Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
308.1.1
) Τὸ δὲ, μή τις ἀεικείας φαινέτω, οὗ ἑρμηνεία κατωτέρω τὸ, ἀεικέα ἔργα, ἀκριβῶς ἔχει πρὸς σύνεσιν. εἰ γὰρ καὶ ἐνθυμεῖται τις ἀεικῆ, ἀλλὰ μὴ ἐκφαινέτω. ἐκεῖνο μὲν γὰρ οὐχ' οὕτω μεμπτέον, ὡς ἄδηλον· τοῦτο δὲ ἤδη βίαιον, ὡς φανερόν. διφορεῖται δὲ τοῦ ἀεικείας ἡ παραλήγουσα, ὡς καὶ ἐν Ἰλιάδι. πλείων δὲ χρῆσις ἡ διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ ἀεικὴς ἀεικεῖα. ἔχει δὲ λόγον καὶ ἡ διὰ ἰῶτα γραφὴ διὰ τὸ ἐκ τῆς ἀεικίας τὴν αἰκίαν γίνεσθαι. (ῃερς. 312.) Τὸ δὲ, μήλων σφαζομένων καὶ ἑξῆς, ἀλλαγὴν ἔχει σχήματος ἀσολοικίστως πλαγιασθέν. τὸ γὰρ ὀρθότερον οὕτω καὶ κοινότερον· τάδε μὲν καὶ τέτλαμεν, μῆλα σφαζόμενα, οἶνον πινόμενον καὶ σῖτον. (ῃερς. 314.) Τὸ δὲ, ἀλλ' ἄγε, ταυτὸν ὡς εἰ καὶ ἀλλ' ἄγετε ἐγράφη, καθὰ μυριαχοῦ φαίνεται. (ῃερς. 315.) Τὸ δὲ, εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε, βαρέως εἴρηται πρὸς διαστολὴν τῆς τοῦ ξένου κακώσεως. βούλεται γὰρ εἰπεῖν. ὡς καὶ τοῦ ξένου μὲν κακουμένου ἐμὲ δοκεῖτε βλάπτειν. εἰ δὲ καὶ χεῖρας ἐπιβαλεῖτέ μοι, τότε δὴ οὐ σχετικῶς κακύνομαι, ἀλλ' ἐγὼ αὐτὸς κτείνομαι. Ὁ δὲ ἀθεμίστιος ἀφαιρεθεὶς τὴν κατάρχουσαν κεφαλὴν ἀποτελεῖ περιώνυμον κύριον τὸν Θεμίστιον. (ῃερς. 322.) Ὅτι ἐπὶ ἀναντιῤῥήτου δικαιολογίας καλὸν εἰπεῖν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις. ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι. (ῃερς. 323.) κεῖται δὲ τὸ, ἀντιβίοις καθαπτόμενος, πρὸς διαστολὴν ἑτέρου καθάπτεσθαι, περὶ οὗ προδεδήλωται. Ἀγέλαος δὲ, εἷς τῶν μνηστήρων, τοῦτο φησὶν, ἐπικρίνας, ὡς εἰκὸς, καλὰ εἰπεῖν τὸν Τηλέμαχον· ὃς καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν, μήτε τιν' ἄλλον, ὡς καὶ ἀλλαχοῦ κεῖται, δμώων τῶν κατὰ τὸν οἶκον τοῦ Ὀδυσσέως. (ῃερς.

Intertext edge

Open linked passage

Note