Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
332.1.1
) Τὸ δὲ γναμπτοῖς ἀγκίστροις, εἰκὸς μὲν καὶ διὰ μόνους τοὺς ἰχθύας εἰρῆσθαι, εἰκὸς δὲ καὶ διὰ τοὺς ὄρνιθας. ἀγκιστρεύονται γάρ ποτε δελεαζόμενοι καὶ αὐτοὶ, καὶ μᾶλλον οἱ θαλάσσιοι. Ἐτυμολογεῖ δέ πως καὶ τὸ γναμπτὸν τὰ ἄγκιστρα, εἴ περ ἄγκιστρον λέγεται παρὰ τὸ ἄγειν ἤτοι περιάγειν καὶ κάμπτειν, ὅ ἐστι γνάμπτειν. (ῃερς. 333.) Τὸ δὲ ἀπέστισχεν ἐνταῦθα κατὰ λόγον ἀορίστου δευτέρου διὰ τοῦ ˉι γράφεται. (ῃερς. 335.) Τὸ δὲ ἤλυξα ἑταίρους, οὐ φυγήν τινα δηλοῖ, ἀλλὰ τὸ ἁπλῶς ἐκκλῖναι καὶ ἐκτὸς γενέσθαι τοῦ βλέπεσθαι ὑπ' αὐτῶν. χεῖρας δὲ νίπτεται Ὀδυσσεὺς εὐξόμενος, καθά που καὶ ὁ υἱὸς Τηλέμαχος. (ῃερς. 331.) Τὸ δὲ σκέπας ἀνέμοιο κατά τινα ἴσως κεῖται παρατήρησιν, ὡς δέον ὂν τὸν περὶ ἀνέμου εὐξόμενον ἐν σκέπῃ εἶναι πρὸς τὸ μὴ ἀνεμίζεσθαι, εἰπεῖν κατὰ τοὺς παλαιούς. (ῃερς. 338.) Γλυκὺς δὲ ὕπνος ὁ ἐν ἄλλοις νήδυμος. οὐκ ἐπὶ κακῷ δὲ τοῦ Ὀδυσσέως ὁ ὕπνος, ἀλλὰ τοὺς ἑταίρους βλάπτει. διὸ καὶ ἀνηλεῆ αὐτὸν μετ' ὀλίγα ἐρεῖ. αὐτὸς μέντοι διὰ τὴν εὐχὴν καὶ ὅτι μηδὲ μετέσχε τοῦ κακοῦ περισωθήσεται. ἰδοὺ δὲ κἀνταῦθα ὕπνος ἐπὶ κακῷ, καθὰ καὶ ὁ μετὰ τὸν Αἰόλον γλυκὺς ἐπελθὼν κεκμηκότι τῷ Ὀδυσσεῖ. (ῃερς. 339.) Ὅτι Ὀδυσσέως ὑπνοῦντος Εὐρύλοχος ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς, εἰπὼν γνωμικῶς· (ῃερς. 341.) πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν, διὰ τὴν ἐκεῖθεν δηλαδὴ τηκεδόνα στρευγομένου τοῦ λιμώττοντος. (ῃερς. 343.) εἶτα ἐπαγαγὼν Εὐρύλοχος τὴν τοῦ λόγου ἀξίωσιν ἐν τῷ, ἀλλ' ἄγετε Ἡλίου βοῶν ἐλάσαντες ἀρίστας ῥέξομεν ἀθανάτοισι. (ῃερς. 345.) καὶ ὑποσχόμενός τι δι' οὗ μειλιχθείη ἂν Ἥλιος, ὅ πέρ ἐστι, τεύξειν ταχὺ Ἡλίῳ πίονα νηὸν ὅτε εἰς Ἰθάκην ἀφίκοιντο, ἐν δὲ θεῖναι ἀγάλματα πολλὰ καὶ ἐσθλὰ, (ῃερς. 348.) ἐπάγει νόημα δριμύτερον ἐξ ἀντιπαρατάσεως τοιοῦτον· εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων νῆα ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι, βούλομαι ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ἢ δηθὰ (ῃερς. 351.) στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. λέγει δὲ στρεύγεσθαι τὸ τήκεσθαι λιμῷ, καὶ οἷον κατὰ στράγγα ὑποῤῥέειν ὁποῖόν τι καὶ τὸ ἀπολιβάζειν, ὃ ταυτόν ἐστι τῷ λείβεσθαι, ἤτοι κατά τι λιβάδιον ὑγροῦ ῥέειν εἰς φθοράν. (ῃερς. 339.) Τὸ δὲ ἐξήρχετο βουλῆς δύναται καὶ ἐξῆρχε λεχθῆναι. διφορεῖ γὰρ πολλαχοῦ καὶ τὸ τοιοῦτον ῥῆμα ὁ ποιητής. (ῃερς. 342.) Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ἢ ταυτά εἰσιν, ἢ καὶ ἄλλως, πότμον μὲν ἐπισπεῖν τὸ δυσπότμως ζῆν, θανεῖν δὲ τὸ τῆς τοιαύτης ζωῆς δεινὸν ἀποτέλεσμα, καὶ τούτῳ τῷ λόγῳ εἴη ἂν πρωθύστερον τὸ θανεῖν καὶ πότμον ἐπισπεῖν. προηγεῖται γὰρ τοῦ θανεῖν τὸ δυσπότμως ζῆν. (ῃερς. 343.) Τὸ δὲ βοῶν ἐλάσαντες ἀρίστας, ἄλλως μὲν λιχνείαν ἔχει, ὡς δέον ὂν ἐπιλέξεσθαι εἰς τροφὴν τὰς κρείττονας, φαίνεται δὲ διὰ θυσίαν λεχθῆναι κατὰ τὸ, 2. 29 πίονα μηρία ἔκηα, ὡς χρεὼν ὂν τοιαῦτα θύειν. ἔνθα σημείωσαι ὡς ῥητορικώτερον οὐκ αὐτὸ τοῦτο φαγεῖν τὰς βοῦς συμβουλεύει Εὐρύλοχος, ἀλλ' αὐτὸ μὲν ὑπολαλεῖ ἐν τῷ εἰπεῖν μὴ θέλειν λιμῷ τήκεσθαι, ἐν δὲ φαινομένῳ ῥέξειν ἐθέλει τὰς ἀρίστας βόας. καὶ οὐδὲ Ἡλίῳ μόνῳ οὗ πέρ εἰσιν, (ῃερς.

Intertext edge

Open linked passage

Note