον, ὑπὸ Ἑλλήνων δὲ κινάραν. Ὅτι δὲἐδώδιμος αὕτη, δηλοῖ, φασὶ, βασιλεὺς Πτολεμαῖος ὁ εὐεργέτης, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, λέγων ὡς περὶ Βερενίκην πόλιν Λιβύης, περὶ ἣν καὶ ποταμὸς ῥέει Λήθων καλούμενος, πολλῆς κινάρας φυομένης, οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι συνεχρῶντο, καὶ ἡμῖν προσέφερον ψιλοῦντες τῶν ἀκάνθων. Καὶ ὅρα τὸ, ψιλοῦντες τῶν ἀκάνθων, ἐξ οὗ φαίνεται μὴ αὐτόχρημα κάκτον εἶναι τὴν ἐν τοῖς ἄρτι λεγομένην κινάραν· αὕτη γὰρ οὐχ' οὕτω τραχύνεται πάνυ ἀκάνθαις· εἰκὸς δὲ καὶ τὴν διὰ τοῦ ἰῶτα κινάραν ἐκ τῆς διὰ τοῦ ˉυ ψιλοῦ γραφομένης τετράφθαι πρὸς ἀποφυγὴν συνεμπτώσεως, ὃ δὴ καὶ ἐπὶ σικυοῦ γίνεται. εἰ γὰρ ὥς περ ἡ συκῆ παρὰ τὸ σύειν καὶ κίειν, ὅ πέρ ἐστιν ὁρμᾶσθαι, οὕτω κατὰ τοὺς παλαιοὺς καὶ ὁ σικυὸς ἐτράπη καὶ ἐπ' αὐτοῦ τὸ ˉυ εἰς ἰῶτα, διὰ τὸ ἀσυνέμπτωτον, ἵνα μὴ καὶ τῷ σικυῷ σύκου ἐμφαίνηταί τι. (ῃερς. 310.) Τὸ δὲ ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες, ἤγουν οἱ ἁπλῶς οἰκοδεσπόται, μὴ φειδόμενοι σίτου, εἰπεῖν καθ' Ἡσίοδον, δηλοῖ ὡς οὐ μόνον κύνες θηρατικοὶ ἐσπουδάζοντο καὶ ἄλλως δὲ οἴκου δραστήριοι φύλακες, ἀλλὰ καὶ οἵους ὁ Ὀδυσσεὺς λαλεῖ. παρὰ δέ γε τοῖς ὕστερον κατὰ τὸν τοῦ Ἀθηναίου λόγον καὶ κυνάρια μελιταῖα ἐν λόγῳ γεγόνασιν. οἱ δὲ νῦν χαίρουσιν, εἴ περ εἶεν αὐτοῖς κυνίδια καὶ μυαρίων βραχύτερα. (ῃερς. 316.) Τὸ δὲ βαθείης βένθεσιν ὕλης, δοκεῖ παρηνέχθαι ἀπὸ τοῦ, βαθείης βένθεσι λίμνης, ὡς μὴ μόνον ἐπὶ ὕδατος τὸ βένθος λέγεσθαι καὶ τὸ βάθος, ἀλλ' ἰδοὺ καὶ ἐπὶ ξυλόχου καὶ πολλοῦ δάσους. ἔστι δὲ καὶ ἐπὶ στρατηγικῆς ἐκτάξεως βάθος. ὑπονοεῖται δὲ καὶ ἐπὶ μεγέθους πόλεως, ὡς δηλοῖ τὸ, κατέδυ Τρώωνπόλιν εὐρυάγυιαν. ἐπὶ βάθους γὰρ τὸ καταδῦναι. (ῃερς. 317.) Κνώδαλον δὲ νῦν τὸ χερσαῖον παρὰ τὸ ὑπὸ κυνῶν ἁλίσκεσθαι. ὅτε δὲ καὶ ἐπὶ θαλασσίου θηρίου κνώσσοντος ἐν τῇ ἁλῒ λέγεται ἡ λέξις, κοινὸν τότε τὸ βένθεσιν· ἐν βένθεσι γὰρ τὰ κνώδαλα. Τὸ δὲ ὅ, ττι ἴδοιτο, κρεῖττον φασὶ γράφειν δίοιτο, ἵνα λέγῃ, ὡς οὐκ ἐξέφευγεν αὐτὸν θηρίον, ὅ περ ἂν δίοιτο, τουτέστι διώκοι· οὗ καὶ ἀπαρέμφατον ἐν τοῖς ἑξῆς τὸ δίεσθαι. τὸ γὰρ ἴδοιτο περιαιρεῖ κυνὸς τὴν ἰχνευτικήν, φασιν, αἴσθησιν· ὁ γὰρ τοιοῦτος ῥινηλατῶν ἐνεργεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου ῥινηλατεῖν τοῦ ἀπορθοῦντος τοὺς κύνας δοκεῖ ῥινᾶν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, λέγεσθαι τὸ ἐξαπατᾶν, ὅτε δηλαδὴ αἱ ῥῖνες ἀπατήσουσι κύνα. φέρει δὲ χρῆσιν τῆς λέξεως ταύτης ἐκ Μενάνδρου Αἴλιος Διονύσιος, τὸ, ἔγω γ' ἐπίσταμαι ῥινᾶν. (ῃερς.