Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
319.1.1
) Γυναῖκες δὲ ἀκηδέες αἱ ἀφρόντιδες, ἢ καὶ δυσφρόντιδες, κατὰ τὸ, ἀκηδέα νύκτα φυλάξω. (ῃερς. 322.) Τὸ δὲ ἥμισυ ἀρετῆς ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ ἂν μετροῖτο κατ' αἴσθησιν ἀκριβῶς ἀρετή. τοιοῦτον δέ τι ἴσως καὶ τὸ, ὅσῳ πλέον ἥμισυ παντὸς, παρ' Ἡσιόδῳ. Δούλιον δὲ ἦμαρ ἡ δουλεία περιφραστικῶς. οὗ πρὸς ὁμοιότητα καὶ ἦμαρ ἐλεύθερον, ὡς τὸ, ἐλεύθερον ἦμαρ ἀπούρας. περίφρασις δὲ ἄμφω, τὸ μὲν δουλείας, τὸ δὲ ἐλευθερίας. (ῃερς. 321.) Σημείωσαι δὲ, ὅτι τὸ μὴ ἐργάζεσθαι τοὺς δούλους ἐναίσιμα ὅτε μὴ ἐπικρατέουσιν ἄνακτες, πιθανῶς ἐῤῥέθη ἐκ τοῦ ὡσεπιπολύ. Εὔμαιος γὰρ οὐ δήπουθεν τοιοῦτος, ἀλλ' οἱ σύνδουλοι, οὐ προσλογιζόμενοι δεσπόταις τὴν δέσποιναν καὶ τὸν υἱὸν διὰ τὸ ἀπεῖναι τὸν μέγαν ἄνακτα. πιθανὸν δὲ καὶ τὸ ἐφεξῆς διὰ τὸ πολλοὺς δουλωθέντας τελεωτάτην ἀρετὴν ἐπὶ τοῖς δεσπόταις ἐνδείκνυσθαι. (ῃερς. 330.) Ὅτι τὸ, νεῦσεν ἐπὶ οἷ καλέσας, ἀντὶ τοῦ προσεκαλέσατο νεύματι· μετ' ὀλίγα δὲ τὸ, ἐπὶ οἷ καλέσας προσέειπεν, ἑτεροῖον ἐστίν. Ὅτι δίφρος ἐνταῦθα εὐτελὴς, περὶ ὃν δηλαδὴ δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ δαιόμενος· ὅ περ ἐτυμολογία ἐστὶ τοῦ δαιτροῦ. (ῃερς. 332.) Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ, μνηστῆρσι δαινυμένοις, παρήχησίν τινα ἔχει τὸ δαίεσθαι καὶ τὸ δαιτρός. (ῃερς. 333.) Ὅτι, καθάπερ ὁ προῤῥηθεὶς δοῦλος Μελάνθιος καθῖζεν ἀντίος Εὐρυμάχῳ, τὸν γὰρ φιλέεσκε μάλιστα, οὕτω καὶ νῦν Εὔμαιος τὸν προσεχῶς δηλωθέντα δίφρον τοῦ δαιτροῦ κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν ἀντίον, νεύσαντος καὶ καλέσαντος Τηλεμάχου, ἔνθα ἐφέζετο Εὔμαιος. (ῃερς. 334.) τῷ δὲ καὶ αὐτῷ κῆρυξ μοῖραν ἑλὼν ἐτίθει, κανέου τ' ἐκ σῖτον ἀείρας· καθὰ καὶ τῷ Μελανθίῳ κρειῶν μὲν μοῖραν ἔθεσαν οἳ πονέοντο, σῖτον δὲ ἡ ταμία παρέθηκεν. ἐνδοξότερον οὖν τὸ τοῦ Εὐμαίου, ὃς ὑπουργεῖτο κήρυκι. ζηλοῖ γὰρ ἴσως ὁ Τηλέμαχος, εἰ δευτερεῖα τοῦ Μελανθίου Εὔμαιος φέρει, ὃν αὐτὸς φιλέεσκε μάλιστα. (ῃερς. 339.) Ὅτι ἐνδεικνυμένη ἡ ποιητικὴ Μοῦσα πιθανότητα μέχρι καὶ τῶν σμικροτάτων καὶ ἀκριβῶς ἐμφαίνουσα εἰδέναι περὶ ὧν λέγει, μέλινον οὐδὸν λέγει, ἐν ᾧ ἷζεν Ὀδυσσεύς· τὸν δὲ σταθμὸν εἴτουν τὴν παραστάδα τῶν θυρῶν, ᾧ ἐκλίνατο, κυπαρίσσινον ἱστορεῖ. φησὶ γάρ· ἷζε δ' ἐπὶ μελίνου οὐδοῦ κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε, περὶ ἧς προγέγραπται. Μελία δὲ εἶδος δένδρου, ἐξ οὗ νῦν μὲν οὐδὸς μέλινος ἀπαθῶς, ἀλλαχοῦ δὲ κατὰ πάθος ἐπενθέσεως μείλινον δόρυ. (ῃερς. 341.) Ὁ δὲ σταθμὸς μετὰ τῆς στάθμης παρηχοῦσι, καθὰ καὶ τὸ ἐπισταμένως καὶ ἐπὶ στάθμην. ἀφελείας δὲ ἡρωϊκῆς ὁ ἐκ μελίας οὐδὸς καὶ ὁ κυπαρίσσινος σταθμός. τὰ δέ γε τοῦ Μενελάου διὰ τὴν Ἑλένην ὄζει Φρυγίας τρυφῆς. καὶ οἰκονομικῶς δὲ παραῤῥιπτεῖ Ὅμηρος, οἵας ὕλης εἶναι χρὴ οὐδὸν οἴκου καὶ σταθμόν. ἐπιστῆσαι δὲ χρὴ, ὡς ἀπὸ τῆς ἄρτι ὁ ξένος φλιαῖς θλίβεται ὤμους, φλιῶν δηλαδὴ νοουμένων τῶν κατὰ τὰς παραστάδας. (ῃερς.

Intertext edge

Open linked passage

Note