Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
334.1.1
) κεῖται δ' ἐνταῦθα καὶ τὸ τυγχάνειν ἐπὶ τοῦ κατὰ τύχην γίνεσθαι, οἷον· καί μοι μάλ' ἐτύγχανε πάντα, ἤγουν εὐτυχῶς ἀπέβαινε· καὶ, τύχησε γὰρ ἐρχομένη νηῦς ἐς Δουλίχιον. (ῃερς. 335.) Τὸ δὲ Δουλίχιον, νῆσος δὲ αὕτη μία τῶν Ἐχινάδων δηλουμένη καὶ ἐν Βοιωτίᾳ, πολύπυρον λέγει. ἔοικε γὰρ πίων εἶναι ἡ νῆσος καὶ ἀγαθὴ σιτοφορεῖν. λέγει δὲ καὶ βασιλέα ταύτης Ἄκαστόν τινα ὁμώνυμον τῷ ᾀδομένῳ ἥρωϊ. (ῃερς. 338.) δύης δὲ πῆμα φησὶν ἐν τῷ, ὄφρ' ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην· ὅ περ ὅμοιόν πώς ἐστι τῷ, πῆμα ἄτης, ὡς Σοφοκλῆς· μὴ κακὸν κακῷ τιθεὶς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. καὶ ἔοικε δύη μὲν καὶ ἄτη δαιμονιώδεις τινὲς πλάττεσθαι οὐσίαι, πῆμα δὲ εἶναι τὸ ἐκ τῆς δύης καὶ τῆς ἄτης κακόν. ἴσως δὲ καὶ περιφραστικῶς ἄτης πῆμα καὶ δύης πῆμα ἡ ἄτη αὐτὴ καὶ ἡ βλάβη, ὡς καὶ δούλιον ἦμαρ ἡ δουλεία. (ῃερς. 340.) ἐρεῖ γάρ· αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. ἔνθα ἔστιν ἰδεῖν ὡς ἐξέφυγε ψυχρότητα γραφῆς ὁ ποιητὴς εὐμεθόδως. ἄλλος μὲν γάρ τις ἐπετηδεύσατο ἂν, ὡς εἰκὸς, ἐγγὺς τοῦ, Δουλίχιον πολύπυρον θεῖναι τὸ, δούλιον ἦμαρ, εἰπὼν ὡς πλεύσας ἐς Δουλίχιον δούλιον ἦμαρ εἶδον, Ὅμηρος δὲ τοῦτο παραῤῥίψας μετὰ τέσσαρας στίχους τοῦ ἐς Δουλίχιον ἐπήγαγε τὸ δούλιον ἦμαρ, οὐ τεχνησάμενος παιγνήμονα παρήχησιν ἔνθα μὴ ἐχρῆν. (ῃερς. 342.) ἔτι Ὀδυσσεὺς πιθανολογεῖ καὶ τὴν τῶν ῥωγαλέων ἱματίων ἔνδυσιν, παθεῖν αὐτὴν πλαττόμενος ὑπὸ τῶν Δουλιχιωτῶν. (ῃερς. 346.) λέγει δὲ καὶ νηὸς ὅπλον ἐϋστρεφὲς τὸ σχοινίον, καὶ τὸ λῦσαι τοῦ δεσμοῦ ἀναγνάμψαι ἐν τῷ, αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψε θεὸς αὐτός· ἡ μὲν γὰρ σύνδεσις καμπὴν ἔχει, ἡ δὲ λύσις ἀνακάμπτει. (ῃερς. 350.) εἰπὼν δὲ καὶ ὅτι ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασα θαλάσσῃ στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ' ἀμφοτέρῃσι νηχόμενος, μάλα δ' ὦκα θύρῃφι ἔα ἤγουν ἔξω τῆς θαλάσσης ἦν, ἐφόλκαιον τὸ πηδάλιον λέγει, ὡς ἀρέσκει τοῖς παλαιοῖς, παρὰ τὸ ἐφέλκεσθαι τῇ νηΐ. διὸ καὶ ξεστὸν αὐτό φησιν, οὐ μὴν γλαφυρὸν ἢ μέλαν ἢ ἄλλο τι τῶν ταῖς ναυσὶν ἐπιτιθεμένων, ἐφόλκιον μέντοι, εἶδος πλοίου παρά τε τῷ γεωγράφῳ· φησὶ γάρ· ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια καὶ πλοῖον μέγα, καὶ παρὰ Παυσανίᾳ εἰπόντι· λέμβος καὶ ἐφόλκιον, σκάφος ἢ πλοῖον. τὸ δ' αὐτὸ ἐφόλκιον καὶ ἐφολκίδα λέγει ὁ τὰ ἐρωτικὰ παίξας Ἀλεξανδρεὺς ῥήτωρ, πλεονάσας τῇ λέξει διὰ τὸ καίριον. δῆλον δὲ ὅτι τε λέμφος διὰ τοῦ ˉφ οὐ μὴν διὰ τοῦ βῆτα ἡ πεπηγυῖα μύξα κατὰ τοὺς παλαιοὺς ἐκ τῶν μυκτήρων· ὅθεν καὶ λέμφος ὁ εὐήθης. ἐπειδή, φασιν, εἰς μωρίαν διέσκωπτον τοὺς ῥεομένους ἐκ τῶν μυκτήρων. ὅθεν καὶ ἀπομύξαι τινὰ τὸ ἐξαπατῆσαι, καὶ ὅτι καὶ τὰ μυξώδη κρέα λέμφοι ἐκαλοῦντο, καὶ ὅτι ὥς περ ὁ λέμφος ὁ προσεχῶς ῥηθεὶς καινὴ καὶ τοῖς πολλοῖς ἀσυνήθης λέξις ἐστὶν, οὕτω καὶ ὁ παρὰ τῷ κωμικῷ Κρατίνῳ σάννας. αὐτὸς μέντοι οὐ τὸν εὐήθη ἁπλῶς δηλοῖ, ἀλλὰ τὸν μωρὸν, ὃν ἴσως ἡ κοινὴ γλῶσσα τζαννὸν λαλεῖ. δόξοι δ' ἂν εἰλῆφθαι ἡ λέξις ἀπὸ τῶν Ἀσιανῶν σάννων, οὓς οἱ ἰδιῶται τζάννους καλοῦσι, βαρβαρικοὺς ὄντας καὶ, ὡς εἰκὸς, εὐήθεις δι' ἀπαιδευσίαν. ὁ δὲ τὸν σάνναν τοῦτον παρασημηνάμενος Ἀριστοφάνης ὁ γραμματικὸς καὶ ἄλλας ἐκτίθεται καινοφώνους λέξεις, οἷον, ἀσίλλαν, σκεῦός τι ἰχθυηρὸν, οὗ χρῆσις παρὰ Σιμωνίδῃ ἐν τῷ, πρόσθε μὲν ἀμφ' ὤμοισιν ἔχων τρηχεῖαν ἀσίλλαν, ἰχθῦς ἐξ Ἄργους ἐς Τεγέην ἔφερε. προφέρει δὲ καὶ τὸ, μοιχὴ καὶ μοιχὶς ἀσυνήθη, δι' ὧν δηλοῦται ἡ μοιχαλὶς, καὶ τὸ στεγανόμιον, ὃ δηλοῖ, φασὶ, παρ' ἡμῖν μὲν τὸν τόπον ἐν ᾧ ἑστιῶνται, παρ' Ἀττικοῖς δὲ τὸν μισθὸν τοῦ πανδοχείου· καὶ τὸ ἐπικοκκάζειν ὕβρει, ἢ κατά τινας ἐπιμηκάζειν, ὅθεν παρὰ Ἀριστοφάνει τὸ, ἀοιδὸς ἐπικοκκάστρια. λέγει δὲ καὶ λαπίζειν παρὰ Σοφοκλεῖ τὸ συρίζειν καὶ βαυβᾶν τὸ κοιμᾶσθαι, οἷον· ἡ δὲ προὐκαλεῖτό με βαυβᾶν μετ' αὐτῆς. ὅθεν, φησὶ, καὶ παρὰ Κρατίνῳ τὸ, λόγος τις ὑπῆλθ' ἡμᾶς ἀμαθὴς συβαύβαλος. συνάπτει δὲ τούτοις ξενικὸν καὶ τὸ ἀρδαλῶσαι ἤγουν μολύναι, προ 2. 74 φέρων καὶ τὸ, τὴν μὲν ἄρδαν ἀπ' ἐμοῦ σπόγγισον· καὶ τὸ, Αἰγύπτιος θοιμάτιον ἠρδάλωσέ μου. παραδίδωσι δὲ καὶ ὅτι τὸ ἐσχάζοσαν παρὰ Λυκόφρονι καὶ παρ' ἄλλοις τὸ ἐλέγοσαν καὶ τὸ, οἱ δὲ πλησίον γενομένων φεύγοσαν, φωνῆς Χαλκιδέων ἴδιά εἰσιν. ἔτι καὶ τὸ στίμμιν, περὶ οὗ ἀλλαχόθι ἐγράφη, θηλυκῶς προάγει, εἰπὼν ὅτι στίμμις ἡ εἰς τὰ ὄμματα χρήσιμος Αἰγυπτίων μέν ἐστι φωνή. κεῖται δὲ ὅμως καὶ παρὰ Ἴωνι τῷ ποιητῇ, ἐν τῷ, καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον. ἔφη δὲ καὶ ὅτι ἡ μαγὶς ἀπὸ τῆς μάζης ἢ τοῦ μαστεύειν ῥηθεῖσα παράγει τὸν μάγειρον, ὃς οὕτω, φησὶ, λέγεται παρὰ τὸ μαγίδας αἴρειν ἤγουν προσφέρειν. ἔτι λέγει καὶ δοκὸν τὴν δόκησιν καὶ ὑπόληψιν, οἷον, τῷ γ' ἐμῷ δοκῷ ἤγουν τῇ ἐμῇ δοκήσει. καὶ ὅτι παρὰ Αἰτωλοῖς τὸ τοῖς γέρουσι γερόντοις φράζεται, οἷον, Μιλησίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, καὶ τὸ παθήμασι παθημάτοις. καὶ Πλάτων δέ, φησιν, ὁ κωμικὸς, ὁ πρόσωπος εἴρηκεν ἀντὶ τοῦ πρόσωπον, καὶ ἀντὶ τοῦ γάλακτος ἢ γάλατος τοῦ γάλα ἔκλινε δισυλλάβως. εἴρηται δέ, φησι, καὶ τὸ ἀπόστηθι ἀπόστα, καθὰ δηλαδὴ καὶ τὸ κατάβηθι κατάβα παρὰ Ἀριστοφάνει, καὶ οἱ ἔμετοι ἐμίαι ὡς κοχλίαι. Εὔπολις δέ, φησιν, ἐπὶ τοῦ κακοφώνου τὸν ἐμίαν τίθησιν. ἐπὶ δὲ πᾶσι λέγει ὁ αὐτὸς γραμματικὸς καὶ μομφὸν παρ' Εὐριπίδῃ τὴν μέμψιν λεχθῆναι. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐκ δὲ τοῦ προειρημένου ἐφολκίου, ὃ παραλήγεται καταμόνας τῷ ἰῶτα διχρόνῳ, καὶ τὸ σῶμα οἱ σοφοὶ συμβολικῶς παροιμίας λόγῳ, ἐφόλκιον φασίν. ὡς μεγάλῃ τινὶ ἐφελκόμενον νηῒ, τῇ ψυχῇ, χρήσιμον δὲ ἴσως εἰς τὴν τοιαύτην λέξιν καὶ τὸ, ἐφελκομένοισι πόδεσσιν, ὃ ἐν Ἰλιάδι κείμενον δηλοῖ πάρεσιν ποδῶν ἑλκομένων ἐν τῷ σύρεσθαί τινα. τὸ δὲ ῥῆμα, ἐξ οὗ καὶ τὸ ἐφόλκαιον καὶ τὸ ἐφόλκιον, ποιεῖ καὶ τὸ ἐφολκὸν, ὃ δηλοῖ τὸ ἐπαγωγὸν, ὡς Καλλίμαχος· ἔχοιμι δέ τι παιδὸς ἐφολκόν. ἡ μέντοι παρὰ τοῖς ἰατροῖς ἐφελκὶς οὐχ' ὁμοίως γίνεται, ἀλλὰ ἐκ τοῦ ἕλκος. καὶ δοκεῖ τι συντελεῖν εἰς αὐτὴν Ὁμηρικὸν τὸ, ἐφ' ἕλκεϊ ἕλκος ἄρηται. παρὰ δέ γε τῷ δειπνοσοφιστῇ φέρεται καὶ ὅτι ἐφόλκια πλοιάρια διάφορα, ἐφελκόμενα δηλαδὴ μείζοσι ναυσί. φησὶ γάρ· ἐφόλκια δ' ἦσαν αὐτῇ τῇ τοῦ Ἱέρωνος δηλονότι μεγίστῃ νηῒ τῇ Συρακουσίᾳ κληθείσῃ τὸ πρῶτον, εἶτα Ἀλεξανδρίδι, κέρκουρος, ἐπίκωπος, ἁλιάδες τε καὶ σκάφαι πλείους. τοῦ δὲ καὶ λέμβον τὸ ἐφόλκιον λέγεσθαι χρῆσις φέρεται Ἀναξανδρίδου παρὰ τῷ Ἀθηναίῳ. ἦν δὲ καὶ ἐπίθετον ἢ κύριον ἀνδρός τινος ὁ λέμβος. (ῃερς. 352.) Τὸ δὲ νηχόμενος ἑρμηνεία ἐστὶ τοῦ χερσὶ διήρεσσα. Τὸ δὲ θύρηφ' ἔα ἶσον ἐστὶ τῷ, θύραζε ἦν. Τὸ δὲ καὶ προδηλωθὲν ἔα, οὗ χρῆσις καὶ ἐν τῷ, τοῖος ἔα, διαλελύσθαι δοκεῖ ἀπὸ τοῦ ἦ, οὗ μνήμη καὶ παρὰ Αἰλίῳ Διονυσίῳ, εἰπόντι ὡς Ἴωνες μὲν ἔα φασὶν, Ἀττικοὶ δὲ ἦ μονοσυλλάβως, οἱ δὲ μέσοι σὺν τῷ νˉυ, οἷον, ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην. τὸ δὲ τρίτον οὐδέ ποτέ φησιν ἄνευ τοῦ νˉυ. ἕτερος δὲ ῥήτωρ γράφει, ἔα καὶ ἐν συναιρέσει ἦ. Ἴωνες δὲ ἐπεκτείνοντες ἦα φασίν· ὥστε ταυτὸν ἔα καὶ ἦ καὶ ἦα καὶ ἦν καὶ ἔσκον καὶ ἔην ἐπὶ πρώτου προσώπου. κεῖνται γὰρ ἀντὶ τοῦ ὑπῆρχον, ὡς καὶ τὸ, τοῖος ἔον ἐν πολέμῳ. (ῃερς. 353.) ἔτι πλάττει ὁ ψευδόπτωχος καὶ περὶ ὄρος τὸ Ἰθακήσιον διαφυγεῖν αὐτὸς τοὺς Δουλιχιώτας ναύτας, εἰπών· ἔνθ' ἀναβὰς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, κείμην πεπτηὼς, ἤγουν κατεπτηχὼς, εἰπὼν καὶ τοῦτο καθ' ὁμοιότητα τῶν ἐν τῇ Φαιακίᾳ. Πολυανθῆ δὲ ὕλην λέγει, οὐκ ἐξ ἀνάγκης τὴν ἄρτι τοιαύτην, ἀλλὰ τὴν ἐν καιρῷ τοῦ ἀνθεῖν. ἐπὶ δὲ πᾶσι κολακεύων τὸν ξεινοδόκον Εὔμαιον λαλεῖ ὅ περ εἰκὸς καὶ παρ' ἄλλου ὁμοίου τινὸς ῥηθῆναι πρὸς ξενοδοχοῦντα· καί με σταθμῷ ἐπέλασεν ἄγων θεὸς, ἀνδρὸς ἐπισταμένου. ἔτι γὰρ νύ μοι αἶσα βιῶναι. καὶ ὅρα τὸ, ἔτι γὰρ δή μοι αἶσα βιῶναι, οἰκεῖον ὂν εἰπεῖν ἐξαλύξει κινδύνου, ὥς περ καὶ τὸ, ἐμὲ δ' ἔκρυψε θεὸς αὐτὸς, πρέπει λέγειν ὁπηνίκα πολεμίους λαθὼν ἐκφύγῃ τις. σταθμὸν δὲ καὶ νῦν τὸν ἀγροτικὸν οἶκον λέγει, ὡς ἐκ μέρους τοῦ κατὰ τὰς θύρας. ἐπιστάμενον δὲ ἄνδρα τὸν σπουδαῖον φησὶν ἤτοι ἀγαθόν. ἀφ' οὗ γέγονεν ἀφορμὴ τοῖς ὕστερον τοῦ λέγειν ἐπιστήμας τὰς ἀρετάς. καὶ τοιαῦτα μὲν ὡς ἐν ὀλίγῳ ἐπελευστικῶς ἀνθολογῆσαι τὰ τῆς ἡρωϊκῆς ψευδομυθίας. (ῃερς. 223. σθθ.) ὧν ἐν μέσῳ καὶ νόημά τι ἐμφαίνεται φιλόσοφον τὸ μὴ ἐξανάγκης ἀεὶ τὰ σύνθετα διαιρεθέντα τὴν αὐτὴν φυλάσσειν ἔννοιαν. φιλόσοφος μὲν γὰρ καὶ φιλῶν σοφίαν ὁ αὐτὸς, καθὰ καὶ φιλοσοφία καὶ φιλία σοφίας. οὕτω δὲ καὶ ἐπὶ ἑτέρων μυρίων ὅσων, οὐ μὴν ἀεὶ τὸ τοιοῦτον. τὴν γοῦν οἰκωφελίαν ὄνομα σύνθετον ἕτερον οἶδεν ὁ ποιητὴς ἐν τούτοις τοῦ, οἶκον ὀφέλλειν. εἰπὼν γοῦν ὁ ψευδοπλάνης Ὀδυσσεὺς, ὅτι ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ' οἰκωφελία, ἐπάγει μετ' ὀλίγα, ὅτι ἐν πολέμοις πολλὰ μὲν ἐξαιρεύμην, τουτέστιν ἐξῃρούμην, ἤγουν κατ' ἐξαίρετον ἐκλεγόμενος ἐλάμ 2. 75 βανον ὡς οἷα γέρας, καθὰ πρὸ ὀλίγων ἐῤῥέθη, πολλὰ δ' ὀπίσω λάγχανον, αἶψα δὲ οἶκος ὀφέλλετο. ἕτερον οὖν οἰκωφελία καὶ ἕτερον ὀφέλλεσθαι οἶκον. ἐκείνην μὲν γὰρ οὐ φιλεῖ Ὀδυσσεὺς, τὸ δὲ ὀφέλλεσθαι οἶκον φιλεῖ πραγματιωδῶς. καὶ ἔστιν ὀφέλλεσθαι μὲν οἶκον τὸ ἄλλως αὔξεσθαι χρήμασιν, ἐξ ὧν δεινός τ' αἰδοῖός τε παρὰ τοῖς εἰδόσι τις τέθειται, ὡς αὐτὸς εὐθὺς λέγει σεμνύνων συνήθως τὸν πλοῦτον, εἴ γε τοιούτους ποιεῖ τοὺς ἔχοντας. οἰκωφελία δὲ κατὰ τοὺς παλαιοὺς ἡ οἰκουρία καὶ ἐπιμέλεια τοῦ οἴκου διὰ γεωργίας τυχὸν ἢ τοιούτου τινὸς, οὐ μὴν δι' ἀποδημίας τῆς κατ' ἐμπορίαν ἢ κατὰ πόλεμον. καὶ ἄλλως δὲ εἰπεῖν, οἰκωφελία ἐστὶ πορισμὸς βίου εἰρηναίου ἤτοι τοῦ κατὰ εἰρήνην κουροτρόφου διὸ εἰπὼν οἰκωφελίη ἐπήγαγεν· ἢ τρέφει ἀγλαὰ τέκνα, ὃ ταυτόν ἐστι τᾷ, κούρους τρέφει, τουτέστι κουροτρόφος ἐστὶν, ἀπεναντίας πρὸς τοὺς βροτολοιγοὺς πολέμους καὶ τὰ ἑξῆς λυγρὰ καὶ ῥιγηλά. εἰσὶ δὲ οἳ καὶ τὴν οἰκοδομίαν οἰκωφελίαν εἶπον, δι' ἧς οἶκος ἀνεγειρόμενος ὀφέλλεται, ὅ ἐστιν αὔξεται. τοῦτο δὲ ἴσως εὐτελέστερον καὶ οὐ πόῤῥω γελοίου. οὕτω καὶ παρ' Ἡσιόδῳ ὁ χειροδίκης μὲν τὸ σύνθετον οὐκ ἀγαθόν. δηλοῖ γὰρ τὸν κατὰ χεῖρα βίαιον· ᾧ δὲ δίκη ἐν χερσὶν, ἀγαθὸς ἐκεῖνος. ψέγων οὖν ἐκεῖνος τοὺς τότε λέγει, ὅτι δίκη ἐν χερσὶν αὐτοῖς καὶ αἰδὼς οὐκ ἔστιν. Ἔτι ὁμοίως ὑπὸ σκιᾷ μὲν μαχοῦνται κατὰ Ἡρόδοτον Ἕλληνες, τοῦ νέφους τῶν βαρβαρικῶν βελῶν σκιάζοντος τὸν ἥλιον. ἡ δὲ σκιαμαχία τὸ σύνθετον καὶ τὸ σκιαμαχεῖν ἑτέραν ἔχουσιν ἔννοιαν. Ἔτι καθ' ὅμοιον τρόπον καὶ τὸ, ὠμογέροντα δέ μιν φασὶν εἶναι, διάφορον ἔοικεν εἶναι τοῦ, ὠμῷ γήραϊ δῶκε τὸν Λαέρτην θανοῦσα ἡ γυνή. ὠμογέρων μὲν γὰρ ἡλικία γέροντος, ἄρτι παραλλάξαντος τὸν ἀκμάζοντα καὶ ἐλευσομένου εἰς τὸ λέγεσθαι γέρων, εἶτα εἰς τὸ πέμπελος, μετὰ δέ γε εἰς τὸ σύφαρ. ὠμῶς μέντοι γηράσαι λέγεται ὁ μὴ ἀκριβῶς γέρων ἀλλὰ πρὸ ὥρας πεπανθεὶς τῷ γήρᾳ. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (ῃερς. 208.) Πολλὰ δὲ τῶν τοῦ ῥηθέντος ψευδοχωρίου χρήσιμα καὶ εἰς λόγων παραπλοκὰς, οἷον τὸ, τοὶ δὲ ζωὴν ἐδάσαντο καὶ ἐπὶ κλήρους ἐβάλοντο, χρήσιμον εἰς περιουσίας δασμόν. ἔνθα καὶ κάλλος ἔχει τὸ ἐν τοῖς δυσὶ στίχοις ὁμοιοκατάληκτον. (ῃερς. 207.) ἐν οἷς καὶ περίφρασις τοῦ θανεῖν τὸ, ἀλλὰ τοῦτον μὲν Κῆρες ἔβαν θανάτοιο φέρουσαι εἰς Ἀΐδαο δόμους, ἤγουν ἀλλ' οὗτος μὲν ἔθανεν. (ῃερς. 211.) ἔπαινος δὲ προσωπικὸς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκ' ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας. ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος. (ῃερς. 213.) εἰ δὲ καὶ δυστυχὴς τὰ ἐσύστερον ἀπεκβῇ ὁ τοιοῦτος, οἰκεῖα καὶ τὰ ἐφεξῆς· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γε, καὶ ἑξῆς, ὡς προγέγραπται. (ῃερς. 216.) ὁμοίως δὲ ἔπαινος ἀνδρίας καὶ τὸ, ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη· καὶ ῥηξηνορίην ὁπότε κρίνοιμι λόχονδε ἄνδρας ἀριστῆας κακὰ δυσμενέεσσι φυτεύων. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ. (ῃερς.