Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
336.1.1
) Τὸ δὲ οἵ μοι ἔασι πρὸς ἀκρίβειαν εἶπεν. εἰ γὰρ καὶ τυχὸν ἄλλος τις τῶν ἐμοὶ ἑταίρων ἀνιάσεται ἐπὶ σοὶ, ἀλλ' οὐχὶ καὶ οὗτοι οἵ πέρ εἰσιν ὑπ' ἐμοί. (ῃερς. 337.) εἶτα καὶ καιρὸν τίθησι τοῦ μένειν, ὁποῖον ὁ Ὀδυσσεὺς ἐθέλει, εἰπὼν ὡς ἐπειδὰν ὁ Τηλέμαχος ἔλθοι, ἐκεῖνος χλαῖνάν τε χιτῶνά τε δοὺς πέμψει ὅππῃ σε κραδίη θυμός τε κελεύει. (ῃερς. 339.) Καὶ ὅρα τὸ πέμψει, οὗ περ οὐκ ἔχει καιριωτέραν λέξιν ἐν τοῖς τοιούτοις ὁ ποιητής. (ῃερς. 312.) Τὸ δὲ, αἴ κέν τις κοτύλην παρέξῃ, καὶ τὸ, εἴ μοι δεῖπνον δοῖεν, τοῦ αὐτοῦ εἰσὶ σχήματος, καὶ δηλοῦσι τὸ, εἴ πως ἀντὶ τοῦ, ὅπως ὀρέξῃ καὶ ὅπως δοῖεν. Ὁμώνυμος δὲ λέξις καὶ τὸ ὀρέξαι. χεῖρα μὲν γάρ τις ὀρέγει ἐκτείνων αὐτήν. δῶρον δὲ ὀρέγει, ἤγουν δίδωσιν, ἐκτείνων χεῖρα. Κοτύλη δὲ ποτηρίου ἤτοι ἐκπώματος εἶδος. ἔστι δὲ ὅτε καθὰ καὶ νῦν καὶ τὸ ἔσω αὐτοῦ ὑγρὸν ὁμωνύμως κοτύλη λέγεται, καθὰ καὶ μέδιμνον καὶ σχοῖνιξ τό, τε μέτρον καὶ τὸ μετρούμενον. ὅτι δὲ κοτύλη καὶ τὸ κοῖλον ὀστοῦν, ᾧ ἐνστρέφεται ὁ μηρὸς, κοτύλαι δὲ καὶ τὰ περὶ τὰς πλεκτάνας τῶν πολυπόδων πυκνὰ κοῖλα σαρκία, δηλοῦται ἀλλαχοῦ. ἐκ δὲ τῆς ἐνταῦθα κοτύλης καὶ κοτυλήρυτον ὕδωρ ἢ αἷμα τὸ κοτύλῃ, ἀρυόμενον. Τοῦ δὲ πύρνου τὸ γένος ἄδηλόν φασιν εἶναι. εἰ δὲ καὶ πύρνα εὕρηται παρὰ τῷ ποιητῇ, ὑποπτεύεται καὶ οὕτως ἡ λέξις μή ποτε μεταπέπλασται ὡς τὰ σταθμὰ καὶ τὰ κέλευθα καὶ τὰ δεσμὰ καὶ τὰ τοιαῦτα. λέγει δὲ πύρνον τὸν πύρινον, ὅ ἐστι σίτινον ἄρτον ἢ ψωμὸν κατὰ τοὺς παλαιούς. Δεῖπνον δὲ, ὡς ἐκ μέρους τοῦ πρωϊνοῦ ἐμβρώματος, καὶ τὸ ἄριστον καὶ τὸν δόρπον φησίν. (ῃερς. 316.) Ὀνείατα δὲ μυρία καὶ νῦν τὰ βρώματα, ἐξ ὧν ἔστι τις ὄνησις. (ῃερς. 317.) Τὸ δὲ εὖ δρώοιμι ἀντὶ τοῦ διακονοίην, ὑπηρετοίην. δρᾶν γὰρτὸ ὑπηρετεῖν, καὶ μετὰ προθέσεως παραδρᾶν καὶ ὑποδρᾶν. καὶ δραστῆρες οἱ θεράποντες καὶ δρήστειατὸ τούτου θηλυκὸν καὶ δρηστοσύνη καθ' ὁμοιότητα τοῦ παλαισμοσύνη ἡ ταπεινὴ διακονία ἤγουν τὸ, πῦρ ἀνάψαι καὶ ξύλα κεάσαι καὶ τὰ ἑξῆς, ὡς δηλοῖ καὶ ὁ ποιητής. (ῃερς. 319.) Τὸ δὲ Ἑρμείαο ἕκητι ἀντὶ τοῦ διὰ τὸν Ἑρμῆν. αὐτὸς γὰρ οὐχ' ὡς λόγιος οὐδ' ὡς ἐμπολαῖος ἢ στρόφις ἤ τι τοιοῦτον, ἀλλ' ὡς κερδῷος ἢ καὶ διάκτορος ἐπιστατεῖν δοκεῖ ταῖς ῥηθείσαις ὑπουργίαις καὶ χαρίεντα ποιεῖ τὰ κατ' αὐτὸν διακονικὰ βουλεύματα. καὶ ἔστιν ὅμοιον τὸ εἰπεῖν ὡς Ἑρμείου ἕκητι ὑπουργική εἰμι, ὡς εἰ καὶ ὁ πολεμικὸς Ἄρεος χάριν τοιοῦτος εἶναι εἴπῃ καὶ ὁ μουσικὸς Ἀπόλλωνος ἕκητι. (ῃερς. 322.) Πῦρ δὲ νηῆσαι τὸ ἐκ σπινθήρων σωρεῦσαι καὶ οὕτως ἄναμμα πυρὸς διὰ ξύλων ποιήσασθαι. Ὅτι δὲ νηῆσαι τὸ σωρεῦσαι, δηλοῖ καὶ ἡ Ἰλιάς. τινὲς δὲ πῦρ εὐνῆσαι γράφουσιν, ἤτοι φυλάξαι, κατευνάσαι, ζωπυρῆσαι ἐν σποδιᾷ. Τὸ δὲ ξύλα δανὰ κεάσσαι, τουτέστι ξηρὰ καὶ ἐπιτήδεια εἰς τὸ δαίεσθαι, γράφεται καὶ ξύλα πολλὰ κεάσαι. Ὅρα δ' ἐνταῦθα καὶ συχνὰ πάρισα τὸ νηῆσαι, κεάσαι, δαιτρεῦσαι, ὀπτῆσαι, οἰνοχοῆσαι, δι' ὧν καλλωπιζόντων ὑπανίσταται ἠρέμα τὸ τῆς εὐτελοῦς ἐνταῦθα ἐννοίας ταπεινόν. (ῃερς. 324.) Ἐν δὲ τῷ ἀγαθοῖς πάρα δρώωσι χέρῃες, τινὲς γράφουσιν ὑφὲν παραδρώωσιν ἤγουν παραδιακονοῦσι. δῆλον δ' ὅτι ποιητικωτέρα λέξις τὸ τοιοῦτον δρᾶν καὶ αἱ ἀπ' αὐτοῦ κινήσεις, καθὰ καὶ τὸ περᾶν ἤγουν πέραν πιπράσκειν καὶ τὸ περάσαι καὶ ὅσα ἐκ τούτου. οἷς καὶ ἐπιμένει διὰ τὸ καίριον τῆς κυριολεξίας ὁ ποιητὴς, ἤγουν τοῖς μὲν ἐκ τοῦ δρᾶν ἐνταῦθα, τοῖς δὲ ἐκ τοῦ περᾶν μάλιστα ἐν Ἰλιάδι. Χέρῃες δὲ γίνονται μὲν κατὰ συγκοπὴν καὶ τροπὴν Ἰωνικὴν ἀπὸ τοῦ χερείονες. δηλοῖ δὲ τοὺς ταπεινοὺς καὶ ὡς εἰπεῖν χειρουργούς. ὁποίαν καὶ τὴν χειρομάχαν πληθὺν οἶδεν ὁ Ναυκρατίτης σοφιστής. ἀντίκεινται δὲ οἱ χέρῃες τοῖς ἀγαθοῖς. καὶ εἴ πέρ εἰσι χέρῃες οἱ ταπεινοὶ καὶ πτωχοὶ, λέγοι ἂν ἀγαθοὺς ἐνταῦθα τοὺς ἀπεναντίας τούτοις ὁ ποιητής. Τοῦ δὲ χέρῃες εὕρηται ἐν ἄλλοις καὶ δοτικὴ χέρηϊ, καὶ αἰτιατικὴ, χέρῃα. (ῃερς. 328.) Τὸ δὲ, μνηστήρων καταδῦναι ὅμιλον, τὸ πολὺ πλῆθος τῶν μνηστήρων δηλοῖ. (ῃερς. 329.) Τὸ δὲ, σιδήρεον οὐρανὸν ἵκει, ὅμοιον μέν ἐστι τῷ, αὐτὴ δ' οὐρανὸν ἷκεν, ὅ περ ἐν Ἰλιάδι ἐπὶ μάχης κεῖται. σιδήρεον δὲ οὐρανὸν δηλοῖ τὸν ἐν ἄλλοις χάλκεον, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν. (ῃερς. 331.) Τὸ δὲ εὖ εἱμένοι, ὅ ἐστιν ἐνδεδυμένοι, τὸ εὐειμονεῖν παράγει. Λιπαροὶ δὲ κεφαλὰς οἱ τρυφῶντες, ὅ ἐστι λιπῶντες, ὡς ἀπὸ μέρους εἰπεῖν, τὸ πᾶν σῶμα. οἱ δὲ τοιοῦτοι οὐκ ἂν εἶεν ῥυσοὶ ἢ ῥικνοὶ κατὰ τοὺς ἀλιπεῖς. οὐ μόνον δὲ κεφαλαὶ λιπαραὶ, ἀλλὰ καὶ πόδες, κατὰ τὸ, ποσσὶ δ' ὑπὸ λιπαροῖσι. (ῃερς. 332.) Τὸ δὲ καὶ καλὰ πρόσωπα περιττῶς μὲν κεῖσθαι δοκεῖ. συνεπινοοῦνται γὰρ αὐτὰ πάντως τῇ κεφαλῇ· ἐκφωνοῦνται δὲ ὅμως ἰδίᾳ διὰ τὸ ἐν αὐτοῖς μάλιστα ἐκφαίνεσθαι τὴν λιπαρότητα οἷα προκειμένοις τῶν ὄψεων. (ῃερς. 341.) Ὅτι φιλόφρονος ξένου λόγος πρὸς ξενοδόχον τὸ, αἴθ' οὕτως φίλος θεῷ γένοιο, ὡς ἐμοὶ, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. (ῃερς. 343.) εἶτα ὁ τοῦτο εἰπὼν Ὀδυσσεὺς ἐπιπλέκων καὶ γνωμικὸν κατὰ τῆς πλάνης φησί· πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν. ἀλλ' ἕνεκα οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν ἀνέρες, ὅν κεν ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος, τὰ οἱονεὶ σύστοιχα καὶ τῇ ἄλῃ παρεπόμενα. (ῃερς. 345.) Ὅρα δὲ καὶ νῦν τὸ, ὅν κεν ἵκηται, ἀντὶ τοῦ, εἰς ὃν ἂν παραγένηται. ἀπὸ γὰρ πληθυντικοῦ τοῦ ἀνέρες, εἰς ἑνικὸν κατέβη συνήθως. αἴτιον δὲ τούτου, ὅτι οὐ πάντες βλάπτονται διὰ τῆς γαστρὸς, ἀλλ' ὃν ἂν ἵκηται ἡ πλάνη. ἐκεῖνος γὰρ μάλιστα διὰ τὴν γαστέρα μυρία πάσχει κακά. ἀπὸ δὲ τῆς ἄλης ὅτι καὶ ὁ ἀλήτης καὶ ὁ ἀλαζὼν, δῆλον. κεῖται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἀλαζὼν κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, ἁπλῶς δὲ ὁ φέναξ. (ῃερς. 347.) Ὅτι ἐρώτησις περὶ φίλων ἀποδήμων τὸ, εἰπὲ ἄγε μοι περὶ τῶν δεῖνα εἴ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο ἢ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, εἰσὶ δηλαδή. (ῃερς. 351.) Ὅτι ἐρωτηθεὶς ὁ συβώτης περὶ Ὀδυσσέως εἰ ζῶσιν οἱ δεσποτικοὶ γονεῖς, λαβὼν ἐντεῦθεν ἀφορμὴν, οὐ μόνον πρὸς τὸ ἐρωτηθὲν λαλεῖ, ἀλλὰ καὶ ἄλλα τινὰ κατὰ ποικιλίαν ποιητικὴν προσεπιτίθησιν. ἐν οἷς καὶ περὶ ἑαυτοῦ λαλεῖ τι. καὶ τῆς δεσποίνης δὲ δεινότητα κατειπὼν, εἶτα καὶ ὑπεραπολογεῖται εὐνοϊκῶς. φησὶ γοῦν ὡς Λαέρτης μὲν ἔτι ζώει. εὔχεται δὲ θυμὸν ἀπὸ μελέων φθίσθαι, (ῃερς. 355.) ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο, τοῦ Ὀδυσσέως δηλαδὴ, (ῃερς. 356.) κουριδίης τ' ἀλόχου δαΐφρονος, τῆς Ἀντικλείας δηλονότι, ἣ αὐτὸν μάλιστα ἤκαχεν ἀποφθιμένη, καὶ ὠμῷ γήραϊ δῶκεν. αὐτὴ δέ, φησιν, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο λευγαλέῳ θανάτῳ. (ῃερς. 359.) ὣς μὴ θάνοι ὅς τις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι, περιπαθῶς τοῦτο εἰπὼν ἐν μέσῳ κατὰ λόγον ἐπεμβολῆς διὰ τὸ τοῦ θανάτου δεινόν. λύπῃ γὰρ τακεῖσα διεφθάρη κατά τινας, ἕτεροι δὲ ὡς καὶ προεῤῥέθη, ἀγχόνῃ φασὶν αὐτὴν μεταλλάξαι τὸν βίον. διὸ καὶ τὸν Εὔμαιον ἀπεύξασθαι τὸν τοιοῦτον θάνατον, διὰ τὸ μὴ καθαρὸν εἶναι, ὡς ἐν τοῖς μεταταῦτα δηλώσει καὶ ὁ ποιητής. (ῃερς. 361.) Εἶτα ὁ Εὔμαιος εὐγνωμόνως ἐπαινῶν τὴν θανοῦσαν ἐπιφέρει· ὡς ὄφρα μὲν δὴ κείνη ἔην ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἔρεσθαι, οὕνεκά με αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ θυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παῖδα, τῇ ὁμοῦ ἐτρεφόμην. ὀλίγον δέ τί με ἧσσον ἐτίμα. αὐτὰρ ἐπεὶ ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω, (ῃερς. 367.) τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρία ἕλοντο, ἕδνα δηλαδή. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη καλὰ μάλ' ἀμφιέσασα ποσὶ δ' ὑποδήματα δοῦσα, ἀγρόνδε προΐαλλε. φίλει δέ με κηρόθι μᾶλλον. νῦν δ' ἤδη τούτων ἐπιδεύομαι, ἀλλά μοι αὐτῷ ἔργον ἀέξει θεὸς, ᾧ ἐπιμίμνω. τῶν ἔφαγόν τ' ἔπιόν τε, καὶ αἰδοίοισιν ἔδωκα. (ῃερς.

Intertext edge

Open linked passage

Note