Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
307.1.1
) Σικανίαν δὲ τὴν Σικελίαν φασί τινες, περὶ ἣν ἡ πλείων τοῦ Ὀδυσσέως προπέφηνε πλάνη γενέσθαι. διὸ καὶ Ὀδυσσεὺς ἄρτι οὐκ ἀφυῶς αὐτῆς μέμνηται. ἣν δὴ Σικανίαν οἰκίσαι καὶ καλέσαι λέγεται Ἴβηρες ἐλθόντες ἀπὸ Σικανοῦ ποταμοῦ. Διόδωρος δέ που τῶν δεκάτων βιβλίων εἰπὼν περί τε Σικελῶν καὶ Σικανῶν, διαφορὰν οἶδεν, ὡς καὶ προεῤῥέθη, Σικελοῦ καὶ Σικανοῦ. οἱ δὲ μεθ' Ὅμηρον καὶ Σικελοῦ καὶ Σικελιώτου διαφορὰν οἴδασι· Σικελὸς μὲν γάρ, φασιν, ὁ ἐν Σικελίᾳ βάρβαρος, οὗ θηλυκὸν ἡ Σικελὴ γραῦς· Σικελιώτης δὲ ὁ ἀπὸ Ἑλληνίδων πόλεων μετοικίσας ἐκεῖ. οὕτω δὲ καὶ Ἰταλοὶ μὲν οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες, Ἰταλιῶται δὲ ὅσοι τῶν Ἑλλήνων ἀπῳκίσθησαν μετὰταῦτα ἐκεῖ. (ῃερς. 311.) Ὅτι ἀγαθὴν πομπὴν ξένου δηλοῖ τὸ, ἐσθλοὶ ἦσαν ὄρνιθες ἰόντι δεξιοὶ, οἷς χαίρων ἐγὼν ἀπέπεμπον ἐκεῖνον, χαῖρε δὲ κεῖνος ἰὼν, θυμὸς δέ τι ἡμῖν ἐώλπει (ῃερς. 314.) μίξεσθαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν, ἤγουν δοῦναι ἀπὸ τοῦ διδῶ διδώσω πρωτοτύπου, ἐξ οὗ τὸ δίδωμι. (ῃερς. 311.) Ὄρνιθες δὲ καὶ νῦν, τουτέστιν οἰωνοὶ, οἳ τὸ μέλλον δηλοῦντες. δεξιοὶ δὲ ὄρνιθες εἰπεῖν καὶ ἐσθλοὶ ταυτόν ἐστι. (ῃερς. 312.) Τοῦ δὲ ἀποπέμπειν οὐκ ἔστι καιριωτέραν λέξιν ἐπὶ τῶν τοιούτων εἰπεῖν. (ῃερς. 313.) Τοῦ δὲ ἧμιν ἡ προπερίσπασις ἤδη σαφῶς προδεδήλωται. (ῃερς. 314.) Τὸ δὲ, μίξεσθαι ξενίῃ, πρὸς διαστολὴν μὲν κεῖται τοῦ φιλότητι μίξεσθαι καὶ τῶν τοιούτων· περίφρασις δέ ἐστι τοῦ ξενισθῆναι. (ῃερς. 315.) Ὅτι λύπης καὶ ἀγωνίας ἐνδεικτικὸν τὸ, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα καὶ ἑξῆς, ὡς προγέγραπται. (ῃερς. 316.) ἔνθα καὶ κόνιν αἰθαλόεσσαν λέγει τὴν ξηρὰν καὶ ὁποία τις ἐκ τῶν αἰθομένων σωμάτων γένοιτ' ἄν. (ῃερς. 318.) τοῦτο δέ, φησιν, ὠρίνετο θυμὸς ἀνὰ ῥῖνα δέ οἱ ἤδη (ῃερς. 319.) δριμὺ μένος προὔτυψεν, ἤγουν προενέπεσε ταῖς ῥισίν. ὃ δὴ προπάσχει ὡς ταπολλὰ ὁ μέλλων δακρύειν. ἡ δὲ λέξις τοῦ προτύπτειν καὶ ἐν Ἰλιάδι, πλὴν πολεμικὴ, ὡς δηλοῖ τὸ, Τρῶες δὲ προὔτυψαν. καὶ ἄλλως δὲ νῦν προτύψαι τὸ μὴ ἐντός που τύψαι, ἀλλὰ πρὸ τοῦ ἀκρωτηρίου τῆς ῥινός. (ῃερς. 321.) Ὅτι ὁ ψηλαφηθεὶς καὶ εὑρεθεὶς ὑπὸ παλαιοτέρου τινὸς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως πρὸς τὸν πατέρα· ἐκεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγὼ, πάτερ, ἤλυθον. (ῃερς. 323.) Παράκλησις δὲ τοῦ μὴ κλαίειν τὸ, ἀλλ' ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. (ῃερς. 325. σθ.) Ὅτι δεικνὺς ὁ ποιητὴς, ὡς ἐν καιρῷ κατεπείγοντι βραχυλογεῖν χρὴ, δυσὶ στίχοις ἐνταῦθα περιλαμβάνει τὰ κατὰ τοὺς μνηστῆρας· ἔνθα πλάσας εἰπόντα τὸν Ὀδυσσέα, ὅτι μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα, προστίθησι καὶ τὴν τῆς ἄγαν συντομίας αἰτίαν φάμενος· (ῃερς. 324.) ἐκ γάρ τοι ἐρέω, μάλα δὲ χρὴ σπευδέμεν. τοῦτο δὲ ἢ διὰ τὸ καραδοκεῖσθαι πόλεμον ἐκ τῶν Ἰθακησίων αὐτίκα νῦν ἢ καὶ διότι αὐτὸς ὁ ποιητὴς σπεύδει τελευτὴν ἤδη ἐπιθεῖναι οἷς ἐνταῦθα ποιεῖ. (ῃερς. 329– 352.) Ὅτι Λαέρτου ζητήσαντος ἐξ Ὀδυσσέως σῆμά τι ἀριφραδὲς ὄφρα, φησὶ, πεποίθω, (ῃερς. 331.) πρῶτον μὲν τὴν οὐλὴν τὸ μέγα παράσημον ἀπεγύμνωσεν, ἐπιτεμὼν τὸ κατ' αὐτὴν προῤῥηθὲν μακρὸν διήγημα ἐν στίχοις ἐνταῦθα τέτταρσιν. εἶτα καθάπερ τῇ γυναικὶ οὕτω καὶ τῷ πατρὶ ἰδιαίτατόν τι γνώρισμα παραδεικνὺς οἰκεῖον τῷ τόπῳ, περὶ ὃν ἄρτι εὕρηται, ἀπαριθμεῖται καὶ δένδρα τῷ Λαέρτῃ, ἅ μοί ποτέ, φησιν, ἔδωκας, ἐγὼ δ' ᾔτεόν σε ἕκαστα, ὡς εἰκὸς, παιδνὸς ἐὼν κατὰ κῆπον ἐπισπόμενος, διὰ δ' αὐτῶν ἱκνεύμεσθα, ἤγουν διὰ τῶν τοιούτων δένδρων ἐπορευόμεθα ὡς καὶ ἰδεῖν με αὐτὰ καὶ οὕτω μεμνῆσθαι αὐτῶν. σὺ δ' ὠνόμασάς, φησι, καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντα, ὄρχους δέ μοι ὧδ' ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην, τουτέστιν ἦν πλεονασμῷ καὶ νῦν τοῦ ἑνὸς ἦτα. ἔνθα δ' ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν, ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθε. καὶ οὕτω μὲν Ὀδυσσεύς. τοῦ δὲ γέροντος αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς καὶ προεγράφη, σήματα ἀναγνόντος, ἤγουν ἀναγνωρίσαντος, ἀναμνησθέντος. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε, ὅ περ ἐπὶ τῆς γυναικὸς ἔφη· ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλε. τὸν δὲ προτὶ οἷ, ἤγουν πρὸς ἑαυτῷ, εἷλεν ἀποψύχοντα, ὡς εἰκὸς, Ὀδυσσεύς. ἐπεὶ δὲ ἄμπνυτο ἤγουν ἐς φρένας θυμὸς ἀγέρθη, ὃ δὴ θυμηγερέειν ἀλλαχοῦ πέφρασται, τότε δὴ ὁ γέρων ἀναφωνεῖ πάνυ ἐνδιαθέτως ἐν θαύματι τὸ, ἦ ῥα ἔτι ἔστι θεὸς κατὰ τὸν μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλοι ὕβριν ἔτισαν, τουτέστι, ἔστι θεὸς εἴ περ οἱ κακοὶ ἀπώλοντο. ἀποφθεγματικὸν δὲ τοῦτο καὶ πάνυ παιδευτικόν. (ῃερς. 338.) Ἰστέον δὲ ὅτι παιδνὸς μὲν ὁ πάνυ νέος παρὰ τὸ παίζειν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. (ῃερς. 339. 341.) Τὸ δὲ ὀνομάσαι καὶ τὸ ὀνομῆναι εἰς ταυτὸν ἐν τοῖς ῥηθεῖσιν ἦκται. (ῃερς. 340.) Ὄγχναι δὲ κυρίως αἱ καὶ ἀχράδες, ἤγουν δένδρα γεννῶντα τοὺς ἀγρίους ἀπίους. γίνεται δὲ παρὰ τὸ ἄγχειν· ἄγχουσι γάρ πως οἱ ἐκεῖθεν καρποὶ διὰ τὸ ἄγαν στύφον. Τὸ δὲ εἰπεῖν τρισκαίδεκα καὶ ἐπισυνάψαι τὸ, καὶ δέκα, κάλλους ἐστὶν ἐπαναφορικοῦ κατὰ τὸ, Πάτροκλον πρόφασιν ὅ φασιν, ἔτι δὲ καὶ τὰ ὅμοια. Τὸ δὲ τρεισκαίδεκα διὰ διφθόγγου γράφουσι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα πάνυ ἀναλόγως, ἐπεὶ πῶς ἄν τις διὰ διχρόνου γράψοι τὸ, ὄγχνας τρεισκαίδεκα, ὃ διαλυθὲν οὕτως ἂν φράζοιτο· ὄγχνας τρεῖς καὶ δέκα. τὸ δὲ τοιοῦτον τρεῖς οὐκ ἂν ἀμφιβάλοι τις διὰ διφθόγγου γράφεσθαι. Αἱ δὲ μηλέαι πολύν τινα ζητοῦσι λόγον ἐπὶ τοῖς κατ' αὐτάς. ἐπεὶ δὲ μὴ καὶ ἔστι τούτου καιρὸς, ῥητέον γοῦν ὅτι τε συναιρεῖται ἡ μηλέα εἰς μηλῆν κατὰ τὴν συκῆν, καὶ ὅτι ὁ καρπὸς αὐτῶν τὰ μῆλα καὶ ἦλα λέγεται, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. καὶ τοῦτο λέγειν ἱστορεῖται Σέλευκος ἐν γλώσσαις, παρ' ᾧ φέρεται καὶ ταῦτα· βράβηλα ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτά ἐστι, μάδρυα μὲν λεγόμενα ὡς οἷον μαλόδρυα, βράβηλα δὲ κατὰ ἐτυμολογίαν φασὶ καὶ αὐτὸ Δημητρίου τοῦ Ἰξίονος ὡς εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ ὡς οἷον μῆλα. Καὶ ὅρα ἐν τούτοις τὸ μαλόδρυα, ἤγουν Δωρικῶς μηλόδρυα, πρὸς ὁμοιότητα τοῦ ἀκρόδρυα. ἔτι ἐκ τῆς μηλέας καὶ Μηλίδεςαἱ κατὰ Δωριεῖς Μαλίδες νύμφαι, αἳ καὶ τετρασυλλάβως Μαλιάδες κατὰ τὸ, φίττα Μαλιάδες, φίττα Ῥοιαὶ, φίττα Μελίαι, ἐν οἷς νυμφῶν μέν εἰσιν ὀνόματα τὰ θηλυκὰ, τὸ δὲ φίττα ἐπίῤῥημα τάχους δηλωτικὸν, καθὰ καὶ παρὰ Θεοκρίτῳ τὸ σίττα. (ῃερς. 341.) Τὸ δὲ συκέας πρωτότυπόν ἐστι τοῦ συκᾶς εἰπεῖν κατὰ συναίρεσιν. ἔστι δὲ ὥς περ ἀμυγδαλέα ἀμυγδαλῆ κτητικῶς, φασὶ, παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος, οὕτω καὶ συκέα συκῆ διὰ τὸν κατ' αὐτὰς καρπὸν τὰ σῦκα. οὕτω δέ φασι καὶ ῥοδῆ περισπωμένως παρ' Ἀρχιλόχῳ· παρ' ᾧ κεῖται καὶ τὸ, ῥοδῆς καλὸν ἄνθος. ὡς δὲ συκέα μηλέα, οὕτω φασὶ καὶ μορέα ἡ τὰ εἰρημένα ἐν ἄλλοις μόρα φέρουσα· οὐ συναιρεῖται μέντοι κατὰ τὴν συκέαν ἡ μορέα, ὥς περ οὐδὲ ἡ μηλέα. Ἰστέον δὲ καὶ ὅτι τῶν ἰσχάδων κοινῶς καὶ συνήθως ἐπιλεγομένων τοῖς ξηροῖς τῶν σύκων, ὡς ἀπὸ τοῦ ἰσχνάνθαι, οἱ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ ἐλαιῶν τιθέασι, φάμενοι ὅτι τὰς, ὡς ἀλλαχοῦ ἐγράφη, δρυπεπεῖς καὶ γεργιρίμους ἐλάας καὶ ἰσχάδας οἱ παλαιοὶ ἔλεγον, ὡς οἷα σεμνύνοντες αὐτὰς ὀνόματι γλυκερῷ. αἱ δὲ τοιαῦται καὶ τῶν βοτρύων παρέλκουσί τι· τριβεῖσαι γάρ, φασιν, ἐλαῖαι στέμφυλα παρ' Ἀθηναίοις ἐκαλοῦντο, εἴτουν βρύτεα. γέγονε δέ, φασιν, ἡ φωνὴ αὕτη παρὰ τοὺς βότρυς τῶν σταφυλῶν, ὧν εἰσὶ τὰ τοιαῦτα ἐκπιέσματα. εἰ δὲ ἡ συκέα, ὥς περ τὰ σῦκα οὕτω καὶ τὸ συκοφαντεῖν παράγει τὸ χείριστον καὶ φυτὸν καὶ κάρπιμον, ἔτι δὲ καὶ τὸ συκάζειν ἤγουν ἐπηριαστικῶς πιέζειν ἢ τοὺς ὑπευθύνους κατὰ τὸν κωμικὸν ἡ ἑτεροίους τινάς· καὶ παροιμίαν δὲ γεννᾷ τὴν, ὁμοιότερος σύκου, ἐπὶ τῶν πάντῃ παρεοικότων κατ' ὄψιν. φύει δὲ καὶ τὸ, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀχρείων βοηθεῖν. παιδεύει δὲ καὶ διὰ τοῦ ἐρινεασμοῦ, ὡς ἔστι καὶ ἐκ τῶν σμικροτάτων καλόν τι καρποῦσθαι· καθὰ καὶ τῇ συκῇ τὸν γόνον οἱ ἀμυδροὶ ψῆνες περιποιοῦνται, παγιοῦντες τὸν καρπὸν ὡς μὴ καταῤῥέειν. καὶ ὅτι τῷ ζωϊκῷ ἥπατι καὶ μάλιστα τῷ τῶν σιάλων ἐκεῖθεν ἐπῆλθε τὸ συκωτὸν κατὰ παλαιὰν καὶ τέχνην καὶ ἱστορίαν. καὶ ὅτι ἀγλευκεῖ πάθει τῷ κατὰ τοὺς ὀφθαλμοὺς τὸ σύκωμα ἐπισκώπτεται διὰ τὸ κατὰ τοὺς τοιούτους ὑπέρυθρον. καὶ ὅτι τῶν σύκων ὅσα τὸ πέπον ψεύδονται, φήληκες λέγεται, ὅ πέρ ἐστιν ἀπατεῶνες καρποὶ, οὐκ ἂν εἴη καίριον εἰς πλέον περιλαλῆσαι. ὡς δὲ πολλὰ εἴδη σύκων, δηλοῦσιν οἱ παλαιοί· ἐν οἷς καὶ αἱμώνια τὰ ἐν τῇ νήσῳ Πάρῳ, κληθέντα οὕτω διὰ τὸ ἐρυθρῶδες. Φιλήμων δέ, φασι, βασίλεια οἶδε σῦκα, ἐξ ὧν αἱ βασιλίδες ἰσχάδες, προσιστορῶν καὶ ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. ἦν δέ τις καὶ γλυκυσίδη, ὡς καὶ αὐτὸ Ἀθήναιος λέγει, σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖα, ἣν ἐφυλάσσοντο γυναῖκες ἐσθίειν διὰ τὸ ποιεῖν ματαϊσμούς. ἦσαν δὲ καὶ χειμερινὰ κωδωναῖα ὑπὸ Ἀχαιῶν καλούμενα. ἡγεμὼν δέ, φησι, καθαρείου βίου ἀνθρώποις ἡ συκῆ· διὸ Ἀθήνῃσιν ὁ τόπος, ἐν ᾧ πρῶτον εὑρέθη, ἱερὰ συκῆ ἐκλήθη, καὶ ὁ καρπὸς αὐτῆς ἡγητρίας διὰ τὸ προευρεθῆναι τῆς ἡμέρου τροφῆς. φέρεται δέ, φησι, μῦθος Συκέαν τινὰ Τιτᾶνα διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί· ἀφ' οὗ καὶ Συκέα πόλις ἐν Κιλικίᾳ. ἕτερος δὲ μῦθος λέγει Ὄξυλον Ἁμαδρύαδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Καρύαν, Βάλανον, Κράνιον, Αἴγειρον, Ἄμπελον, Συκῆν· ἐξ ὧν τὰ παρώνυμα δένδρα. ὅθεν Ἱππώναξ ἔφητὸ, συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην· εὕρημα δέ, φασι, Διονύσου ἡ συκῆ· διὸ καὶ συκίτης Διόνυσος ἐν Λάκωσιν. ἐν δὲ Νάξῳ τὸ μὲν τοῦ Βακχέως Διονύσου πρόσωπον ἀμπέλινον ἦν, τὸ δὲ τοῦ Μειλιχίου σύκινον, καὶ τὰ σῦκα μείλιχα ἐκαλοῦντο. πάντων δέ, φησι, τῶν ξυλίνων καρπῶν ὠφελιμώτερα ἀνθρώποις τὰ σῦκα. Ἡρόδοτος δέ φησιν ὁ θαυμασιώτατος καὶ μελίγηρις χώραν τινὰ ψέγων οὔτε οἶνον αὐτὴν ἔχειν ἔφη, οὐ σῦκα, οὐκ ἄλλο οὐδὲν ἀγαθόν. παροιμιῶν δὲ ἡ μὲν λέγουσα, σῦκον μετ' ἰχθὺν, ὄσπριον μετὰ κρέα ταπεινοῖ τὸ σῦκον· ἡ δὲ εἰποῦσα, σῦκα φίλ' ὀρνίθεσι φυτεύειν δ' οὐκ ἐθέλουσιν, ἀγρίαν ἀδικητικὴν σκώπτει. λέγεται δὲ Φιλίππου ἄρχοντος περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ' ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν αὐτὰς εἰκὸς ἦν ἐλαίας ἐνεγκεῖν καὶ εὐτυχῆσαι πάντῃ τὸν Φίλιππον. ὡς δὲ συκῆ ἐκ τοῦ σύειν καὶ κίειν γίνεται ὡς ὁρμητικὴ, δῆλον ἐκ τῶν παλαιῶν· οἵ φασι καὶ ὡς παρώνυμός ἐστι σύκων τὸ ὀρνίθιον ἡ συκαλὶς, ἐν σύκων ἁλισκομένη καιρῷ, ἣν Ἐπίχαρμος διὰ μέτρον ἐν δυσὶ λάμβδα ἔγραψεν. Ὄρχους δὲ, οἳ τῶν ὀρχάτων πρωτότυποί εἰσιν ὡς προεφάνη, τοὺς τῶν ἀμπέλων ἄρτι λέγει. (ῃερς. 342.) Τὸ δὲ διατρύγιος ἅπαξ μὲν καὶ αὐτὸ εἴρηται τῷ ποιητῇ, σημαίνει δὲ ἄμπελον ἧς οἱ καρποὶ ἐν διαφόροις καιροῖς πεπαίνονται. διὸ καὶ ἔφη· (ῃερς. 343.) ἔνθα σταφυλαὶ παντοῖαι. ἕτεροι δὲ διατρυγίους, φασὶν, ὄρχους οὐ μόνον οἰνικοὺς, ἀλλὰ καὶ δενδρικοὺς τοὺς μὴ πάνυ πυκνοὺς, ἀλλὰ τοιούτους ὡς μεταξὺ τῶν κατὰ τὰ φυτὰ στοίχων παρεσπάρθαι τι τῶν σπορίμων καὶ οἵων τρυγᾶσθαι. (ῃερς. 344.) Διὸς δὲ ὧραι αἱ τοῦ ἀέρος ἢ τοῦ αἰθέρος ἢ τοῦ οὐρανοῦ ἢ τοῦ ἡλίου. Τὸ δὲ ἐπιβρίσειαν ἀντὶ τοῦ ἐπιβαρίσειαν τοὺς καρποὺς ὡς ἤδη πεπληρωμένους καὶ οὕτω βάρος ἔχοντας. (ῃερς.

Intertext edge

Open linked passage

Note