Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
311.1.1
) κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ, τουτέστιν ἀναγκαίως, πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. (ῃερς. 313.) λέγει δὲ καὶ ὅτι ἐλθὼν καὶ εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ἀγγελίην εἴποιμι τῇ γυναικὶ, καὶ μνηστῆρσι δὲ ἂν μιγείην, εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες. (ῃερς. 317.) εἶτα καὶ συνιστῶν ἑαυτὸν πτωχικῶς, ὡς χρήσιμον δῆθεν τοῖς μνηστῆρσιν ἐσόμενον, καταλέγει ἃ δύναται δρᾶν, εἰπών· αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ὅττι θέλοιεν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, πῦρ τ' εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσαι, δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρῃες. καὶ τοιαῦτα μὲν Ὀδυσσεὺς, πειρητίζων, ὡς ἐῤῥέθη, τοῦ δούλου. (ῃερς. 326.) ὁ δὲ δεινοπαθήσας ἐφ' οἷς ἤκουεν, ᾤ μοι, ξεῖνε, φησὶ, τί σοι ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθι ὀλέσθαι, εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, ὧν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει, οὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων, κατὰ σὲ δηλαδὴ τὸν καὶ ῥωγαλέα φοροῦντα καὶ ῥυσὸν, ἀλλὰ νέοι χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, οἵ σφιν ὑποδρώωσιν. ἐΰξεστοι δὲ τράπεζαι σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασι. τρυφώντων δὲ καὶ πολυτελῶν χαρακτῆρες ταῦτα ἀνθρώπων. εἶτα καὶ δεικνὺς ὡς οὐκ ἄχθεται παρόντι τῷ ξένῳ, φησίν· ἀλλὰ μένε, οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι. οὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων οἵ μοι ἔασιν. (ῃερς.
311.1.2
) ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι, σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὕτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος. τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδέ τι φειδώ. ἔστι δὲ ὁ τοῦ λόγου νοῦς, ὅτι ἀκερδές ἐστι τὸ πειρᾶσθαί σε τῶν ἀνδρῶν, ὧν οἱ πλείους ἔξω τῆς νήσου περὶ τὴν ἤπειρον. ἐν ὅσῳ γὰρ αὐτὸς μετέρχῃ τὰ ἐκείνων ἔργα, ἐν τοσούτῳ οἱ μνηστῆρες τὰ κατ' οἶκον ἐκκενώσουσι. (ῃερς. 316. σθθ.) διὸ καὶ συμβουλευόμενος τὸ ἄλλως ποιητέον φησίν· ἀλλ' ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσὶν, ἤτοι ἀναμάρτητοι. πᾶσαι γὰρ ἐν τῷ οἴκῳ οὖσαι οὐ δώσουσι τριβὴν καιροῦ. ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσθαι εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας· ἐξ οὗ δηλαδὴ ὁρμώμενος ἔφης ἀμύντορα τὸν Δία ἡμῖν ἔσεσθαι. ὡς εἴ γε μὴ τοῦθ' οὕτως ἔχει, τότε δὴ καὶ δμώων πειρητέον, καὶ ἑτέρους δὲ προσαιτεριστέον ἀμύντορας. Ἰστέον δὲ ὅτι τὸ, καὶ αἵματος ἡμετέροιο διασάφησίς ἐστι τοῦ, ἐμός ἐσσι. ἄλλως γὰρ τὸ ἐμὸς οὐ δηλωτικόν ἐστι τοῦ ἐξ αἵματος ἤτοι σπέρματος. (ῃερς. 307.) Τὸ δὲ σὲ ἀτιμᾷ τοῖον ἐόντα, ἔμφασίν τε ἔχει ἐπαίνου μυστικὴν ὡς μεγάλου φανέντος τοῦ Τηλεμάχου κατὰ τὴν νῦν πεῖραν. καὶ ἄλλως δὲ χαρίζεται αὐτῷ, ὡς λυπουμένου τοῦ πατρὸς εἴ περ ἀτιμᾶται ὁ τοιοῦτος Τηλέμαχος. (ῃερς. 317.) τοῦτό τε αὖθις ἀνταποδιδοὺς ὁ υἱὸς ἁμαρτητικὰς ἔφη δμωΐδας τὰς ἀτιμαζούσας τὸν Ὀδυσσέα, ὡς δηλοῖ τὸ, αἵ σε ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσί. Δῆλον δὲ ὅτι πρωτότυπον τοῦ ἀτιμάζω τὸ ἀτιμᾶν, ἐξ οὗ καὶ τὸ ἠτίμησε καὶ τὸ ἀτίμητος ἐν Ἰλιάδι. (ῃερς. 310.) Τὸ δὲ καὶ ἔπειτά γε ὀΐω γνώσεαι, ἀποστατικῶς μὲν ἔχει ἐπεντεθειμένον τὸ ὀΐω, ἢ καὶ ἄλλως ἐλλιπῶς ἐφράσθη ἀντὶ τοῦ, ἔπειτα ὡς ὀΐω γνώσεαι. καὶ οὕτως ἐσχημάτισται· ὡς τό γε κοινότερον ἦν ἂν οὕτως· ἔπειτά γε ὀΐω σε γνώσεσθαι. ἐνδοιασμὸν δὲ εὐλαβῆ ἔχει, ὡς ἂν μὴ δόξῃ καὶ ὁ νεανίας ἀλαζονεύεσθαι, οἷς λέγει μὴ ἔχεσθαι χαλιφροσύναις, τουτέστιν ἀφροσύναις, ἐξ ὧν χαλίφρων ὁ τὰς φρένας κεχαλασμένος καὶ ἔκλυτος, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. (ῃερς. 312.) οὕτω δὲ καὶ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἐπιεικῶς ὁ νεανίας ἔφη δι' εὐλάβειαν, ἵνα μὴ τῷ ἀποφαντικῷ τῆς βουλῆς λυπήσῃ τὸν πατέρα. Ἔστι δὲ τὸ, σὲ δὲ φράζεσθαι ἄνωγα, ἀντὶ τοῦ, σὺ δὲ φράζου εἴτε συμφέρον εἴτε καὶ μὴ, ὅ περ ἂν ἐγὼ εἴπω, ἢ καὶ ὅ περ σὺ εἶπας περὶ τοῦ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. (ῃερς. 313.) Τὸ δὲ πειρητίζειν ταυτὸν τῷ πειρᾶσθαι, ἅ περ ἄμφω ἐν τούτοις κεῖνται. γίνεται δὲ ἀπὸ τοῦ πεῖραρ πείρατος κατὰ τροπὴν φωνήεντος ἔθιμον. (ῃερς. 316.) Δεδάεσθαι δὲ τὸ μανθάνειν, ἐξ οὗ ἀόριστος τὸ δεδάασθαι, εἰς τοσοῦτον οὐκ εὔχρηστον γράφειν, ὥστε ἄτριπτον καὶ τῷ ποιητῇ. γέγονε δὲ κατὰ ἀναδιπλασιασμὸν καὶ ἀπέλευσιν διχρόνου ἐκ τοῦ δαίεσθαι, ὅ ἐστι μανθάνειν. (ῃερς. 318.) Τὸ δὲ κατὰ σταθμοὺς πειράζειν ὅμοιόν ἐστι τῷ πειρητίζειν ἐν τῷ ἔργα μετέρχεσθαι, τὰ γεωργικὰ δηλαδή. (ῃερς. 314.) Σημείωσαι δὲ καὶ ὅτι οὐκ ἔσχεν ὁ γέρων ἀντειπεῖν οἷς ἐνόησεν ὁ Τηλέμαχος, ὡς εἶναι κἀνταῦθα εἰπεῖν τὸ, σύν τε δύ' ἐρχομένω καὶ ἑξῆς, καὶ τὸ, συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν. (ῃερς. 311.) Τὸ δὲ, ἀλλ' οὔ τοι τόδε κέρδος καὶ ἑξῆς οἱ δύο στίχοι, τέλους εἰσὶ δηλωτικοὶ οὐκἀγαθοῦ. Οἱ δὲ ἀνωτέρω ἕτεροι δύο στίχοι, ἤγουν τὸ, ὦ πάτερ ἤτοι ἐμὸν θυμὸν καὶ ἑξῆς, προσώπου εἰσὶ συστατικοὶ ἐπὶ φρονήσει. (ῃερς. 314.) Βιαίαν δὲ δαπάνην φράζει τὸ, οἱ δ' ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσι καὶ ἑξῆς. (ῃερς. 318.) Κώλυσις δὲ ἀκαίρου πείρας τὸ, ἀνδρῶν δ' οὐκ ἂν ἔγωγε καὶ ἑξῆς οἱ δύο στίχοι. (ῃερς. 301.) Ἰστέον δὲ καὶ ὅτι ὀκνεῖ Ὀδυσσεὺς ἀκουσθῆναι τοῖς οἰκείοις ὡς ἔνδον ἐστὶν, ἵνα μὴ περιχαρεῖς γενόμενοι ἐπίσημον τὴν αὐτοῦ ποιήσωσιν ἔλευσιν καὶ οὕτω κωλυθῇ μὲν ἡ τῶν μνηστήρων πανωλεθρία, γένηται δὲ καὶ ὁ ἀναγνωρισμὸς ἧττον παράδοξος, ἄλλως δέ γε πάνυ θαυμάσιον τῷ τε Λαέρτῃ καὶ τῇ Πηνελόπῃ, αἴφνης τὸν Ὀδυσσέα ἰδεῖν καὶ ἅμα τοὺς μνηστῆρας τεθνεῶτας μαθεῖν. ποιεῖ δὲ τοῦτο καὶ τοῖς Ἰθακησίοις πάνυ πολλὴν κατάπληξιν. (ῃερς. 322.) Ὅτι κατάγεται ναῦς ἐνταῦθα εὐεργὴς, τουτέστιν ἐλλιμενίζεται, ἣ ἔφερε Τηλέμαχον Πυλόθεν. Καὶ ὅρα τὸ φέρειν ἐπὶ ἐμψύχου καὶ νῦν λεχθέν. καλῶς μέντοι ἐπὶ νηὸς, ἧς τὰ ἐντὸς φόρτος λέγεται. (ῃερς. 333.) Ὅτι δύο τούτους Ὅμηρος πλάσας τὸν κήρυκα Μέδοντα καὶ τὸν συβώτην Εὔμαιον τῆς αὐτῆς ἕνεκ' ἀγγελίης ἵκοντας εἰς Πηνελόπην ποιεῖ αὐτοὺς διαφόρως ἀπαγγέλλοντας, ποικίλλων καὶ οὕτω τὴν γραφήν. (ῃερς. 336.) κῆρυξ μὲν γὰρ μέσῃσι μετὰ δμωῇσιν ἔειπε, γοργῶς ἀγγείλας. ἦ δή τοι βασίλεια, φίλος πάϊς εἰλήλουθε. (ῃερς. 338.) συβώτης δὲ τῇ δεσποίνῃ ἄγχι παραστὰς εἶπε πάνθ' ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι, ὅ περ οὐκ ἀξιοῖ ἄρτι Ὅμηρος εἰπεῖν ὡς ἤδη ῥηθέν. ἔστι δὲ ἐκεῖνο, ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα, ὅ περ οὐδὲ ἀκέραιον ὂν ἔπος πληθύνει συνήθως ὁ ποιητὴς εἰπὼν, πάνθ' ὅσα, ὡς εἴ περ ἦσαν πολλά. καὶ εἰσὶν ἀληθῶς εἰ καὶ μὴ πολλὰ, πλείω δ' οὖν ὧν εἶπεν ὁ κῆρυξ. οὐ γὰρ μόνον φησὶν ὁ συβώτης κατὰ τὸν κήρυκα ὅτι ἦλθεν ὁ παῖς, ἀλλὰ καὶ ὅτι σῶς ἐστίν. ἐνταῦθα δὲ συννοεῖται καὶ ἡ τῶν ἑταίρων σωτηρία καὶ ἡ τῆς νεώς. πολύνους ἄρα ἡ διὰ τοῦ συβώτου ἀγγελία πρὸς τὴν δέσποιναν. διὸ καὶ τὸ πάντα οἰκεῖον ἐπ' αὐτῆς, δι' οὗ ποσὸν δηλοῦται διωρισμένον, ὡς καὶ ἐν τῷ, πᾶσαι κρῆναι καὶ πάντες ποταμοί. οὐ μὴν συνεχὲς ὡς ἐν τῷ, πᾶν δ' ὑπερθερμάνθη ξίφος αἵματι. Ἰστέον δὲ καὶ ὅτι ὥς περ ἐνταῦθα δοκεῖ τὸ πάντα ἐπὶ δύο εἰπεῖν, ἤγουν ἐπὶ τοῦ σῶς ἐστὶ καὶ τοῦ ἐλήλυθεν, οὕτω καὶ πρὸ τούτων ἐν τῷ, ἐμοὶ δ' ἐπὶ πάντ' ἔταλτο, ἤγουν τὸ ἀνακλῖναι λόχον καὶ τὸ ἐπιθεῖναι. (ῃερς. 340.) Κεῖται δ' ἐνταῦθα καὶ ἀπειπεῖν τὸ ἀπαρτίσαι λόγον ἐν τῷ, ἐπεὶ δὲ πᾶσαν ἐφημοσύνην ἀπέειπε. λέγει δὲ πᾶσαν ἐφημοσύνην τὴν ῥηθεῖσαν τοῦ Τηλεμάχου ἐντολὴν ἐπὶ τῇ βραχυτάτῃ ἀγγελίᾳ. Καὶ ὅρα καὶ τὸ πᾶσαν, ὡς ἐπὶ πολλοῦ τινὸς ῥηθέν. Ἰστέον δὲ ὅτι ἄλλως κοινότερον τὸ ἀπειπεῖν παρὰ τοῖς
311.2.1
Ὅμηρον· ταυτὸν γάρ ἐστι τῷ ἀπαγορεῦσαι, οἷον· τάλαιν' ἀπεῖπον ἄλγει. τὸ δ' αὐτὸ καὶ ἀπαυδᾶν καὶ ἀπειρηκέναι λέγεται. (ῃερς. 341.) Ὅτι τὸ, λίπε δ' ἕρκεά τε μέγαρόν τε, ἀντὶ τοῦ μακρὰν γέγονε τοῦ οἴκου. ἀφελῶς δὲ τοῦτο ἐῤῥέθη κατὰ περίφρασιν ἀντὶ τοῦ, ἀνεχώρησε. Τὰ δὲ ἕρκεα ὑποκατιὼν τειχίον λέγει αὐλῆς. (ῃερς.