Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
306.1.1
) Τὸ δὲ Ἐπήριτος ταυτόν πώς ἐστι τῷ περιμάχητος ἀπὸ τοῦ ἐρίζω, ἐπεὶ πᾶσιν ἔμελλε καὶ ἐπίστροφος ἦν ἀνθρώπων Ὀδυσσεὺς, ἢ καὶ ὅτι τὴν ἀγαθὴν ὑπέτρεφεν ἔριν. Ἰστέον δὲ ὅτι κατὰ ἀναλογίαν ἐπήριστος ὤφειλεν εἶναι ὁμοίως τῷ ἀμφήριστος, ἀπήγαγε δὲ τὸ σίγμα διὰ χρείαν δακτύλου. ὃ γίνεται καὶ ἐν τῷ, νήρθιτον ὄρος, καὶ εὔκτιτον καὶ εὐκτιμένην καὶ ἐν ἄλλοις. καὶ τοιοῦτος μὲν ὁ πλαστὸς οὗτος Ἐπήριτος. ὁ μέντοι γε παρὰ τοῖς ὕστερον ἐπίῤῥητος διὰ προπαραλήγοντος ἰῶτα καὶ παραλήγοντος ˉη καὶ διπλασμοῦ τοῦ ἀμεταβόλου ψόγον δηλοῖ προσώπου, λαμβανόμενος ἀντὶ τοῦ πολύψεκτος. καθ' οὗ πολλὰ ῥητὰ δηλαδὴ, ὡς τῆς ἐπˉι προθέσεως κἀνταῦθα τὴν κατˉα δηλούσης, ἵνα ᾖ ἐπίῤῥητος ὁ κατάῤῥητος. (ῃερς.