Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
326.1.1
) εἶτα καὶ Τηλεμάχῳ τὸ δῆθεν λυσιτελὲς ὑποτιθείς φησι· Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, εἰ σφῶϊν κραδίῃ ἅδοι ἀμφοῖν. ὄφρα μὲν ὑμῖν θυμὸς ἐώλπει νοστήσειν Ὀδυσῆα, (ῃερς. 330.) τόφρα οὔ τις νέμεσις μένειν τε καὶ ἴσχειν, ὅ ἐστιν ἐπέχειν, μνηστῆρας, (ῃερς. 332.) ἐπεὶ τόδε κέρδιον ἦν, εἰ νόστησ' Ὀδυσσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· ἅ περ ἐκ παραλλήλου ταυτὸ δηλοῦσι, τὸν τοῦ Ὀδυσσέως δηλαδὴ νόστον. νῦν δ' ἤδη τόδε δῆλον, ὅτ' οὐκέτι νόστιμός ἐστιν. ἀλλ' ἄγε, σὺ τάδε μητρὶ κατάλεξον. ποῖα τάδε; γήμασθ' ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, ἔσθων καὶ πίνων. ἡ δ' ἄλλου δώμαθ' ἵκηται. (ῃερς. 337.) Καὶ ὅρα τὸ, ἔσθων καὶ πίνων· ἐν οἷς ὁ τρυφητὴς Ἀγέλαος τὸ ἀνθρώπινον περιγράφει καλόν. σημείωσαι δὲ καὶ τὸ ἐν τοῖς μνηστῆρσι πολύβουλον· ὃ καὶ στάσεως ἦν εἰκὸς γενέσθαι ἂν αὐτοῖς αἴτιον, εἴ περ ἐτεθνήκει Ὀδυσσεύς. (ῃερς. 336.) Ἀγέλαος μὲν γὰρ ἐθέλει τὸν Τηλέμαχον πάντα πατρῷα νέμεσθαι μετὰ τὸν τῆς μητρὸς γάμον· ἑτέρωθι δέ τινι πρὸ τούτων ἤρεσκε, τὰ μὲν ἄλλα πάντα δάσασθαι, τῇ δὲ Πηνελόπῃ, καὶ ὃς ἂν ὀπυίοι, ἀφεῖναι τὸ δῶμα τὸ μὴ ἐκείνης ὄν. Ὀδυσσεὺς γὰρ τῷ υἱῷ ἐκτήσατο αὐτὸ, καθὰ πρὸ ὀλίγων εἴρηται. οὐ τοίνυν σταθερὰ τὰ τοῦ Ἀγελάου ἐνταῦθα, ὃς οὐ μόνον ἐναντιολογεῖ, ὡς νῦν ἐῤῥέθη, πρὸς μνηστήρων βούλησιν, ἔτι δὲ καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἀποτάττει, ὡς ἐῤῥέθη, τὰ κατ' ἄνθρωπον, ἀλλὰ καὶ χαίροντα τὸν υἱὸν τὰ πατρῷα φησὶ νέμεσθαι. πῶς γὰρ ἂν υἱὸς τοιοῦτος χαίροι μεμνημένος ὧν τε ἄλλων ἔπαθε καὶ μάλιστα τηλικοῦδε πατρὸς κακῶς ἀπολωλότος, Ὅρα δὲ καὶ ὅτι ἀστείως αὐτὸ τὸ ἐπιχείρημα, δι' οὗ κατασκευάζει τὸν γάμον, λεληθότως κωλύει ἐκεῖνον. εἰ γὰρ γαμητέον, ὡς δῆλον ὂν μὴ νόστιμον εἶναι τὸν Ὀδυσσέα, μὴ γαμητέον λοιπὸν, ἐπεὶ δῆλον ἐστὶ τῶν τισὶ τοῦ Ὀδυσσέως, ὡς νῦν ἐνόστησεν. ἄλλως μέντοι, καὶ πῶς, ὦ Ἀγέλαε, δῆλον ὡς οὐκέτι ἐπανελεύσεται Ὀδυσσεὺς, ὅς που τῆλε Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, ὡς ἐρεῖ ὁ Τηλέμαχος ἀνατρέπων τὸ, νῦν δ' ἤδη τόδε δῆλον ὡς οὐκέτι νόστιμος Ὀδυσσεύς. εἰ γοῦν μὴ δῆλον τὸ ἀμφίβολον, κέρδιον ἄρα καὶ εἰσέτι μένειν καὶ ἴσχειν τοὺς μνηστῆρας. οὕτως ἀδιανόητα λαλεῖ πολλὰ ὁ Ἀγέλαος. καὶ ἔοικε παικτικῶς λαλεῖν ὡς πρὸς νήπιον τὸν Τηλέμαχον, οὐ μὴν σπουδαίως. διὸ οὐδ' ἐπισημαίνεται ὁ ποιητὴς κἀνταῦθα ὅτι πᾶσιν ἐαδότα μῦθον ἔειπεν· ἢ, οἱ δὲ πάντες ἐπήνεον ὡς ἐκέλευεν. ἴσως οὖν ἐχρῆν προσφωνηθῆναι νήπιον ἐν τούτοις καὶ τὸν Ἀγέλαον, καὶ μή ποτε ὁ ποιητὴς ἐπίτηδες τὸν Ἀγέλαον πλάττει εἰπόντα, ὡς Τηλεμάχῳ μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, ἵνα τῇ κατὰ συνθήκην ἐπαγωγῇ τοῦ ἤπιον κειμένου μετὰ τὸ φαίην φαίνεται ἀστείως ἄκων ὁμολογῶν ὁ Ἀγέλαος, ὡς νήπιον λόγον ἐρεῖ. (ῃερς. 332.) Ἰστέον δὲ ὅτι ὑπότροπος ἐν τοῖς ῥηθεῖσιν ὁ οἴκαδε ὑποστραφείς. ἐξ αὐτοῦ δὲ καὶ ὑπότροπα νοσήματα τὰ φιλυπόστροφα. (ῃερς. 339.) Ὅτι Ἀγελάου ὑπομεμψαμένου τὸν Τηλέμαχον ὡς μὴ ἐφιέντα τῇ μητρὶ γήμασθαι καὶ ταῦτα τοῦ Ὀδυσσέως κατ' ἐκεῖνον εἰπεῖν οὐκέτι νοστίμου ὄντος, Τηλέμαχος ὅρκον ποιησάμενος ἠθικῶς καὶ τὰ τοῦ πατρὸς παθήματα φησιν· οὒ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, ὅς που τῆλ' Ἰθάκης ἢ ἔφθιται, ὡς καὶ προεγράφη, ἢ ἀλάληται, οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω γήμασθαι ᾧ κ' ἐθέλῃσι, (ῃερς. 342.) ποτὶ δ' ἄσπετα δῶρα δίδωσι, τουτέστι, καὶ ὃς αὐτῇ πολλὰ δίδωσιν. ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ ὅς. αἰδέομαι δέ, φησιν, ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι, τουτέστι διῶξαι, μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. καὶ ἔστιν ἐσχηματισμένος ὁ ὅλος οὗτος τοῦ Τηλεμάχου λόγος, ἐπίτηδες οὕτω λαλοῦντος οἷα σοφοῦ πρὸς Ἀγέλαον τὸν ὡς ἐῤῥέθη παιγνήμονα. ἐπόμνυται μὲν γὰρ τὰ τοῦ πατρὸς ἄλγεα· ὧν τὰ μὲν φθάσαντα ἔμαθεν ἀπ' ἐκείνου, τὰ δὲ ἄρτι βλέπει αὐτός. ἀνατρέπει δὲ τὸ μηκέτι νόστιμον ἐκεῖνον εἶναι διὰ τοῦ, ἢ ἀλάληται. εἰ γὰρ ἀλάληται, πῶς δῆλον, ὡς οὐ νοστήσει; μᾶλλον δὲ, εἴ περ ἀλάληται, ὡς νὺν ἀλᾶσθαι δοκεῖ, ἀλήτης γὰρ ἅπασι κρίνεται ὁ ἐν τῷ φαινομένῳ ξένῳ κρυπτόμενος Ὀδυσσεὺς, πῶς οὐκέτι νόστιμός ἐστι; καὶ ἄλλως δὲ εἰπεῖν, ἀνατρέπει τὸν Ἀγέλαον διστάσας ἐν τῷ, ὅ που, ἤγουν ὃς ἴσως, ἢ ἔφθιται ἢ ἀλάληται· ὧν οὐδέτερόν ἐστιν. ἡ γὰρ ἐν τῷ Τηλεμάχῳ περὶ τοῦ πατρὸς πεῖρα λύει τὸν δισταγμὸν παρά γε αὐτῷ. (ῃερς. 341.) Τὸ δὲ, μὴ διατρίβειν τὸν γάμον καὶ τὸ ἑξῆς, σαφῶς φράζει τὸ ἀληθές. ἐπισπεύδει γὰρ ὁ Τηλέμαχος γήμασθαι αὐτὴν ᾧ ἂν ἐθέλει καὶ ὃς ἂν πόροι πολλά. ἐθέλει δὲ ἐκείνη πάντως τὸν Ὀδυσσέα, ὃς αὐτῇ καὶ πάρεστι χαρισόμενος ἄσπετα, ὅσα δηλαδὴ ἔμελλον οἱ μνηστῆρες δάσασθαι. καὶ τὸ ἐφεξῆς δὲ ἐσχημάτισται, ἤγουν τὸ, αἰδέομαι δίεσθαι. πῶς γὰρ ὁ μὴ πρὸ τούτου τὴν μητέρα διώξας νῦν ἂν τοῦ πατρὸς παρόντος διώκοι αὐτήν; (ῃερς. 344.) Ἐν δὲ τῷ, μὴ τοῦτο θεὸς τελέσειε, μονονουχὶ λέγει, ὡς μὴ γένοιτο διωχθῆναι τὴν μητέρα καὶ οὕτως ὑμᾶς διεκφυγεῖν τὸν ὄλεθρον. καὶ οὕτω μὲν ἐσχηματισμένα τὰ τοῦ παιδός. (ῃερς.