Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
341.1.1
) ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι πατροκασιγνήτῳ, ὅς τοι χόλον ἢ κότον ἔνθετο θυμῷ, χωόμενος περὶ τοῦ υἱοῦ Κύκλωπος. ἐντεῦθεν Εὐριπίδης ὠφελημένος ποιεῖ τὴν Ἄρτεμιν ἀπολογουμένην τῷ καλῷ Ἱππολύτῳ, αἰτιωμένῳ εἰ παρεῖδεν ἐκείνη αὐτὸν ὀλλύμενον Ἀφροδίτης χόλῳ, καὶ λέγουσαν· οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ τῇ τοῦ θέλοντος, ἀλλ' ἀφιστάμεθ' ἀεί. (ῃερς. 339.) Ὅρα δ' ἐνταῦθα τὸ ἀπιστεῖν ὡς ἐναντίον κείμενον τῷ εἰδέναι. φησὶ γάρ· οὔποτ' ἀπίστεον ἀλλ' ἐνὶ θυμῷ ᾔδεα. (ῃερς. 345.) Ὅτι ἐπίτροχον εἶδος περιηγήσεως ὡς πρὸς εἰδότα τὸ, Φόρκυνος μὲν ὅδ' ἐστι λιμὴν ἁλίοιο γέροντος, ἥδε δ' ἐπὶ κράτος λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. οὗτοι δὲ οἱ δύο στίχοι ἔν τισι τῶν ἀντιγράφων οὐ κεῖνται. τὸ μέντοι ἐφεξῆς ἐν ἅπασι κεῖται· τοῦτο δέ σοι σπέος ἐστὶ κατηρεφὲς, ἔνθα σὺ πολλὰς ἔρδεσκες Νύμφῃσι τεληέσσας ἑκατόμβας. (ῃερς. 351.) τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταείμενον ὕλῃ, τουτέστι κεκαλυμμένον δένδροις, ἤγουν δασὺ, ἀπὸ τοῦ ἕω τὸ ἐνδύω, ἐξ οὗ ἔνω, ἀφ' οὗ ἐνύω τὸ σκεπάζω, καὶ πλεονασμῷ τοῦ ˉι, εἰνύω, ὡς τὸ, θριξὶ δὲ νέκυν καταείνυον. (ῃερς. 345.) περὶ Ἰθάκην δὲ ἡ ῥηθεῖσα ἐπελευστικὴ τοπογραφία, Ἀθηνᾶς περιηγουμένης ταῦτα τῷ Ὀδυσσεῖ, ὅ ἐστι φρονήσεως. γνοὺς γὰρ ἐκ πολλῶν φθασάντων ἀγαθοὺς τοὺς Φαίακας καὶ μηδέ τινος τῶν χρημάτων λειπόμενος, πιστεύει τοῦ λοιποῦ τῆς πατρίδος εἶναι, καὶ ἀνακινήσας τὴν μνήμην περίεισι τὰ ῥηθέντα, οἱονεὶ ὁμιλῶν ἑαυτῷ καὶ λέγων, ὡς οὗτος μὲν ὁ Φόρκυνος λιμὴν, αὕτη δὲ ἐλαία ἱερὰ, ἐκεῖνο δὲ ἄντρον· οὗ καὶ μέμνηται συχνὰ ὁ ποιητὴς ὡς ἐπιτηδείου τῷ Ὀδυσσεῖ ἐναποκρύψαι τὰ χρήματα. καὶ οὕτω τῆς Ἀθηνᾶς ἠέρα σκεδασάσης τὸν τῆς λήθης καὶ τῆς πατρίδος χθονὸς τῷ Ὀδυσσεῖ γνωσθείσης δι' ἀναμνήσεως εὐοδοῦται καθ' ὅμοιον τρόπον τὰ ἐφεξῆς. (ῃερς. 370.) καὶ Ἀθηνᾶς προη 2. 52 γουμένης τῷ ἥρωϊ ἔργων τε καὶ λόγων τά τε χρήματα κρύπτει, αὐτὸς καταθεὶς ἀσφαλῶς, καὶ λίθον ταῖς θύραις ἐπιθεὶς ἤγουν τῇ ὀπῇ τῆς πέτρας διὰ τῆς αὐτῆς Ἀθηνᾶς. καὶ τὸ ἐντεῦθεν ἐκεῖ καθεσθεὶς παρὰ πυθμένα ἐλαίης συμφράζεται τῇ φρονήσει Ἀθηνᾷ οἷα καὶ ἀγχίνους καὶ ἐχέφρων τὰ κατὰ τοὺς μνηστῆρας. (ῃερς. 375.) καὶ ἡ μὲν ἐρεθίζει αὐτὸν κατ' ἐκείνων, καὶ τὴν βίαν αὐτῶν φράζει καὶ τὸ ποιητέον ὑποτίθησι καὶ παρέσεσθαι ὑπισχνεῖται αὐτῷ κατὰ τῶν μνηστήρων, καὶ ἀλλοιοῖ δὲ τὸ εἶδος αὐτοῦ πρὸς τὸ εἰδεχθέστερον, καὶ σκευάζει πτωχικώτερον χάριν ἐπικρύψεως καὶ συμβουλεύει ἀπελθεῖν πρῶτα εἰς τοὺς κατὰ τὴν νῆσον ἀγροὺς εἰς τὸν καλὸν Εὔμαιον. καὶ Ὀδυσσεὺς ποιεῖ οὕτως, ὡς ἡ φρόνησις δηλαδὴ αὐτῷ νοῆσαι ὑπέβαλε. καὶ οὕτως εὐοδοῦται τὰ ἐφεξῆς. ἐν τούτοις δὲ καὶ ἐπαινῶν ὁ ποιητὴς τὴν μέθοδον τοῦ κρύφα τὸν Ὀδυσσέα ἐλθεῖν εἰς τὰ ἑαυτοῦ (ῃερς. 383.) ποιεῖ τὸν αὐτὸν Ὀδυσσέα χάριν ὁμολογοῦντα τῇ Ἀθηνᾷ ἐφ' οἷς αὐτῷ ὑπέθετο τὴν τοιαύτην βουλὴν, εἰπὼν οὕτως· ὦ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες. καινὸν δὲ οὐδὲν εἰ θεὰν εἶπε τὴν ἑαυτῷ φρόνησιν ὁ καὶ μῆνιν ἄειδε θεὰ εἰπὼν πρὸς τὴν ἐν ἑαυτῷ γνῶσιν, ὡς ἐῤῥέθη ἐκεῖ. οὕτω δὲ καί· ἄνδρα μοι ἔννεπε Μοῦσα, ὅ ἐστιν ἡ κατ' ἐμὲ γνῶσις. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 347.) Τὸ δὲ ῥηθὲν ἱερὸν ἄντρον τῶν Νηΐδων νυμφῶν φαίνεται καὶ ὑδάτων κατάῤῥυτον εἶναι νάμασι, διὸ καὶ νυμφῶν ἱερὸν λέγεται, περὶ ὧν προγέγραπται. δῆλον γὰρ ὡς χαίρουσιν αἱ τῆς ἀλληγορίας νύμφαι τῇ κατὰ γῆν ὑγρότητι. (ῃερς. 349.) Σπέος δὲ καὶ ἄντρον εἰπεῖν ταυτὸν κατὰ πολυωνυμίαν ἐστὶν ὥς περ καὶ σπήλαιον. Ἐπηρεφὲς δὲ, κοινότερον μὲν, τὸ αὐτόροφον. οἱ δὲ παλαιοὶ γράφουσι καὶ τὸ χθαμαλόν. τοῦτο δὲ προϊὼν (ῃερς. 363.) καὶ θεσπέσιον καλεῖ κατά τι κοινὸν ἴσως ἐπίθετον. διὸ καὶ ἐν τῷ τέλει τοῦ βιβλίου, ἄντρου μνησθεὶς ἐν παραβολῇ, θεσπέσιον ἐκεῖνο καλεῖ. τοῦτο δὲ διὰ τὸ ἐν τοῖς ἄντροις σεμνόν. ἅ περ εἰς κόσμον ἀλληγοροῦνται, ὡς καὶ προείρηται. Ὅρα δ' ἐν τούτοις καὶ ὅπως ἐπέτεμε γοργότατα ὁ ποιητὴς ἐν ὀλιγίστῳ τὰ πρὸ μικροῦ πλατύτερον ἐκφρασθέντα περί τε τοῦ λιμένος καὶ τῶν κατ' αὐτόν. (ῃερς. 353.) Ὅτι ὥς περ πρὸ ὀλίγων μείδησεν Ὀδυσσεὺς χαίρων ᾗ γαίῃ πατρωΐῃ, οὕτω καὶ νῦν ἀκριβέστατα γνοὺς αὐτὴν γήθησε χαίρων ᾗ γαίῃ. (ῃερς. 354.) καὶ οὐκ ἔτι ἑρπύζει παρὰ θῖνα θαλάσσης ἀχθόμενος, ἀλλὰ καὶ αὐτὸς ἔκυσε ζείδωρον ἄρουραν ὡς εἰ καὶ φίλην μητέρα. (ῃερς. 356.) καὶ νύμφαις ἀρᾶται χεῖρας ἀνασχὼν καὶ κατὰ ἠθοποιΐαν πλάττεται λέγων οὕτω· νύμφαι Νηϊάδες κοῦραι Διὸς, τουτέστι ἀέρος, ὡς ἡ ἀλληγορία ἐδήλωσεν, οὔ ποτ' ἔγωγε ὄψεσθαι ὑμᾶς ἐφάμην. νῦν δ' εὐχωλῇς ἀγανῇσι χαίρετε. ἀτὰρ καὶ δῶρα διδώσομεν ὡς τὸ πάρος περ, αἴ κεν ἐᾷ πρόφρων με θεὸς αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ. ταῦτα δὲ παρῳδηθέντα ποτὲ προσαρμόσει βιωτικῷ ἀνδρὶ σεσωσμένῳ ἀπὸ κακοῦ. (ῃερς. 358.) Τὸ δὲ διδώσομεν πρωτότυπόν ἐστι τοῦ δίδωμι. δῆλον γὰρ ὡς ἐκ τοῦ διδῶ διδώσω τὸ δίδωμι. (ῃερς. 362.) Ὅτι θαρσοποιὸν κἀνταῦθα τὸ, θάρσει, μηδέ τι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. (ῃερς. 363.) Ὅτι ὁ τέως μὲν σχάζων τὴν χρηματικὴν φροντίδα, ἐθέλων δὲ πρῶτον σκέψασθαι, εἴποι ἂν τὸ, ἀλλὰ χρήματα μὲν θείομεν αὐτίκα νῦν μυχῷ ἄντρου θεσπεσίοιο ἢ ἁπλῶς τόπου τινὸς αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ, αὐτοὶ δὲ (ῃερς. 365.) φραζώμεθα ὅπως ὄχ' ἄριστα γένηται. Μετακομιδὴν δὲ ἀσφαλιστικὴν χρημάτων φράζει τὸ, ἐφόρει χρυσὸν καὶ ἀτειρέα χαλκὸν, εἵματά τ' εὐποίητα. καὶ τὰ μὲν εὖ κατέθηκε, (ῃερς. 370.) λίθον δ' ἐπέθηκε θύρῃσι. λέγει δὲ θύρας, ὡς καὶ προεδηλώθη, τὴν τοῦ σπηλαίου ὀπὴν, πληθύνας τὴν λέξιν πρὸς ἔνδειξιν τῆς κατὰ τὴν μυθικὴν Ἀθηνᾶν ἰσχύος, ᾗ ἀναλόγως μέγαν ἔστι λογίσασθαι τὸν λίθον τὸν ταῖς τοιαύταις θύραις ἐπιτιθέμενον. (ῃερς. 369.) Ὅρα δὲ τὸ, εἵματα εὐποίητα, ὡς χρήσιμον εἰς τὸ, ἐσθῆτα ὑφαντήν. δῆλον γὰρ ὅτι καὶ ἐκείνη ἐΰφαντος, ὡς καὶ προεδηλώθη, κατὰ τὰ νῦν εὐποίητα εἵματα. Τὸ δὲ ἵνα περ τάδε τοι σόα μίμνῃ, οὐκ ἀναγκαίως ἀντὶ τοῦ ἔνθα μένει νοηθείη ἂν, ἀλλὰ μᾶλλον ἀντὶ τοῦ, ὅπως μένῃ φυλαττόμενα. (ῃερς. 372.) Ὅτι ἱερὰν τὴν προῤῥηθεῖσαν ἐλαίαν λέγει καὶ δι' ἄλλας μὲν αἰτίας, μάλιστα δὲ διὰ τὸ μυθικῶς, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀνιερῶσθαι αὐτὴν τῇ Ἀθηνᾷ. διὸ καὶ τόπος ἐνταῦθα βουλῆς ὁ πυθμὴν αὐτῆς γίνεται, ὅτε Ὀδυσσεὺς τῇ Ἀθηνᾷ συμφράζεται προεκθετικῷ λόγῳ περὶ τῶν ἐφεξῆς. εἰ δὲ ἀκολούθως τῇ ἐν Ἀθήναις ἱερᾷ ἐλαίᾳ καὶ ἡ ἐν Ἰθάκῃ πέπλασται, οὐκ ἄν τις ἀπισχυρίσαιτο ἀσφαλῶς. (ῃερς. 378.) Ὅτι καὶ ἐνταῦθα ἕδνα τὰ ἐξ ἀνδρῶν πρὸς γυναῖκα. φησὶ γὰρ ὅτι τρίετες 2. 53 ἦσαν οἱ μνηστῆρες μνώμενοι τὴν Πηνελόπην καὶ ἕδνα διδόντες. ὃ δὴ ποιήσουσιν ἐν τοῖς ἐφεξῆς αὐτοὶ καὶ τοῦ Ὀδυσσέως παρόντος καὶ βλέποντος καὶ χαίροντος τῇ συνέσει τῆς γυναικός. (ῃερς. 386.) Ὅτι παράκλησις ἐπὶ συμμαχίᾳ τὸ, ἀλλ' ἄγε μῆτιν ὕφηνον ὅπως ἀποτίσομαι αὐτούς. πὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνιεῖσα. (ῃερς. 389.) εἰ δὲ καὶ γενναῖος ὁ δυσωπούμενος, ἁρμόσει καὶ τὰ ἐφεξῆς· αἴ κέ μοι παρασταίης, καί κε τριηκοσίοισιν ἐγὼ ἄνδρεσσι μαχοίμην σὺν σοὶ, ὅτε μοι πρόφρασσα ἐπαρήγοις. (ῃερς. 393.) εἰ δὲ ὁ παρακληθεὶς ὑπόσχηται οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ, καὶ λίην τοι ἔγωγε παρέσσομαι οὐδέ με λήσεις, ὁππότε κεν δὴ ταῦτα πενώμεθα, καί τιν' ὀΐω αἵματί τ' ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας, ἐκ τῆς Ὀδυσσέως δὲ καὶ Ἀθηνᾶς ὁμιλίας ταῦτα εἰσὶ, προεκθετικῶς ῥηθέντα καὶ αὐτὰ περὶ τῶν εἰσέπειτα. (ῃερς. 390.) Ἰστέον δὲ ὅτι ἐν τῷ, καὶ τριακοσίοις ἂν μαχοίμην σὺν σοὶ, ὑπονοοῦσι τὸν στίχον οἱ παλαιοὶ ὡς μὴ ἔχοντα ὑπερβολὴν, φάμενοι ὡς ἐν τῇ λάμβδα τῆς Ἰλιάδος καὶ Ἀθηνᾶς δίχα πλείοσιν ἢ τριακοσίοις ἀντέστη Ὀδυσσεὺς, τέως μέντοι ὅπως ἂν καὶ ἔχοι ὁ λόγος ἀξιόμαχος ὢν ὁ Ὀδυσσεὺς πρὸς τριακοσίους θαῤῥῶν ἂν τοῖς μνηστῆρσιν ἐπίθοιτο τοῖς μήτε τοσούτοις μήτε ἄγαν στρατιωτικοῖς. καὶ νῦν μὲν πρὸς τριακοσίους εἶπεν ὁ Ὀδυσσεὺς ἀντιστήσεσθαι ἂν ἐπιεικευόμενος, ἐν δὲ τοῖς ἑξῆς πρὸς πεντήκοντα λόχους γενναῖος ἂν ἔσεσθαι ἀκούει πρὸς Ἀθηνᾶς, ὅ ἐστι πρὸς δισχιλίους καὶ ἐπέκεινα. καὶ ἔστιν ἐκεῖνο ὑπερβολὴ, ὡς δέον ὂν, τὸν μὲν Ὀδυσσέα μετριώτερον εἰπεῖν, τὴν δὲ Ἀθηνᾶν ὑπερβολικώτερον διὰ τὸ σεμνόν. (ῃερς.
341.1.2
) κατὰ φύσιν διηγησάμενος καὶ ἐκ τῶν πρώτων εὐτάκτως ἐλθὼν πρὸς τὰ ἔσχατα καὶ δείξας κἀνταῦθα, ὡς ἄρα καὶ μετατάσσειν οἶδε πράγματα καὶ περιβλητικῶς τῷ πρωθυστέρῳ τῶν διηγημάτων ἐνευδοκιμεῖν, ὡς πολλαχοῦ ἐποίει, καὶ αὖ πάλιν κατὰ τάξιν αὐτὰ τιθέναι μεθόδῳ σαφηνείας ὅτε καιρὸς, καθὰ καὶ ἐνταῦθα ποιεῖ· πάνταγὰρ νῦν εὐτάκτως ἐπιτρέχει, ὡς πρῶτον Κίκονας δάμασεν, ὡς ἦλθε Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· τοιαύτη γὰρ ἡ χώρα. καὶ ὅσα Κύκλωψ ἔρξεν, εἰς τοὺς αὐτοῦ δηλαδὴ ἑταίρους, καὶ ὡς ἀπετίσατο ποινὴν ἰφθίμων ἑτάρων, οὓς ἤσθιε οὐδ' ἐλέαιρε, καὶ ὡς Αἴολον ἵκετο, ἔνθα ὑπὸ θυέλλης ἀνέμων ἐδυστύχησε, καὶ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκοντο, οἳ νῆας ὤλεσαν καὶ ἑταίρους. (ῃερς. 319.) Ἔνθα ὅρα τὸ, οἳ νῆας ὤλεσαν, τουτέστιν οἱ Λαιστρυγόνες, ὡς ταυτὸν ὂν Λαιστρυγονίην καὶ Λαιστρυγόνας εἰπεῖν. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, οὗ ἐναντίον ἡ ἀμηχανία, ὃ δὴ δόλῳ καὶ πολυμηχανίᾳ καὶ Ὀδυσσεὺς κεκόσμηται. προσεπεῖπε δὲ καὶ ὡς Ἅιδου δόμον ἦλθε τὸν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, εὐρώεντα, ἔνθα εἴσιδε πάντας ἑταίρους καὶ μητέρα, εἰ καὶ ἐν τοῖς φθάσασιν ἐσιγήθη τὸ πάντας αὐτὸν τοὺς ἑταίρους ἰδεῖν. ἔτι δὲ κατέλεξε καὶ ὡς Σειρήνων ἀδινάων φθόγγον ἄκουσεν. (ῃερς. 326.) ἔνθα φασὶν οἱ παλαιοὶ τὸ ἀδινάων ἀντὶ τοῦ ἡδυφώνων, ᾠδικῶν, παρὰ τὸ ᾄδειν ἢ μᾶλλον παρὰ τὸ ἡδύ· πέντε γάρ φασι τὸ ἀδινὸν σημαίνει· ἀθρόον, ὡς ἐν τῷ, μελισσάων ἀδινάων· οἰκτρὸν, ὡς ἐν τῷ, ἀδινὸν στοναχῆσαι· ἥδιον ἤγουν ἡδὺ, γλυκὺ, ὡς ἐν τῷ, Σειρήνων ἀδινάων· πυκνὸν καὶ ἰσχνὸν, οἷον, ἀμφ' ἀδινὸν κῆρ· καὶ ἠρέμα, ὡς ἐν τῷ, ἀδινῶς ἀνενείκατο φώνησέν τε. Λογιστέον δὲ ὅτι ὁ τὸν Ἄδωνιν δασύνας πολλῷ πλέον ἐθρασύνατο ἂν τὰς ἁδινὰς δασύναι Σειρῆνας ὡς ἀπὸ τοῦ ἥδω. Ἰστέον γὰρ ὅτι ὁ περὶ βαρβαρισμοῦ γράψας ὡς ἁμάρτημά ἐστι προφορᾶς ἐν λέξει παρὰ τόνον ἢ παρὰ χρόνον ἢ παρὰ διάλεκτον, ἐν λέγει βαρβαρισμὸν εἶναι καὶ παρὰ πνεῦμα, ὡς εἴ τίς φησι τὸν Ἄδωνιν ψιλῶς λέγει, ἢ τὸν ὄνον μετὰ δασείας πνεύσεως, ἢ εἴπῃ, ἐφ' ἐννέα κεῖτο πέλεθρα. ὁ δ' αὐτὸς καὶ τὸν παρὰ διάλεκτον κωμικώτερον βαρβαρίζοντα σαρκάζειν λέγει καὶ τὸ πρᾶγμα σαρκασμὸν καλεῖ. ἔτι εἶπε καὶ ὡς ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν, τὴν καὶ δῖαν ἐν ἄλλοις (οδ. μʹ, 104.) ῥηθεῖσαν, Σκύλλην τε, ἣν οὔ πώ ποτε ἀκήριοι ἄνδρες ἄλυξαν, ὡς καὶ προεῤῥέθη. ἔτι γε μὴν ἐκεφαλαιώσατο καὶ τὸ κατὰ τὰς βόας τοῦ Ἡλίου καὶ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Ζεὺς τουτέστιν αἶψα ὀλλύντι ἢ ἀσβολοποιῷ· ψόλος γάρ φασιν ἡ ἀσβόλη. ἔφη δὲ καὶ ὡς ἵκετο Ὠγυγίην νῆσον, τὴν πολλαχοῦ ῥηθεῖσαν, νύμφην τε Καλυψῶ, καὶ ὡς ὑπισχνεῖτο ἐκείνη θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα τὸν Ὀδυσσέα, εἰ καὶ οὔ ποτε θυμὸν αὐτοῦ ἐνὶ στήθεσσιν ἔπειθεν, ὃ καὶ σαίνειν πλέον τῶν ἄλλων τὴν Πηνελόπην δόξειεν ἄν. καὶ ἐπὶ πᾶσιν εἶπεν, ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, καὶ τιμηθεὶς ἐπανῆλθε πλουτῶν. (ῃερς. 342.) τοῦτ' ἄρα, φησὶ, δεύτατον ἤγουν πανύστατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος λυσιμελὴς ἐπόρευσε λύων μελεδήματα θυμοῦ. ὃ γέγραπται καὶ ἀλλαχοῦ. (ῃερς. 304.) Ἰστέον δὲ ὅτι ἐν τῷ, πολλὰ βόας καὶ ἴφια μῆλα ἔσφαζον, τὸ πολλὰ ὡς πρὸς πράγματα ἁπλῶς ἀποδέδοται, ὃ πολλαχοῦ εἴωθε κατά τι σχῆμα ἴδιον φράζειν ὁ ποιητής. τῷ δὲ τῶν μήλων ὀνόματι καὶ αἶγες καὶ σύες καὶ νῦν ἐμπεριλαμβάνονται. μετ' ὀλίγα δὲ καὶ βόας ἡ λέξις ἐμπεριέχει, οἷον· μῆλα, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι. (ῃερς. 312.) Τὸ δὲ, ἀπετίσατο ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ἑτάρων, ἢ ἀντὶ τοῦ, ἀπέτισε ποινὴν ὁ φαγὼν αὐτοὺς Κύκλωψ, τουτέστιν ἀπέδωκεν, ἢ Ὀδυσσεὺς ἐτίσατο ἐκεῖνον ἤγουν ἐτιμώρησεν εἰς ποινὴν τὴν ὑπὲρ τῶν φίλων. (ῃερς. 347.) Ὅτι ἐν τῷ, αὐτίκ' ἀπ' Ὠκεανοῦ χρυσόθρονον Ἠριγένειαν ὦρσεν ἵν' ἀνθρώποισι φόως φέρῃ, τὸν ὄρθρον φράζει, ὡς δηλοῖ καὶ τὸ ὦρσεν· οὗ θέμα ὄρω, ἐξ οὗ ὁ ὄρθρος. δοκεῖ δὲ τοιοῦτος εἶναι καιρὸς ὁ μικρόν τι πρὸ ἡλίου φαύσεως, ὡς δηλοῖ ἐφεξῆς τὸ, (ῃερς. 362.) αὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι, ἤγουν ὅτε ἥλιος ἀνατείλῃ, μετὰ τὸν ὄρθρον δηλαδὴ, καθ' ὃν καὶ ἀνίστανται ὀρθούμενοι ἄνθρωποι, ὡς τὰ πολλὰ οὐκ ἀναμένοντες ἥλιον. (ῃερς. 350.) Ὅτι διαθηκῷά τις ὑποτύπωσις ἅ περ Ὀδυσσεὺς ἐνταῦθα πρὸς τὴν γυναῖκα φησίν· ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων ἀμφότεροι, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον κλαίουσα, αὐτὰρ ἐμὲ θεὸς ἄλγεσιν ἱέμενον πεδάασκεν, ἤτοι ἐδέσμει, ἐμῆς ἀπὸ πατρίδος αἴης, τουτέστιν ἐγὼ μὲν ἀπὸ τῆς πατρίδος, σὺ δὲ ἐπὶ τῆς πατρίδος ἐπάσχομεν κακά. (ῃερς.

Intertext edge

Open linked passage

Note