Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
309.1.1
) Καὶ ὅρα ὅτι Ὀδυσσεὺς μὲν ἐν τῷ, μή σε κατατρύχω καὶ ἑταίρους, ὤκνησε συνδούλους ἤ τι τοιοῦτον εἰπεῖν, θεραπεύων, οἷα εἰκὸς, τὸν ξενοδόχον δοῦλον. ὁ δὲ Εὔμαιος ἄλλως ἑταίρους τοὺς συνδούλους λέγει διὰ τὸ τοῦ ἤθους μέτριον. (ῃερς.
309.1.2
) Τηλέμαχος δὲ καὶ νῦν δεικνὺς κατ' ἴχνη θέειν τῆς πατρικῆς ἀγχινοίας, καί πως καὶ ὀρθοῦν ἐθέλων τραγῳδικῶς, τὸν μέγαν, ὡς καὶ προεῤῥέθη, ὁ σμικρότερος, πρῶτα μὲν ἑαυτὸν συνιστᾷ ἐφ' οἷς ἀπῃτήθη σιγᾶν, εἰπών· ὦ πάτερ, ἤτοι ἐμὸν θυμὸν καὶ ἔπειτά γε ὀΐω γνώσεαι, οὐ μὲν γάρ τι χαλιφροσύναι με ἔχουσιν. εἶτα καὶ διορθούμενος εὐλαβῶς τὸν πατέρα ἐπὶ τῷ κατὰ τοὺς δμῶας κεφαλαίῳ φησίν· (ῃερς.