Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
316.1.1
) Ἔτι ὁ ὑποβολιμαῖος οὗτος Κρητικὸς καὶ Φείδωνά τινα ἱστορεῖ Θεσπρωτῶν βασιλέα, ὃς αὐτὸν δῆθεν περιεσώσατο αἴθρῳ καὶ καμάτῳ δεδμημένον, παρελκύσας ταῦτα ἐκ τῶν κατὰ τὴν Φαιακίαν. ἔνθα καὶ τὴν ἑῴαν στίβην ἐδεδίει καὶ τὸ ἐκεῖθεν ψύχος, ὃ ἐνταῦθα διὰ τοῦ αἴθρου ὑποδηλοῖ. εἰ δὲ φιλόξενοι καὶ μεγαλόδωροι ἐκεῖσε οἱ Φαίακες, ἀλλ' ἐνταῦθα ὁ Θεσπρωτῶν βασιλεὺς Φείδων ἀστείως λέγεται οἷα ὀλίγα τινὰ δοὺς τούτῳ, χλαῖναν δηλαδὴ καὶ χιτῶνα. (ῃερς. 318.) χώρα δὲ καὶ πόλις ἡ Θεσπρωτία περὶ τὰ ἔσχατα Θετταλίας. ἀρσενικοῦ δὲ γένους ὁ ῥηθεὶς αἶθρος. ὡς γὰρ πύλη πύλος, οἷον, πύλῳ ἐν νεκύεσσι, καὶ ὠνὴ ὦνος, ὡς τὸ, ἄσπετον ὦνον ἕλοιτο, καὶ χολὴ χόλος, οὕτω καὶ αἴθρη αἶθρος. ἐξ οὗ αἰθρηγενέτης. (ῃερς. 315.) κεῖται δ' ἐνταῦθα καὶ κῦμα κυλίνδον ἐπ' αὐτοῦ τοῦ κύματος. ὡς γὰρ ἄνεμος λέγεται κῦμα κυλίνδειν, οὕτω καὶ κῦμα κυλίνδον ἐστὶ τὸ κυμαινόμενον. (ῃερς. 317.) Ἔστι δ' ἐν τούτοις καὶ τὸ ἀπριάτην ὡς ἐπίῤῥημα, δηλοῦν τὸ δίχα τοῦ πρίασθαι, ἵνα ᾖ ἀντὶ τοῦ προῖκα, κατὰ ἀναλογίαν τοῦ ἄντην καὶ μάτην. ἴσως δὲ καὶ ὡς ὄνομα. φησὶ γάρ· ἔνθα με κομίσατο ἀπριάτην. ἐν δέ γε τῇ Ἰλιάδι ληφθεῖσα καὶ ὡς ὄνομα ἡ τοιαύτη λέξις θηλυκοῦ γένους ἦν. (ῃερς. 321.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ πυθόμην μετὰ γενικῆς, οἷον· ἔνθ' Ὀδυσσῆος ἐγὼ πυθόμην, ὁμοίως τῷ, πυνθανόμην Ἰθάκης. (ῃερς. 327.) ποιεῖται δὲ μνήμην καὶ Δωδώνης πόλεως Θεσπρωτικῆς ποτὲ, εἰ καὶ ὕστερον ὑπὸ Μολοττοῖς, φασὶν, ἐγένετο. καὶ τὴν ἐκεῖσε μαντικὴν δρῦν ἐκλαλεῖ, εἰπών· τὸν δ' ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ, περὶ ἧς καὶ ἐν τοῖς ἑξῆς κεῖται. Ἱερὰ δὲ κατὰ τὸν γεωγράφον δρῦς τιμᾶται ἐν Δωδώνῃ, ἀρχαιότατον ὑποληφθεῖσα φυτὸν καὶ πρῶτον τροφὴν ἀνθρώποις παρασχόν. ὁ δ' αὐτὸς καὶ εἰς τὰς ἐκεῖ λεγομένας μαντικὰς πελείας φησὶν ὅτι αἱ πέλειαι εἰς οἰωνοσκοπίαν ὑπονοοῦνται, καθὰ καὶ κορακομάντεις ἦσαν τινές. οἱ δὲ τὸ παλαιὸν μὲν ἄνδρας προφητεύειν φασὶν, ὕστερον δὲ τρεῖς ἀποδειχθῆναι γραίας προφήτιδας, ἃς πελείας καλεῖσθαι, γλώσσῃ Μολοττῶν, ὡς τοὺς γέροντας πελείους. καὶ πᾶσι μὲν ἐκεῖ γυναῖκας χρηματίζειν, ὅ ἐστι χρᾶσθαι καὶ μαντεύεσθαι. μόνοις δὲ Βοιωτοῖς ἄνδρας καὶ τὴν αἰτίαν ὁ γεωγράφος ἐκτίθεται, λέγων καὶ Τόμουρον ἢ Τμάρον ὄρος Θεσπρωτικὸν, ἐν ᾧ τὸ Δωδωναῖον ἱερόν. διὸ καὶ ἐν τῷ, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο θέμιστες, ὅ περ ἐν τοῖς μετὰ ταῦτα γράφει ὁ ποιητὴς, ἕτεροι γράφουσιν, εἰ μὲν αἰνήσουσι Διὸς μεγάλοιο τόμουραι, λέγοντες, μὴ εὖ ἐνταῦθα κεῖσθαι τὸ θέμιστες, ἀλλὰ δεῖν μᾶλλον εἰπεῖν μαντεῖαι, ὃ δηλοῦσιν αἱ τόμουραι. οἷς φαίνεται σύστοιχος εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι τόμουρος. Ἡρόδοτος δὲ ἀρχαιότατον εἰπὼν τῶν ἐν Ἕλλησι χρηστηρίων τὸ ἐν Δωδώνῃ μαντεῖον φησὶ καὶ ὅτι λέγεται ὡς δύο μέλαιναι πελειάδες ἐκ Θηβῶν τῶν Αἰγυπτίων ἀναπτάμεναι ἡ μὲν ἐς Λιβύην ἀφίκετο, ἡ δὲ εἰς Δωδώνην, ἔνθα καθεσθεῖσα ἐπὶ φηγὸν ἐλάλησε φωνῇ ἀνθρωπίνῃ, χρῆναι μαντεῖον ἐκεῖ Διὸς γενέσθαι, καὶ ἐγένετο. ἡ δὲ ἑτέρα πέλεια χρηστήριον Ἄμμωνος ἐκέλευσε ποιεῖν τοὺς Λίβυας, καὶ ἐποίησαν. δοκοῦσι δέ μοί, φησιν, αἱ πελειάδες αὗται βάρβαροι γυναῖκες εἶναι, διὸ καὶ ἐδόκουν ὁμοίως ὄρνισι φθέγγεσθαι. μετὰ δὲ χρόνον συνετᾷ ἐλάλουν βαρβαρίζουσαι. τὸ δὲ μέλαν τῆς πελειάδος σημαίνει ὅτι Αἰγυπτία ἡ γυνὴ ἦν. ἱέρειαι δέ, φησι, τῶν Δωδωναίων, πρεσβυτάτη μὲν Προμένεια, ἡ δὲ μετ' αὐτὴν Τιμαρέτη, ἡ δὲ νεωτάτη Νικάνδρη. περὶ δὲ Δωδώνης δηλοῦται καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. δῆλον δὲ, ὡς ἐκ ταύτης καὶ τὸ παροι 2. 73 μιακὸν Δωδωναῖον Χαλκεῖον, περὶ οὗ Παυσανίας φησὶν, ὅτι ἐν Δωδώνῃ πολλῶν παραλλήλων κειμένων λεβήτων, εἴ τις ἑνὸς ἅψεται, φασὶν ἐκ διαδοχῆς πάντας ἠχεῖν. Ἀριστοτέλης δὲ δύο στύλους εἶναι λέγει, καὶ ἐπὶ μὲν θατέρου λέβητα ἑστάναι, ἐπὶ δὲ θατέρου παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας καὶ σειομένους ὑπ' ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (ῃερς. 330.) Τὸ δὲ κρύβδην κρυφηδὸν ἐνταῦθα φησὶν, εἰπών· ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν. ὃ καὶ κάλλος ἔχει τὸ ἐκ παρισώσεως. ἐν ᾧ σημείωσαι ὅτι οὐκ ἔστι τὸ, ἢ ἀμφαδὸν ἠὲ κρυφηδὸν, νοῆσαι ὡς ἐν τοῖς πρὸ τούτων τινὲς ἔφασαν, ἀντὶ τοῦ καὶ φανερῶς καὶ κρύφα, ἀλλ' ἔστι φανερῶς διστακτικὸν τὸ νόημα. (ῃερς.