Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
315.1.1
) Τὸ δὲ, τέρπετε αὐτὴν, ἐῤῥέθη, ὡς νῦν τῆς δεσποίνης οὐ τερπομένης, ἀλλ' ἀχθομένης ἐπ' αὐταῖς. (ῃερς. 319.) Πολυτλήμων δὲ καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ μάλα, οὐ νῦν μόνον Ὀδυσσεὺς κατὰ τὸ ἐγκρατὴς ὕπνου εἶναι, ἀλλὰ καὶ ἐν τοῖς φθάσασι, τοιοῦτος ὡς μάλιστα δέδεικται. διαφορὰ δὲ πάντως πολλὴ πολυτλήμονος καὶ τάλανος. Ὀδυσσεὺς οὖν τλήμων μὲν εἶναι ὁμολογεῖ, τάλας δὲ οὐκ ἂν εἶναι εἴπῃ, εἰ καὶ ἀπὸ τοῦ αὐτοῦ ἐτυμολογεῖται ἄμφω ῥήματα. οὕτω καὶ τὸ συμφέρον καὶ ἡ συμφορὰ ἐκ τοῦ αὐτοῦ παραγόμενα ῥήματος διάφορον σημασίαν ἔχουσι· καὶ ὁ πανοῦργος καὶ παντουργὸς παρά γε τοῖς ὕστερον. Σοφοκλῆς γὰρ καὶ τὸν παντουργὸν εἰς ταυτὸν ἄγει τῷ πανούργῳ εἰπών· ἀνδρὶ παντουργῷ φρένας. καὶ ἡ στήλη δὲ καὶ ὁ στύλος, εἰ καὶ γίνονται ἀπὸ τοῦ αὐτοῦ, ἀλλ' οὐ ταυτά εἰσι. (ῃερς. 321.) Τὸ δὲ, αἰσχρῶς ἐνένιπε, ταυτόν ἐστι τῷ, ἐνένιπεν ὀνειδείοις ἔπεσσι. (ῃερς. 322.) Τοῦ δὲ, κόμισε Πηνελόπεια, ἑρμηνεία τὸ, παῖδα δὲ ὣς ἀτίταλλεν. ἔνθα ὅρα καὶ ὡς οὐδέν τι δύναται πρὸς ἀγεννῆ ἄνθρωπον τὸ θρεφθῆναι καλῶς. καὶ γὰρ ἡ δούλη Μελανθὼ παιδὸς δίκην κομισθεῖσα τῇ δεσποίνῃ οὐκ ἔχε πένθος αὐτῆς ἐνὶ φρεσὶν, ἤγουν οὐκ ἐλυπεῖτο κατ' ἐκείνην. οὐ γὰρ τὸ δεσποτικὸν πένθος ὡς πένθος εἶχεν, ἀλλὰ γαμήλια ἐπανηγύριζε δι' αὐτοῦ. Ἀθύρματα δὲ κατὰ τοὺς παλαιοὺς παίγνια, σκιρτήματα, παρὰ τὸ ἄγαν θύειν, ὅ ἐστιν ὁρμᾶν, κατὰ πρόθεσίν, φασι, τοῦ ῥῶ, ὁμοίως τῷ, ἄϊδις ἄϊδρις. (ῃερς. 325.) Τὸ δὲ, μιγέσκετο καὶ φιλέεσκεν, ὅμοιόν τί ἐστι τῷ, μίγη φιλότητι καὶ εὐνῇ. (ῃερς. 327.) Τὸ δὲ ξεῖνε ἴσως ἐπὶ ὕβρει φησὶν ἡ Μελανθὼ, ὡς εἴ περ εἶπεν, ὦ πλανῆτα, ὦ ἀλλότριε. Πεπαταγμένος δὲ φρένας ὁ ἐκπεπληγμένος καὶ ἐμβρόντητος, ὁποῖοι πολλοὶ ἀπὸ πατάγων, ὅ ἐστι κτύπων γίνονται, ὡς καὶ πρὸ ὀλίγων ἐλέγετο. Δῆλον δὲ ὅτι ἐκ τοῦ πάτου καὶ τοῦ πατεῖν τὸ πατάσσειν γίνεται, ἀφ' οὗ ὄνομα ῥηματικὸν ὁ πάταγος. (ῃερς. 328.) Χαλκήϊος δὲ δόμος τὸ τῶν χαλκέων ἐργαστήριον, ἔνθα εἰσιόντες ἀκωλύτως πτωχοὶ ἐκοιμῶντο παρὰ τῷ πυρί· ὃ δὴ καὶ ἐν τοῖς βαλανείοις ἐγίνετο, καθὰ δηλοῖ καὶ ὁ κωμικός. ἐγγὺς δέ πώς ἐστιν ἡ Μελανθὼ τοῦ κατὰ τὸν Ἶρον σκώμματος. ὁ μὲν γὰρ γρηῒ καμινοῖ τὸν ξένον εἴκασεν· αὕτη δὲ ἀξιοῖ καμίνου χαλκευτικῆς ἐγγὺς αὐτὸν κεῖσθαι, καί πως λέγει, ὡς εἰ μὲν ῥιγώσας ἔχεις, τί σοι ὄφελος τοῦ τῶν λαμπτήρων πυρός; ἄπελθε εἰς τὸ χαλκεῖον· εἰ δὲ ὁμιλεῖν ἀνδράσι βούλει, οὐδέν σοι καὶ τοῖς ἥρωσι μνηστῆρσι, δέον εἰς τὴν λέσχην εἰσφρῆσαι κἀκεῖ τοῖς ὁμοίοις ὁμιλεῖν. ἦν δὲ λέσχη δημόσιον ἀθύρωτον οἴκημα, ἔνθα οἱ ἐπαῖται συναγόμενοι ὡς λέχος τὸ αὐτὸ εἶχον καὶ ἐλέσχαινον δὲ, ὅ ἐστιν ὡμίλουν, τὰ δοκοῦντα δηλαδὴ αὐτοῖς. μέμνηται δὲ τούτων καὶ Ἡσίοδος ἐν τῷ, πὰρ δ' ἴθι χάλκεόν τε θῶκον καὶ ἐπ' ἀλέᾳ λέσχην. ἣ καὶ παρὰ τὸ λέσχος λέγεται καὶ παρὰ τὸ λεσχαίνειν, ἀφ' οὗ καὶ τὸ ἀδολεσχεῖν καὶ ὁ ἀδόλεσχος. (ῃερς. 329.) Τὸ δὲ, ἀλλ' ἐνθάδε πόλλ' ἀγορεύεις, ὡς πρὸς τὸν χαλκήϊον δόμον καὶ τὴν λέσχην ἔφη, ὡς ἐκεῖ δέον ὂν καὶ μὴ ἐνθάδε πόλλ' ἀγορεύειν πολλοῖσι μετ' ἀνδράσιν, ὅ ἐστιν ἐν ἀνδρείοις, οὐ μὴν πτωχοῖς κατὰ τοὺς ἐν τῷ χαλκείῳ καὶ τῇ λέσχῃ. καὶ ἄλλως δὲ ὁ λόγος τῆς δούλης ἔχει τι ἀστεῖον ἐν τῷ, μετ' ἀνδράσι. χρεὼν γὰρ ὂν αἰδεῖσθαι αὐτὴν ἀναμισγομένην ἀνδράσιν, ἡ δὲ τῷ ξείνῳ περιτρέπει τὸ ὄνειδος. (ῃερς. 331.) Τὸ δὲ, οἶνός σ' ἔχει, ἀρχή ἐστι τοῦ κάτοχόν τινα οἴνῳ λέγεσθαι. ἔστι δὲ τὸ, οἶνός σε ἔχει, περίφρασις τοῦ μεθύεις. οὕτω δὲ καὶ ὁ θυμούμενος θυμῷ ἔχεσθαι λέγεται. τὸ δὲ ὅμοιον καὶ ἐπὶ μανίας καὶ ἔρωτος καὶ ἑτέρων παθῶν. (ῃερς. 332.) Μεταμώνια δὲ πόθεν τε γίνεται καὶ τί δηλοῖ, προεγράφη. ποιητικὴ δὲ καὶ αὐτὴ λέξις. (ῃερς. 333.) Τὸ δὲ ἀλύεις ἀντὶ τοῦ ἐκλέλυσαι τῇ χαρᾷ. καὶ πολλὴ χρῆσις τούτου καὶ παρὰ Πλουτάρχῳ. εἴρηται δὲ καὶ ἀλλαχοῦ περὶ τῆς λέξεως ταύτης ὅσα ἐχρῆν. δῆλον δὲ ὅτι καὶ ἐπὶ ἀδημονίας ἡ λέξις κεῖται, καὶ μάλιστα παρὰ τοῖς ὕστερον, ὡς ἀπὸ τοῦ ἐκλύειν. ἄλις γὰρ ἐντεῦθεν ἡ ἀδημονία, καὶ, ὡς οἱ παλαιοί φασιν, ἄλη, ῥυπασμὸς, καὶ ἀλύειν, τὸ μηδὲν πράττειν. Τὸ δὲ, ἀλύεις μετὰ τοῦ ἀλήτου, ἔοικε παρηχεῖν, εἰ καὶ τὸ μὲν ἐν ἀρχῇ στίχου κεῖται, τὸ δὲ ἐν τῷ τέλει. (ῃερς. 335.) Τὸ δὲ, ἀμφὶ κάρη κεκοπὼς ἤτοι πλήξας, ὡς πρὸς τὸ τοῦ Ἴρου πάθος ἡ δούλη ἀνάγει, ὃν οὕτω πλήξας ὁ Ὀδυσσεὺς παρέλυσε τοῦθρασύνεσθαι. (ῃερς. 336.) Τὸ δὲ, φορύξας αἵματι, ταυτὸν τῷ φύρσας, ὃ προγέγραπται. ἴσως δὲ καὶ πρωτότυπον τοῦτο ἐκείνου. φορῶ γὰρ φορύω, ἐξ οὗ παράγωγον τὸ φορύσσω. τὸ δὲ φορύω συγκοπὴν παθὸν καὶ μετατεθὲν φύρω γίνεται. οὗ ὁ μέλλων φύρσω Αἰολικῶς. ἔστι δὲ φορύσσειν τὸ μεταφορεῖν καὶ μόριον ἐκ μορίου μεθέλκειν, ὅθεν καὶ ἕλκος γίνεται, τουτέστι λύσις συνεχείας κατὰ τοὺς σοφούς. ὅθεν μεταλαβὼν Καλλίμαχος ἄπελος τὸ ἕλκος φησὶ παρὰ τὸ μὴ πελάζειν. εἰ γοῦν τὸ μὴ πελάζον ἀφέλκεται, τὸ δὲ τοιοῦτον μεταφορεῖται, εἶεν ἂν σύστοιχα ἄπελος καὶ ἕλκος καὶ φορεῖν καὶ φορύειν, ἐξ οὗ τὸ φορύσσειν. (ῃερς. 338.) Ὅτι νῦν μὲν Ὀδυσσεὺς κύνα τὴν ἀναιδῆ Μελανθὼ λέγει, οὐ πάνυ τρανὲς ἴσως βοῶν, καὶ Τηλεμάχῳ ἐρεῖν ἀπειλεῖται τὰ κατ' αὐτὴν, κεῖσε ἐλθὼν, ἔνθα δηλαδὴ κάθηται, ἵνα σε, φησὶν, αὖθι διαμελεϊστὶ τάμῃσιν. ὕστερον δὲ καὶ δικαιωθήσεται αὐτὴ κακῶς παθεῖν. τωτέως δὲ, (ῃερς. 340.) διεπτοίησε γυναῖκας οἷς εἶπεν. εἶτα ἑρμηνεύων τί τὸ διαπτοιῆσαι, φησί· (ῃερς. 341.) λύθεν δ' ὑπὸ γυῖα ἑκάστης ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι. Καὶ ὅρα ἐνταῦθα καὶ τὴν ταρβοσύνην λυσιμελῆ λεγομένην ἐν τῷ, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης. ἀνύει δὲ Ὀδυσσεὺς νῦν τήν τε τῶν δουλίδων πεῖραν, καὶ μάλιστα τὴν τῶν μνηστήρων. ἐπεὶ γὰρ αὐταὶ ἀπῆλθον, γνώσεται καὶ εἰσέτι τὴν ἐκείνων ὕβριν ἐπ' αὐτῷ. ἔτι γε μὴν ὁ ποιητὴς εὐπλαστοτέραν οὕτω ποιήσει τῷ Ὀδυσσεῖ τὴν εὐθὺς ἐφεξῆς ὁμιλίαν, ὅτε κατὰ σχολὴν οὐ μόνον τῇ γυναικὶ ὁμιλήσει, ἀλλὰ καὶ τῇ Εὐρυκλείᾳ, τὸ ἀναγκαιότατον. κρύψει δὲ καὶ τὰ ὅπλα μετ' αὐτῆς κατὰ πᾶσαν ἄδειαν. οὐδὲν γὰρ εἰκαίως ὁ ποιητὴς παραῤῥιπτεῖ, ἀλλὰ πρὸς μέθοδον πιθανότητος καὶ οἰκονομίαν τῶν ἐφεξῆς. (ῃερς. 343.) ἔτι δὲ εὐοδοῦται Ὀδυσσεὺς ἐκ τῆς τῶν ἀμφιπόλων συστολῆς καὶ τῆς δι' ἑαυτοῦ φωσφορίας, καὶ εἰς τὸ τῆς ἑκάστων παρὰ πότον καταστοχάσασθαι φύσεως, ὡς ἕωθεν αὐτοὺς μετελευσόμενος. διό φησιν, ὅτι παρὰ λαμπτῆρσι φαείνων εἱστήκει ἐς πάντας ὁρώμενος, ἤγουν ὁρῶν. (ῃερς. 345.) ἄλλα δέ οἱ κῆρ ὥρμαινε φρεσὶν, ἃ δὴ οὐκ ἀτέλεστα γένοντο. (ῃερς. 344.) τὸ δὲ εἱστήκει εὕρηται καὶ εἱστήκειν κατὰ τὸ, ἤσκειν εἴρια καλά. Ὅτι μνηστῆρας οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, (ῃερς. 348.) ὄφρ' ἔτι μᾶλλον δύῃ, τουτέστιν ὑπεισέρχηται, ἄχος κραδίην Ὀδυσῆος. (ῃερς. 347.) Λέγει δὲ λώβην θυμαλγέα τὰ σκώμματα καὶ τὰς βολὰς, ὑφ' ὧν ὅσα καὶ λέων ὑπὸ ἀλκαίας τῆς ἑαυτοῦ ἢ καὶ πληγῆς τῆς ἑτέρωθεν ἐρεθιζόμενος Ὀδυσσεὺς ποιήσει κατὰ τῶν μνηστήρων τὰ ἱστορηθησόμενα. συντελεῖ δέ τι αὐτῷ πρὸς τὸ σκώπτεσθαι ἡ ἐν αὐτῷ Ἀθηνᾶ, τουτέστι φρόνησις. οἷς γὰρ ποιεῖ εὐμεθόδως καὶ τεχνικῶς, σκώπτεται. οἷς δὲ σκώπτεται, μελετᾷ τίσιν δικαίαν κατὰ τῶν ὑβριστῶν. (ῃερς. 349.) Εὐρύμαχος οὖν, ἐπεὶ παρὰ λαμπτῆρσι φαείνει ὁ ξένος, ὑποκινηθεὶς κέρτομα λέγει τινά. οἷς ἀντιλαλήσας ὁ Ὀδυσσεὺς κινεῖ μὲν ἐκεῖνον εἰς βολὴν, ἐκφεύγει δὲ, ὡς φανήσεται. φησὶ γοῦν ὁ ποιητὴς οὕτω· τοῖσι δ' Εὐρύμαχος ἦρχ' ἀγορεύειν κερτομέων Ὀδυσῆα, γέλων δ' ἑτάροισιν ἔτευξεν, οὐ μὴν δηλαδὴ καὶ τῷ Τηλεμάχῳ. αὐτὸς γὰρ οὐκ ἦν ἕταρος. (ῃερς. 353.) οὐκ ἀθεεὶ ὅδ' ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει. (ῃερς. 354.) ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι αὐτοῦ καὶ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ' ἠβαιαί. πρὸς τὴν τοῦ Ὀδυσσέως δὲ φαλάκρωσιν τὸ σκῶμμα, ἵνα λέγῃ, ὅτι ἐπίσης μοι δοκεῖ τὸ φαινόμενον σέλας τῶν δᾴδων εἶναι καὶ αὐτοῦ τῆς κεφαλῆς, ὡς ἐψιλωμένης. ἐπεὶ καὶ φαλάκρα λέγεται διὰ τὸ φάλιον ἢ φάλον, ὅ ἐστι λαμπρὸν τὸ περὶ τὴν κάραν. οὐκ ἀθεεὶ γοῦν, φησὶν, ὁ ξένος ἦλθεν, ἀλλὰ κατά τι θεῖον, ὡς οἷον περιποιησόμενος ἡμῖν τὰς δᾷδας διὰ τὸ φαίνειν αὐτὸς ἀντὶ δᾴδων. καὶ ὅρα ὡς εὑρηκὼς καὶ νῦν ὁ ποιητὴς εὐκαιρίαν κωμῳδεῖ τεχνικῶς, οὐκ εἰς πλάτος λαλήσας, ἀλλὰ γοργῶς, διὰ τὸ εὐπερίληπτον τοῦ λόγου καὶ οἷον ῥᾷον μνημονεύεσθαι. καὶ οὕτω μὲν Εὐρύμαχος πρὸς τοὺς μνηστῆρας κατάρξας ἐν τῷ συμποσίῳ μωκίας τῆς εἰς τὸν Ὀδυσσέα, ἵνα ἐπ' αὐτοῦ ἁρμόττῃ παρῳδικῶς τὸ, τοῖς δ' ὁ κακὸς πάμπρωτος ὑφαίνειν ἤρχετο λῆρον, ὃ δή τις ἐπὶ κόλακος ἀστείως ἐποίησε παρῳδήσας Ὁμηρικὸν ἔπος τὸ, τοῖς δ' ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῦθον, καὶ γράψας οὕτω· τοῖς δ' ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον. ἐνταῦθα δὲ μνηστέον λόγου παλαιοῦ, δηλοῦντος ὡς οἱ τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας παρέχοντες ὀφθαλμοὶ πρός τινων ἐκαλοῦντο. καὶ ῥητέον, ὡς οὐδὲν κωλύει καὶ τὸν Ὀδυσσέα, φαίνοντα τοῖς μνηστῆρσιν, οὕτω κληθῆναι. (ῃερς. 355.) Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι τριῶν τούτων ταυτοδυνάμων ὄντων, κεφαλῆς, κορυφῆς καὶ κρανίου, κεφαλῆς μὲν ῥῆμα τὸ κεφαλαιώσασθαι, κοινὸν αὐτὸ καὶ γνώριμον, κορυφῆς δὲ τὸ κορυφῶσαι, οὗ χρῆσις καὶ παρ' Ἡσιόδῳ, κρανίου δὲ ἄλλοτιπαρὰ ταῦτˉα, τὸ ἀποκρανίζειν ἤγουν ἀποκόπτειν τὴν κεφαλήν. ἀπεκράνιζε γάρ φησιν ἐκεῖνος τὸ, τῆς κάρας ἀπεχώρισε. Λογιστέον δὲ καὶ ὡς ἐκ τῆς Ὀδυσσειακῆς εὐμεθόδου σιλλογραφίας, ὅπῃ παρήκοι παραμιγνύσης ἀστεῖα τοῖς σπουδαίοις, εἰκὸς ἐπινοηθῆναι τοῖς ὕστερον τὴν σατυρικὴν ποίησιν. ἧς τὴν μέθοδον παραδηλοῖ ὁ μέχρι νῦν εὑρισκόμενος Εὐριπίδειος Κύκλωψ. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς σατυρικοῦ ἴδιον τὸ μέσον εἶναι τραγικοῦ καὶ κωμικοῦ. ὃ δὴ προκατάρξας ὑπέδειξεν Ὅμηρος, ἡρωϊκῇ σεμνότητι καὶ ἐμβριθείᾳ παραμιγνὺς εὐτράπελον γαληνότητα. (ῃερς. 357.) εἶτα Εὐρύμαχος, πρὸς τὸν Ὀδυσσέα στρέψας τὸν λόγον, φησί· ξεῖνε, ἦ ἄρ κ' ἐθέλεις θητευέμεν, εἴ σε ἀνελοίμην, ἀγροῦ ἐπ' ἐσχατιῆς, (ῃερς. 358.) μισθὸς δέ τοι ἄρκιος ἔσται ὁ ῥηθησόμενος, αἱμασιάς τε λέγων καὶ δένδρα μακρὰ φυτεύων, ἔνθα κ' ἐγὼ (ῃερς. 360.) σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, εἰς μισθὸν δηλαδή· εἵματα δ' ἀμφιέσαιμι, (ῃερς. 361.) ποσίν θ' ὑποδήματα δοίην. οἰκονομικὰ δὴ ταῦτα. εἶτα λέγει, ὃ δὴ πρὸ αὐτοῦ καὶ Μελάνθιος· (ῃερς. 362.) ἀλλ' ἐπεὶ κακὰ ἔργα ἔμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι καὶ ἑξῆς. (ῃερς. 366.) πρὸς ἅ περ, θυμοδακὴς γὰρ ὁ μῦθος καὶ οἷος ἥρωα ἐποτρύνειν ἀκούοντα, λέγει Ὀδυσσεύς· Εὐρύμαχε, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο τοῦ κατὰ γεωργίαν γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλιστα κνέφαος, ποίη δὲ παρείη. εἰ δ' αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνὸν, τετράγυον δ' εἴη, εἴκοι δ' ὑπὸ βῶλος ἀρότρῳ, τῷ κέ μ' ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δ' αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοις ἀραρυία, τῷ κέ μ' ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδ' ἄν μοι τὴν γαστέρα ὀνειδίζων ἀγορεύοις, κατὰ τὸν σὸν δηλαδὴ κηδεστὴν Μελάνθιον, ὃς καὶ αὐτὸς τοιαῦτά μοί τινα ὠνείδισε. (ῃερς. 371.) καὶ ταῦτα μὲν ἴσως Ὀδυσσεὺς ἀκαίρως εἶπεν, ἐκ τοῦ ταπεινοῦ δρεπάνου μεταβὰς εἰς ἄροτρον καὶ ἀπ' αὐτοῦ εἰς ξίφη, καὶ ὑπολαλήσας ὑποθετικῷ σχήματι ἀνυπόπτως καθάπερ αὐτὰ, οὕτω καὶ τὴν εἰσαύριον μάχην. τί γὰρ σήμερον, ὃ δὴ λέγεται, τί δὲ αὔριον; (ῃερς. 377.) ἐν οἷς καὶ τὸν υἱὸν εὐφυῶς ἀναμιμνήσκει, τίνων χρῄζει, ὅτι δηλαδὴ σάκεος καὶ δούρων καὶ κυνέης. ἐπεὶ καὶ φθάσας παρήγγειλεν αὐτῷ, τὰ μὲν ἄλλα τῶν ὅπλων κατακρύψαι, δύο δὲ φάσγανα καὶ δύο δοῦρε καὶ δοιὰ βοάγρια ἑλέσθαι αὑτῷ τε καὶ τῷ πατρί. (ῃερς. 381.) ἐπὶ δὲ τούτοις αὐστηρότερον τῷ Εὐρυμάχῳ προσφερόμενος κατὰ τὴν, ὡς ἐῤῥέθη, ἐν αὐτῷ Ἀθηνᾶν φησίν· ἀλλὰ μάλ' ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιὸς (ῃερς. 383.) οὕνεκα παρὰ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. ὃ δὴ καλόν ἐστιν εἰς σκῶμμα ἀνδρὸς, ὃς ἐν μικροῖς τισὶ μέγας εἶναι δοκεῖ. εἰ δ' Ὀδυσσεύς, φησιν, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα καὶ εὐρέα περ μάλ' ἐόντα φεύγοντι στείνοιτο δι' ἐκ μεγάροιο θύραζε. αἴτιον δὲ ὁ φόβος, ὃς παράγων τοὺς πόδας ὧδε καὶ ἐκεῖ οὐκ ἐᾷ κατευστοχῆσαι τῆς ἐξόδου εἰς ὀρθόν. εἰκὸς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐσκοτομένους φόβῳ τοιαύτην ἀστοχίαν ποιεῖν. ὅμοιον δὴ πάθος τοῦτο, καθὰ εἰ καὶ τοξότης ἄτεχνος ἀποτυγχάνει σκοποῦ, εἰ καὶ μέγας ἐστὶν ὁ σκοπός. πάνυ γοῦν καὶ ἀστεῖος ὁ τοῦ ξείνου ῥήτορος λόγος καὶ πικρός, (ῃερς. 387.) ἐφ' οἷς χολώσατο κηρόθι μᾶλλον Εὐρύμαχος, καί μιν ὑπόδρα ἰδὼν, ἆ δειλέ, φησι, ἦ τάχα τοι τελέω κακὸν, οἷ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετ' ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας καὶ ἑξῆς, ὡς ἡ Μελανθὼ ἔφη, ἀφ' ἧς αὐτὸς τὴν ὕβριν ταύτης προικοφορεῖται, καὶ ἅμα εἰπὼν σφέλας ἔλαβεν, ὡς καὶ πρὸ αὐτοῦ ὁ Ἀντίνοος. Ὀδυσσεὺς δὲ δείσας Εὐρύμαχον. (ῃερς. 395.) Ἀμφινόμου πρὸςγοῦνα καθέζετο Δουλιχιῆος, ὃς ἀγαθαῖς φρεσὶ κεχρῆσθαι μεμαρτύρεται. (ῃερς. 396.) ὁ δ' ἂρ οἰνοχόον βάλε χεῖρα δεξιτερήν. ποικιλίας Ὁμηρικῆς καὶ τοῦτο μεθόδευμα, ἵνα μὴ ἀεὶ κατὰ τοῦ αὐτοῦ εὐτυχοῖντο αἱ βολαί. βληθέντος δὲ οὕτω τοῦ οἰνοχόου εὐτυχῶς τε τῷ Ὀδυσσεῖ καὶ μὴν καὶ δεόντως, τί γὰρ εἰς μέθην ἐκίρνα; πρόχοος μὲν χαμαὶ βόμβησε πεσοῦσα. αὐτὰρ ὅ γ' οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. Καὶ ὅρα, οἵαν βολὴν ἐκπέφευγεν Ὀδυσσεύς. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 357.) Ἐν δὲ τῷ, εἴ σ' ἀνελοίμην, περιττὴ συνήθως ἡ ἀνˉα πρόθεσις, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, ἄναγον τὸν Ἶρον. κυρίως μέντοι ἀνελέσθαι τὸ κάτωθέν τι λαβεῖν, ὃ διάφορόν ἐστι πρὸς τὸ καθελεῖν. (ῃερς.

Intertext edge

Open linked passage

Note