Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
342.1.1
) Ὅτι σιγηλῆς λύπης δήλωσις τὸ, οἱ δεῖνα ἀκάχοντο κατήφησαν δ' ἐνὶ θυμῷ. πάσχουσι δὲ τοῦτο οἱ μνηστῆρες μαθόντες ἐπανελθεῖν ἀβλαβῆ τὸν Τηλέμαχον. Ὅρα δὲ τὸ κατήφησαν ἐκ τοῦ κατηφῶ κατηφήσω τοῦ καὶ ἐν ἄλλοις κειμένου, τὸ μέντοι κατηφιᾶν κοινόν. ὅμοιον δὲ καὶ τὸ μειδῶ μειδήσω καὶ μειδιῶ. Δῆλον δὲ ὅτι ταυτὸν τὸ ἀκάχοντο καὶ τὸ κατήφησαν. (ῃερς. 343.) Ὅτι αὐτοσχέδιον ἀγορὰν φράζει τὸ, ἐκ δ' ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. μνηστῆρες δὲ τοῦτο ποιοῦσιν, οἳ καὶ νῦν, καθά που καὶ ἀλλαχοῦ, (ῃερς. 346.) μέγα ἔργον τελεσθῆναι φασὶ Τηλεμάχῳ τήνδε ὁδὸν, ἣν ἔλεγον μὴ ἂν τελεσθήσεσθαι. καὶ τοῦτο μὲν λόγος Εὐρυμάχου. (ῃερς. 364.) Ἀντίνοος δὲ μετ' ὀλίγα ὑψηλότερον τὸν λόγον μεταχειριζόμενος ἐν τῷ ἐπανελθεῖν ἐκ τοῦ λόχου φησὶν ἐν θαύματι· ὦ πόποι, ὡς τόνδ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν, οἷα θεοφιλῆ. (ῃερς. 365.) καὶ κατασκευάζων ἐπάγει· ἤματα μὲν σκοποὶ ἷζον ἐπ' ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι, τουτέστι πυκνότεροι, ὡς πολλαχοῦ φαίνεται. ἅμα δ' ἠελίῳ καταδύντι οὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ὅ ἐστιν ἀνεπαυσάμεθα, ἀνεπνεύσαμεν, ὡς ἀπὸ τοῦ ἄω ἄσω, ἀλλ' ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν Τηλέμαχον λοχόωντες, (ῃερς. 369.) ἵνα φθίσωμεν ἑλόντες αὐτόν. καλῶς ἄρα περιώδευε τὸν πλοῦν, ἵνα ἐκφύγῃ τοὺς οὕτω τεχνικῶς λοχῶντας. καὶ ἦν οὐκ ἄνευ ἀγαθῆς τύχης τὸ διεκφυγεῖν αὐτόν. διὸ καὶ θαυμάζουσιν, ὡς εἰκὸς, οἱ ἐνεδρεύσαντες. (ῃερς. 367.) Τὸ δὲ νύκτα ἄσαμεν ἤγουν, ὡς ἐῤῥέθη, ἀνεπαυσάμεθα, κεῖσθαι ἀφετέον παρ' Ὁμήρῳ οἷα οὐκ εὔχρηστον ὂν εἰς γραφὴν ὥς περ οὐδὲ τὸ φθίσωμεν, οὗ περ ἐδιφορεῖτο ἡ γραφή. (ῃερς. 349.) Ὅτι ἐρέτας ἁλιῆας ἐνταῦθαλέγει ὁ ποιητὴς ἢ κοινῶς τοὺς ἁλιευτὰς ἢ καὶ ἄλλως ἁπλῶς τοὺς περὶ ἅλα πονουμένους, κυριολεκτῶν πάντως. (ῃερς. 351.) Ὅτι Εὐρυμάχου εἰπόντος, δεῖν εἶναι σταλῆναι τοὺς ἀνακαλεσομένους ἐκ τοῦ λόχου τὸν Ἀντίνοον καὶ τοὺς περὶ αὐτὸν, οὔ πω πᾶν εἴρητο, καὶ Ἀμφίνομος εἷς τῶν μνηστήρων ἴδε νῆα, ᾗ συννοητέον καὶ τοὺς ἐν αὐτῇ, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντὸς, (ῃερς. 353.) ἱστία τε στέλλοντας, ἐρετμά τε χερσὶν ἔχοντας, ὃ δὴ βραχυτάτη ἐστὶ κατάπλου διασκευὴ, ὡς καὶ προείρηται. ἡδὺ δ' ἂρ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι, μή τινα ἔτι ἀγγελίην ὀτρύνομεν, οἵδε γὰρ ἔνδον. (ῃερς. 356.) ἤ τίς σφιν τόδ' ἔειπε θεῶν ὡς εἴ περ ἦσαν θεοφιλεῖς οἱ ὑπερφίαλοι, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν τοῦ Τηλεμάχου δηλαδή. τὴν δ' οὐκ ἐδύναντο κιχῆναι, ἤγουν καταλαβεῖν, ὡς ἀπὸ τοῦ κιχαίνω ἢ κίχημι. (ῃερς. 351.) Καὶ ὅρα τὸ, οὔ πω πᾶν εἴρητο, καινῶς λεχθὲν, ὡς καὶ προεμνημονεύθη. λείπει γὰρ ἢ τὸ ἔπος ἢ τὸ νόημα ἢ ἴσως τὸ ῥῆμα, ληφθὲν ἀπὸ κοινοῦ ἐκ τοῦ εἴρητο· τῇ σπουδῇ δὲ τοῦ λαλοῦντος καὶ ἡ φράσις συντετρόχασται. (ῃερς. 354.) Τὸ δὲ ἐκγελάσαι ἴσως μὲν τὸ χανδὸν γελάσαι δηλοῖ, ἴσως δὲ καὶ τὸ ἐξεπιπολῆς οἷα βαρυνομένης τῆς ψυχῆς διὰ τὸ περισωθῆναι τὸν Τηλέμαχον κατὰ τὸ, ἐκ δ' ἐγέλασε Ζεὺς, παρ' Ἡσιόδῳ. (ῃερς. 350.) Ὅτι δὲ βαρύνεται ὁ Εὐρύμαχος, δῆλον καὶ ἐκ τοῦ μὴ πρὸς ὄνομα ἐθελῆσαι φράσαι τοὺς ἐλλοχῶντας ἀλλὰ κατὰ ἀντωνυμίαν. ἀγείρομεν γάρ, φησιν, οἳ τάχιστα κείνοις ἀγγείλωσι νέεσθαι. ὧν καὶ αὐτῶν χρῄζει ὁ ποιητὴς εἰς τὴν μετὰ μικρὸν ἀναίρεσιν, ἵνα μηδεὶς ἐκφύγῃ τὸν ὄλεθρον. (ῃερς. 356.) Τὸ δὲ ἤ τις ἔειπε θεῶν, ἦθος δηλοῖ τοῦ Ἀμφινόμου ὡς οἷα ἐπιῤῥεπῶς ἔχοντος ἀνάγειν εἰς τὸ θεῖον τὰ πράγματα. διὸ καὶ μετ' ὀλίγα ἐν τοῖς κατὰ Τηλεμάχου θεῶν εἴρεσθαι βουλὰς συμβουλεύει καὶ μὴ ἄλλως ἐγχειρῆσαι κτείνειν ἐκεῖνον. Ὅτι δὲ Δουλιχεὺς ὁ τοιοῦτος Ἀμφίνομος καὶ ὡς προσεῖχεν αὐτῷ ἡ Πηνελόπη, μετ' ὀλίγα ῥηθήσεται. (ῃερς. 361.) Ὅτι μυστηριακῆς ἀγορᾶς τὸ, αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν' ἄλλον εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. ἔστι δὲ μεταΐζειν τὸ συνίζειν. (ῃερς. 370.) Ὅτι Ἀντίνοος μηδὲν κατὰ Τηλεμάχου ἀνύσας ἐν τῷ λοχᾶν καὶ ὅμως ἑαυτὸν συνιστῶν ὡς μὴ φαύλως λοχαγήσαντα, εἰ καὶ εὐτυχῶς ἀπήλλαξεν ὁ Τηλέμαχος, καὶ μέθοδον δὲ ἑτέραν ὑποβάλλων, δι' ἧς ὁ κατὰ θάλασσαν εὐπραγήσας κινδυνεύσει κατὰ χέρσον, δημηγορεῖ παρὰ τοῖς μνηστῆρσιν, ὡς τέως μὲν ἀπήγαγεν αὐτὸν οἴκαδε θεὸς, ἡμεῖς δ' ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον (ῃερς. 372.) μηδ' ὑμᾶς ὑπεκφύγῃ, τοὺς τοσούτους δηλαδὴ, εἰ καὶ τοὺς εἴκοσι διέδρα τοὺς ἐλλοχῶντας. καὶ αἰτίαν προστιθεὶς φησίν· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσεσθαι τάδε ἔργα, τὰ ὑπ' αὐτοῦ δηλονότι ῥηθησόμενα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, ὅ περ ἔπαινός ἐστι φρονίμου ἀνδρός. λαοὶ δ' οὐκέτι πάμπαν ἐφ' ἡμῖν ἦρα φέρουσιν, ἤγουν οὐδεμίαν χάριν ἡμῖν ἔχουσιν, οὐ κεχαρισμένοι εἰσὶν ἡμῖν οἷα τὸ βασιλικὸν γένος φιλοῦντες εὐνοϊκῶς. εἶτα καὶ εἰς τὸν μέλλοντα χρόνον καταβαίνων τεχνικῶς καὶ οὕτω ἐπιμᾶλλον ἀξιῶν κατ' ἐκείνου φησίν· (ῃερς. 376.) ἀλλ' ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν· οὐ γάρ τι μεθησέμεναι ὀΐω, ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστὰς οὕτω πως δριμύτατα καὶ συντομώτατα, οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ' ἐκίχημεν. οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα, μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι γαίης ἡμετέρης, ἄλλων δ' ἀφικώμεθα δῆμον· (ῃερς. 383.) ἀλλὰ φθέωμεν, ἤγουν φθῶμεν, προλάβωμεν, ἑλόντες ἐπ' ἀγροῦ νόσφι πόληος, ἢ ἐν ὁδῷ· βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν, (ῃερς. 385.) δασσάμενοι κατὰ μοῖραν ἐφ' ἡμέας, οἰκία δ' αὖτε κείνου μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τις ὀπυίει. Καὶ ὅρα τὸν νοῦν ὃς τοσούτους μνηστῆρας ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ συνεῖχεν· οὐ δή που γὰρ πᾶσιν αὐτὸ τοῦτο τέλος ἀρίδηλον τὸ τὴν Πηνελόπην γυναῖκα σχεῖν, ἀλλὰ τοῦτο μὲν ἐχρῆν ἕνα τινὰ εὐτυχῆσαι τὸν ἐπικριθέντα ὑπ' αὐτῆς, οἱ δὲ λοιποὶ συντεθειμένον εἶχον δάσασθαι τὰ τοῦ Ὀδυσσέως ἅπαντα κτήματα κατὰ μοῖραν, εἰ δή τις ἐν τοῖς τοιούτοις μοῖρα ἤτοι προσῆκον, μόνα δὲ ἀφεῖναι τῇ γυναικὶ τὰ δώματα, ὡς εἰ καί τις πίθον πρὸς βίαν ἀπαντλήσας ἀγαπητῶς ἀφήσει τῷ δεσπότῃ, κἂν γοῦν τὸ ἀγγεῖον κενόν. Τηλεμάχου δὲ αὐτοῖς ἐν τῷ δασμῷ μνεία οὐδεμία, πρῶτον γὰρ κτεῖναι αὐτὸν ἐβούλοντο, καὶ ταῦτα μὲν οὕτω γενναίως δημηγορηθέντα καὶ πεῖσαι τοὺς κακοὺς ἰσχύοντα. (ῃερς. 380.) Ἐν οἷς ὅρα καὶ ὡς δεδίασιν οἱ ἐν τέλει τὴν τοῦ δήμου ὀξύτητα ὡς ταπολλὰ, καθὰ καὶ ἡ τοῦ Εὐριπίδου Ἑκάβη δηλοῖ. Ἐπεὶ δὲ προφανῶς ἄδικος ἡ τοῦ Ἀντινόου ἀξίωσις, καὶ, ὡς αὐτὸς ὡμολόγησε, κακὰ τὰ κατὰ μνηστῆρας ἔργα, καὶ οἶδεν ὡς οὐκ ἂν ἔχοι πείσειν· αὐτέλεγκτον γὰρ φύσει τὸ συνειδός· (ῃερς. 387.) ἔτι δὲ εἰκὸς καὶ ἔλεον τοῦ μηδὲν αἰτίουΤηλεμάχου ὑπεῖναι τισὶν, ἐκβάλλων ἐκείνων τὸ τοιοῦτον καλὸν, ἐπάγει· εἰ δ' ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέα ἔδωμεν ἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος μνάσθω ἕδνοισι διζήμενοι. ἡ δ' ἂν ἔπειτα γήμαιτο ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. (ῃερς. 380.) Ἔστι δὲ καὶ ἐν τούτοις ἰδεῖν, οἷόν τι χρῆμα ὁ κακός. ἰδοὺ γὰρ Ἀντίνοος εἰδὼς καὶ ὁμολογῶν κακὰ εἶναι τὰ τῶν μνηστήρων ἔργα, ὅμως καὶ αὐτὸς ποιεῖν ἐπιμόνως αὐτὰ βούλεται καὶ τοὺς ἄλλους προτρέπεται. ὁ δὲ ποιητὴς καὶ θεόμαχον αὐτὸν παρεμφαίνει. πῶς γὰρ οὐ τοιοῦτος, ὃς διαβεβαιωσάμενος ὅτι θεὸς κακότητος ἔλυσε τὸν Τηλέμαχον καὶ ἀπήγαγεν οἴκαδε, εἶτα πάλιν αὐτῷ ἐπιτίθεσθαι βούλεται; (ῃερς. 375.) Τὸ δὲ τοὺς λαοὺς μηδόλως ἦρα φέρειν τοῖς μνηστῆρσι, πιθανολογίαν τινὰ χορηγεῖ τῇ καθ' Ὅμηρον ἱστορίᾳ. οἱ γὰρ τοιοῦτοι οὐκ ἂν λυπηθεῖεν ὕστερον, οὐδ' ἀμύναιντο πεσόντων μνηστήρων. Ὅτι δὲ ἦρα τὴν χάριν λέγει, προδεδήλωται σαφῶς. Τὸ δὲ ὁμηγυρίζειν ὅμοιόν ἐστι τῷ σωφρονίζειν καὶ τοῖς τοιούτοις. ὁμηγυρέονται μὲν γάρ τινες αὐτοὶ, ὁμηγυρίζονται δὲ ὑπ' ἄλλων. (ῃερς. 378.) Τὸ δὲ ἀπομηνίσει περιττὴν κἀνταῦθα ὡς καὶ ἐν Ἰλιάδι ἔχει τὴν πρόθεσιν. ἄλλως γὰρ κυρίως ἀπομηνῖσαι τὸ ἀποθέσθαι μῆνιν. τοῦτο δὲ καὶ ἐσχημάτισται. τὸ γὰρ ἀκόλουθον ἦν κοινότερον οὕτω· οὐ γάρ μιν μεθήσειν ὀΐω, ἀλλ' ἀπομηνίσειν, ἐρέειν τε ἀναστάντα. (ῃερς. 379.) Τὸ δὲ ῥάπτειν φόνον ποιητῇ μὲν χρήσιμον, κακόζηλον δὲ ἐν λόγῳ πεζῷ διὰ τὸ μὴ προσκεῖσθαι καὶ ἑτέραν τινὰ λέξιν σύστοιχον πρὸς τὸ ῥάπτειν. ἀνάττικον δὲ τὸ ἐράπτομεν δι' ἑνὸς ῥῶ, φυσικὸν δὲ ὅμως καὶ κοινόν. Τὸ δὲ ἐκίχημεν παρατατικός ἐστι τοῦ κίχημι· ἐξ οὗ τὸ κιχῆναι, ὡς καὶ πρὸ βραχέων εἴρηται. (ῃερς. 381.) Τὸ δὲ μή τι κακὸν ῥέξωσιν ἐλλειπτικῶς ἔχει. λείπει γὰρ τὸ, διὸ δέδοικα ἢ ἄλλο τι ὅμοιον. θυμοῦ δὲ σχῆμα τοῦ πολλοῦ μὴ ἐῶντος λαλεῖν ἀνελλιπῶς, ὁποῖόν τι καὶ τὸ, ἀλλ' ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι εἰς ἀγορὴν Ἀχαιούς. (ῃερς. 376.) ἐν γὰρ τῷ ἄγετε λείπει ῥῆμα πληθυντικὸν, οἷον τὸ, ὀλοθρεύσωμεν ἢ ἀνέλωμεν ἢ ἑτεροῖόν τι τοιοῦτον πρὸς ἀκολουθίαν τοῦ, φραζώμεθα λυγρὸν ὄλεθρον. οὕτω δὲ καὶ τὸ, εἰ δ' ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτὸν ζῆν, ἄρσεώς τινος λείπεται, οἷον· εἰ δὲ ἀφανδάνει, καὶ οὐ δοκεῖ καλὸν ὁ φόνος ἀλλὰ βούλεσθε αὐτὸν ζῆν. τοῦτο μέντοι δύναται καὶ ἀνελλιπῶς ἔχειν, εἴ τις νοήσει τὸν ἀλλˉα σύνδεσμον ἀντὶ τοῦ δˉε, ἵνα λέγῃ, ὡς εἴ περ ὑμῖν τάδε ἀφανδάνει, βούλεσθε δὲ αὐτὸν ζῆν. (ῃερς. 383.) Τὸ δὲ ἐπ' ἀγροῦ ἐπιθέσθαι τῷ Τηλεμάχῳ ἢ ἐν ὁδῷ πάνυ δυνατῶς καὶ ἀσφαλῶς ὁ κακὸς Ἀντίνοος ὑποτίθησι, καὶ εἰ ἐξενίκησεν ἡ τοιαύτη βουλὴ, ἦν ἂν ἄφυκτον τὸ κακόν. αὐξήσας οὖν οὕτω τὸ δεινὸν ὁ ποιητὴς καὶ τὸν ἀκροατὴν θέμενος ἐναγώνιον λύσει τὴν ἀγωνίαν ταύτην καὶ τὸ ἄπορον πιθανῶς διὰ τοῦ Ἀμφινόμου. (ῃερς. 389.) Τὸ δὲ θυμηδὲς ὁμοίως παρῆκται τῷ μελιηδές. ἐναντίον δὲ πρὸς τὸ θυμηδὲς τὸ θυμαλγές. (ῃερς. 392.) Τὸ δὲ πλεῖστα πόροι, πρὸς τὴν τῆς Πηνελόπης ἀξίαν ἐῤῥέθη, ὡς πλείστων ἀξιουμένης. Τὸ δὲ μόρσιμος ἔλθοι, τὸν Ὀδυσσέα ἐθέλει προκαλεῖσθαι ἀστείως, ὃς καὶ πλεῖστα τῇ Πηνελόπῃ πάλαι ποτὲ χρόνου ἔπορε. καὶ ἔστι τοῦτο οἷόν τις φήμη μαντευομένη τὰ ὑπὲρ Ὀδυσσέως, λελοξευμένου τοῦ πόροι, καὶ νοουμένου ἐπὶ Ὀδυσσέως ἀντὶ τοῦ, ἔπορε, σχήματι Ἀττικῷ. (ῃερς. 394.) Ὅτι Ἀντινόου συμβολευσαμένου κτεῖναι Τηλέμαχον, Ἀμφίνομος Νίσου φαίδιμος υἱὸς, ὃς ἐκ Δουλιχίου ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν. ὁ τοίνυν Ἀμφίνομος μόνος οὗτος ἀντειπὼν, ὦ φίλοι, φησὶν, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον. δεινὸν δὲ γένος βασιλήϊόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. Εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω, τούς τ' ἄλλους (ῃερς. 404.) πάντας ἀνώξω· οὗ θέμα ἀνώγω τὸ κελεύω. (ῃερς. 405.) εἰ δέ κ' ἀποτρωπῶσιν ἤτοι ἀποτρέπωσιν αἱ ῥηθεῖσαι θέμιστες, παύσασθαι ἄνωγα. (ῃερς. 402.) καὶ οὕτω προθέσει μαντείας ἐκφεύγει προφανῆ κίνδυνον ὁ Τηλέμαχος. καὶ οὐκ ἔστιν ἄλλως λῦσαι πιθανώτερον τὴν ἀπορίαν τοῦ πῶς ὁ Τηλέμαχος οὐκ ἐπεβουλεύθη ἐπ' ἀγροῦ ἢ ἐν ὁδῷ. (ῃερς. 397.) οὐχ' ἁπλῶς δὲ ἁνδάνει τῇ Πηνελόπῃ ὁ Ἀμφίνομος, ἀλλὰ μάλιστα τῶν λοιπῶν μνηστήρων. καὶ οὐδ' ὡς ἀνδρεῖος, τοιοῦτοι γὰρ μάλιστα Ἀντίνοος καὶ Εὐρύμαχος, οἳ ἀρετῇ πάντων ἦσαν ἔξοχοι, (ῃερς. 398.) ἀλλ' ὡς φρεσὶ κεχρημένος ἀγαθαῖς· χαίροι γὰρ ἂν ἡ περίφρων τῷ ὁμοίῳ. οὐκ ἔσται δὲ ὄφελος τῷ Ἀμφινόμῳ, εἰ μόνον φρεσὶ κέχρηται ἀγαθαῖς· καὶ κλέπτης γὰρ ἄν ποτε ἢ καὶ μοιχὸς φρεσὶ χρώμενοι ἀγαθαῖς, ὡς μὲν τοιοῦτοι, ἐπαινοῖντο ἂν, ὡς δὲ φαῦλοι κολάζοιντο· οὕτω καὶ Ἀμφίνομος ὡς μὲνφρεσὶ κεχρημένος ἀγαθαῖς ἁνδάνει τῇ Πηνελόπῃ, ὡς δὲ μνηστὴρ ἀφανδάνει. ἐπίτηδες δὲ καὶ τοὺς τοιούτους ὁ ποιητὴς συμπαραλαμβάνει τοῖς ἀτασθάλοις μνηστῆρσιν, ὡς ἂν βραχύ τι ἀνασειράζοιτο ἡ τῶν πλειόνων ὕβρις. Ὅρα δὲ καὶ τὸ, φρεσὶ κέχρητο, ἐξ οὗ παρὰ τῷ ῥήτορι τὸ, κέχρηται συμφορᾷ, καὶ ὅσα τοιαῦτα. καὶ ὡς θεῖον τὸ βασιλικόν ἐστι γένος, καὶ οἷον δεινὸν εἶναι κτείνεσθαι διὰ τὴν θειότητα. καιρία δὲ λέξις τὸ κτείνειν, διὸ καὶ ἐπιμένει αὐτῇ. (ῃερς. 402.) Τὸ δὲ θεῶν εἰρώμεθα βουλὰς, ὅμοιον ὡς εἰ καὶ εἶπεν ὅτι κτείνωμεν Τηλέμαχον θεοῦ ἐπισπόμενοι ὀμφῇ. (ῃερς. 403.) Τὸ δὲ θέμιστες Διὸς φασί τινες μὴ δεῖν ἐπὶ μαντείας τίθεσθαι· ἀγορᾶς γὰρ καὶ βουλῆς λέξιν εἶναι τὴν θέμιν· διὸ ἀντὶ τοῦ θέμιστες τόμουραι γράφουσιν, ὅ ἐστι μαντεῖαι, ὡς καὶ προγέγραπται. ὄρος γὰρ κατὰ τὸν γεωγράφον Τόμουρος, ὑφ' ὃ κεῖται ἱερὸν τὸ ἐν Δωδώνῃ κατὰ Θεσπρωτίαν. ἐξ οὗ τόμουροι, οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι ὑποφῆται Διὸς ἀνιπτόποδες χαμαιεῦναι, καὶ αἱ μαντεῖαι τόμουραι. βέλτιον γάρ, φησι, τομούρους ἢ θέμιστας γράφειν. θέμιστες γὰρ οὐ τὰ μαντεῖα ἀλλ' αἱ βουλαὶ καὶ τὰ βουλεύματα καὶ τὰ νομοθετήματα. Τοῖς δὲ ῥηθεῖσι τομούροις καὶ ὁ παρὰ τῷ Λυκόφρονι συνονομάζεται τόμουρος νημερτέστατος, ἤγουν ὁ τὸ μὴ ὂν ὁρῶν μαντικῶς. (ῃερς. 412.) Ὅτι εἰ καὶ καταμόνας οἱ μνηστῆρες ἐβουλεύσαντο κατὰ Τηλεμάχου, ἀλλ' ὅμως ὁ προδηλωθεὶς κῆρυξ Μέδων μαθὼν κατεμήνυσε τῇ Πηνελόπῃ. καὶ αὐτὴ γνοῦσα ἐνόησε φανῆναι τοῖς μνηστῆρσιν, ὡς καὶ ἄλλοτε ποιεῖν εἴωθε κατὰ ποσὰ χρονικὰ διαστήματα, καὶ δὴ ἐμφανισθεῖσα τοὺς μὲν ἄλλους ἀφίησι καθῆσθαι ἐπὶ ξεστοῖσι θρόνοισιν, (ῃερς. 418.) Ἀντινόῳ δέ φησιν ἐπιπλήττουσα· Ἀντίνοε ὕβριν ἔχων κακομήχανε, καὶ δὲ ἤγουν δή σέ φασιν ἐν Ἰθάκῃ μεθ' ὁμήλικας εἶναι ἄριστον βουλῇ καὶ μύθοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησθα· (ῃερς. 421.) μάργε, τουτέστι μαινόμενε, τί δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδ' ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. (ῃερς. 424.) εἶτα ἑρμηνεύουσα τὸ, οὐδ' ἱκέτας ἐμπάζεαι, καὶ εἰς ἀχρηστίαν δὲ ὀνειδίζουσα ἐρωτᾷ λόγους ἀναμνηστικοὺς, ὧν Ὀδυσσεὺς ὠφελήσας Εὐπείθην τὸν Ἀντινόου πατέρα εἰποῦσα· ἢ οὐκ οἶσθα ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο, τουτέστιν ἱκέτευε φεύγων, (ῃερς. 425.) δῆμον ὑποδδείσας τὸν τῶν Ἰθακησίων. δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ὁ Εὐπείθης ἤκαχε Θεσπρωτούς. (ῃερς. 427.) οἱ δὲ, τουτέστιν οἱ Θεσπρωτοὶ, ἡμῖν ἄρθμιοι ἦσαν, ἤγουν φίλοι. καὶ οἱ μὲν Ἰθακήσιοι ἔθελον φθῖσαι τὸν Εὐπείθην καὶ ἀποῤῥαῖσαι φίλον ἦτορ, ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν. ἀλλ' Ὀδυσσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα, παῖδά τ' ἀποκτείνεις, (ῃερς. 432.) ἐμέ τε μεγάλως ἀκαχίζεις, ἣν δηλαδὴ ἐχρῆν ὡς μνηστὴν θεραπεύειν. (ῃερς. 433.) ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους. τοῦτο δὲ λέγει ἐμφαίνουσα, διατί πρὸς μόνον αὐτὸν ἀπετείνατο τοὺς λόγους, ὡς πάντων δηλαδὴ αἴτιον καὶ πείθοντα καὶ τοὺς ἄλλους ἕπεσθαι οἷς αὐτὸς ἐθέλει. (ῃερς. 409.) Σημείωσαι δὲ, ὡς οὐ πρὸς τρυφὴν ἡ Πηνελόπη τοῖς μνηστῆρσιν ἐπεφαίνετο, ἀλλ' ὅτε τι τυχὸν κατήπειγεν, ὡς καὶ ἐνταῦθα ἡ κατὰ τοῦ παιδὸς ἐπιβουλὴ ἐμφανίζει αὐτὴν παύσουσαν τὸ μελετώμενον κακόν. Ὕβριν δὲ ἔχων ὁ ὑβριστὴς ὡς ἐν περιφράσει. (ῃερς. 418.) Κακομήχανον δὲ καλεῖ τὸν Ἀντίνοον, ὅ περ ὅμοιόν ἐστι πρὸς τὸ ἀμήχανος Ἥρη, ὡς ἀεί τε τοιοῦτον καὶ πρὸς διαστολὴν ἴσως τοῦ μὴ τοιούτου Ἀμφινόμου, ὃς ἀεὶ ἁνδάνων αὐτῇ μύθοις οἷα φρεσὶ κεχρημένος ἀγαθαῖς, ὅ ἐστιν οὐ διὰ καλλιέπειαν ἀλλ' ὅτι νοῦν αὐτῷ εἶχον οἱ λόγοι φρενήρει ὄντι, καὶ νῦν αὐτῇ μάλιστα ἤρεσεν ἂν ὑπὲρ τοῦ παιδὸς λαλήσας. (ῃερς. 420.) ῥητορικῶς δὲ ἡ Πηνελόπη τὸ ἄριστον εἶναι βουλῇ καὶ μύθοις τὸν Ἀντίνοον ἀνατρέπει, ἐξ ὧν ἀδίκως ποιεῖ ὁ ἁμαρτάνων εἰς αὐτὸν τὸν ἱκέσιον. ὡς γὰρ Διομήδης καὶ Γλαῦκος, ξένοι πατρῷοι, ἤδη δὲ καὶ Μέντης καὶ Τηλέμαχος, οὕτω καὶ νῦν Τηλέμαχος καὶ Ἀντίνοος ἱκέται πατρῷοι ἀλλήλοις συνάγονται. (ῃερς. 422.) καὶ ἔστιν οὐ μόνον Εὐπείθης ἱκέτης τῷ Ὀδυσσεῖ καὶ δι' ἐκεῖνον καὶ Ἀντίνοος ἱκέτης πατρῷος τῷ Τηλεμάχῳ, ἀλλὰ καὶ ἀνάπαλιν Ὀδυσσεύς τε ἱκέτης τῷ Εὐπείθει, οὐχ' ὡς ἱκετεύσας μέντοι, ἀλλ' ὡς ἱκετευθείς. καὶ Τηλέμαχος δὲ ἱκέτης ὁμοίως τῷ Ἀντινόῳ, ἵνα ᾖ μέση λέξις τὸ ἱκέτης καὶ ὁμώνυμος, καθὰ καὶ ὁ ξένος, ὃς καὶ τὸν ξενισθέντα δηλοῖ καὶ τὸν ξενίσαντα· ξένοι γὰρ ἄμφω ἀλλήλοιν, καθὰ καὶ ὁ ἱκετεύσας καὶ ὁ τὴν ἱκετείαν δεξάμενος ἤτοι κατὰ τοὺς παλαιοὺς εἰπεῖν ἱκετοδόχος ἱκέται εἰσὶν ἀλλήλοις. τοιοῦτον καὶ ὁ προστρόπαιος, ἐπεὶ μέσως ἔχει καὶ αὐτός. προστρόπαιός τε γὰρ Ζεὺς ἐν ῥητορικῷ λεξικῷ, ᾧ ἄν τις, φασὶ, προστρέποιτο δεόμενος. καὶπροστρόπαιος ὁ ἱκέτης, ὁ πρός τινα δηλαδὴ δεητικῶς τρεπόμενος. τοιόν δε τι καὶ ὁ χρήστης ὁ δανείσας τε γὰρ οὕτω καλεῖται καὶ ὁ ὀφείλων. (ῃερς. 419.) Τὸ δὲ μεθ' ὁμήλικας ἀντὶ τοῦ καθ' ὁμήλικας, ἤγουν ἐν ὁμήλιξι. (ῃερς. 422.) Τὸ δὲ ἐμπάζεαι νῦν μὲν αἰτιατικῇ συντέτακται καὶ λαμβάνεται ἀντὶ τοῦ, δι' ἐπιστροφῆς ἔχεις· ὡς ταπολλὰ δὲ μετὰ γενικῆς. οἷον καὶ τὸ, ὁ δ' οὐκ ἐμπάζετο ἱρῶν ἤγουν ἐπεστρέφετο. καὶ, οὔτε θεοπροπίης ἐμπάζομαι. (ῃερς. 423.) Τὸ δὲ μάρτυρος πρωτότυπόν φασιν εἶναι τοῦ μάρτυς, ποιῆσαν ἐκεῖνο διὰ συγκοπῆς· ὅθεν εὐλόγως οὐδὲ ἔχει κλίσιν ὁ μάρτυς. ἀλλὰ τοῦτο μὲν ἕτεροι. ἐν δέ γε τοῖς ὀνοματικοῖς τοῦ Ἡρῳδιανοῦ φέρεται ὡς ἐκ τοῦ μάρτυς γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ˉσ εἰς ˉρ ὁ μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν κινεῖ τὸν μάρτυρον. Δωρικὴ δέ τις ἡ ῥηθεῖσα ἐν ταῖς εὐθείαις τροπὴ τοῦ ˉσ εἰς ˉρ, ὡς ἔστι καὶ παρὰ Ἰαμβλίχῳ εὑρεῖν ἐν οἷς εἰς τὸν Πυθαγόραν ἔγραψεν. Ἰστέον δὲ ὅτι μάρτυς λέγεται τοῖς ἱκέταις ὁ Ζεὺς καθὰ καὶ τοῖς ξένοις καὶ τοῖς ἑταίροις, ἵνα ὡς εὖ εἰδὼς καὶ ἐπιτιμήτωρ ποιητικῶς εἰπεῖν ὕστερον τοῖς ἁμαρτάνουσι γίνοιτο. Τὸ δὲ οὐδ' ὁσίη ἀντὶ τοῦ οὐδ' ὅσιον ἐλλελεῖφθαι δοκεῖ. λείπει γὰρ τὸ, βουλὴ ἢ τοιόνδε τι, ἵνα λέγῃ, ὡς οὐκ ἔστιν ὁσία δίκη ἢ βουλὴ ἢ πρᾶξις τὸ τοὺς ἱκέτας ῥάπτειν ἀλλήλοις κακά· ὃ γνωμικῶς ῥηθὲν ἐντρέπει τὸν Ἀντίνοον, εἴ περ ὀφειλέτης ὢν σωτηρίας τῷ Τηλεμάχῳ διὰ τὴν πατρῷαν ἱκεσίαν, ὁ δὲ βούλεται τὰ πρὸς ὄλεθρον αὐτοῦ. Ἰστέον δὲ ὅτι καθάπερ ἐλλιπὲς, ὡς ἐῤῥέθη, τὸ οὐχ' ὁσίη, οὕτω καὶ ἡ αὐτοῦ ἑρμηνεία τὸ οὐχ' ὅσιον. νοεῖται γὰρ ἀντὶ τοῦ οὐχ' ὅσιον πρᾶγμα ἐστί. Τὸ δὲ ῥάπτειν φίλη τροπή ἐστι τῷ ποιητῇ ἐπὶ τῶν κατὰ δόλον· φθάσας τε οὖν ἔφη, φόνον αἰπὺν ἐράπτομεν. καὶ νῦν δὲ θάνατον ῥάπτεις φησὶ, καὶ, κακὰ ῥάπτειν ἀλλήλοις. (ῃερς. 425.) Τὸ δὲ δῆμον ὑποδδείσας παρηχεῖ μέν πως κατὰ τὸ, τὸν, καὶ ὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ' ἔδησαν· δηλοῖ δὲ τὸ ἄσχετον τῆς δημοτικῆς ὁρμῆς, ἣ κρεῖσσον πυρὸς κατὰ τὴν τραγῳδίαν ἀκολάστως ἐπινέμεται τὰ καθ' ὧν ὁρμήσει. μέγα οὖν τι ὠφέλησεν Ὀδυσσεὺς τὸν Εὐπείθην ἀπαλλάξας αὐτὸν τοῦ κατὰ τὸν δῆμον δέους. (ῃερς. 426.) Τοὺς δὲ Ταφίους ληϊστῆρας κἀνταῦθα ὁ ποιητὴς ἱστορεῖ. (ῃερς. 427.) ἄρθμιοι δὲ οἱ κατὰ φιλίαν ἡρμοσμένοι. ἀρθμὸς γὰρ ἡ φιλία, ὡς καὶ ἀλλαχοῦ ἐφάνη. (ῃερς. 428.) Τὸ δὲ φθῖσαι καὶ τὸ ἀποῤῥαῖσαι ταυτὰ νοοῦσι, καθὰ καὶ τὸ, θάνατόν τε μόρον τε, καὶ τὸ, μενοεικέα πολλήν. ζωὴν δὲ καὶ νῦν τὸν βίον λέγει, τουτέστι πάντα τὰ εἰς τὸ ζῆν ἐπιτήδεια. (ῃερς. 431.) Ἐν δὲ τῷ, οἶκον ἄτιμον, οἶκον μὲν λέγει τὰ ἐν τῷ οἴκῳ, ἀπὸ τοῦ τόπου τὰ ἐν τόπῳ δηλῶν ἤγουν ἐκ τοῦ περιέχοντος τὸ περιεχόμενον, ἄτιμον δὲ τὸν ἀτιμώρητον, ἢ καὶ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ἀτίμως, προῖκα, δωρεάν· μὴ καταβαλὼν τιμὴν ὅ ἐστι τίμημα τῶν ἐσθιομένων. Ἐνταῦθα δὲ ὅρα καὶ πυκνότητα καὶ γοργότητα νοημάτων μετὰ κάλλους ἐν τῷ, τοῦ, ἤτοι τοῦ ἱκέτου, οἶκον ἄτιμον ἔδεις οὗ ὁ πατὴρ Ὀδυσσεὺς μενοεικέα περιεσώσατό σε ζωήν. μνάᾳ δὲ γυναῖκα οὐ δικαίως, τὴν τοῦ εὐεργέτου. παῖδά τ' ἀποκτείνεις, τὸν πατρῷον δηλαδὴ ἱκέτην. ἐμέ τε οὐχ' ἁπλῶς ἀλλὰ μεγάλως ἀκαχίζεις, ἣν μεγάλως ἔδει εὐφραίνειν διὰ τὴν μνηστείαν. τέσσαρες οὖν ἔννοιαι αὐτοτελεῖς δυσὶ στίχοις ἔγκεινται μετὰ παρίσων τριῶν, τοῦ ἔδεις, κτείνεις, ἀκαχίζεις. ὧν τὸ κτείνεις δριμέως ἐῤῥέθη, ὡς εἰ καὶ ἤδη ἐνηργεῖτο εἰς τὸν παῖδα ὁ φόνος. θυμοῦ δὲ συγκοπαὶ τὰ ῥηθέντα κόμματα. διὸ καὶ παύει τὸν λόγον εὐθὺς ἡ φιλόσοφος γυνὴ, μηδὲν ἀγεννὲς ἀξιώσασα, ἀλλὰ βασιλικῶς εἰποῦσα τὸ, ἀλλά σε παύσασθαι κέλομαι, εἶτα καὶ οἱονεὶ θεραπεύσασα κολακευτικῶς ἐν τῷ, καὶ ἀνωγέμεν ἄλλους. (ῃερς. 436.) Ὅτι Ἀντίνοος μὲν εἰ καὶ θρασὺς καὶ ὕβριν ἔχων ὡς προσεχῶς ὠνείδισται, ἀλλ' οὖν σιγᾷ ἐφ' οἷς ἡ Πηνελόπη καταφορικῶς αὐτῷ προσήνεκται. Εὐρύμαχος δὲ οἷα κρυψίνους ὑπούλως καὶ ἐσχηματισμένως ἀμειβόμενος τοιαῦτα φησί· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ. ἐπειὴ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν. οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων. θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι. καὶ τοιαῦτα μὲν ὁ ὕπουλος Εὐρύμαχος κατά γε σχῆμα· βούλεται δὲ τῇ ἀληθείᾳ λέγειν, ὅτι ἐμοῦ ζῶντος οὐδεὶς ἔσται, ὃς πρὸ ἐμοῦ ἢ δίχα ἐμοῦ ἐπιβουλεύεται τῷ Τηλεμάχῳ. (ῃερς. 441.) οὕτω δὲ καὶ τὸ, αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει, δοκεῖ μὲν λέγειν ὅτι τὸ αἷμα τοῦ ἐπιβουλεύσοντος τῷ Τηλεμάχῳ ῥευσεῖται περὶ τῷ ἐμῷ δόρατι. ἄλλως δὲ δηλοῖ, ὅτι τῷ Τηλεμάχῳ τὸ αἷμα ἐρωήσει περὶ τῷ τῶν μνηστήρων δόρατι. οὐ γὰρ εἶπε περὶ δουρὶ ἐμῷ, ἀλλὰ ἡμετέρῳ κοινῶς. (ῃερς. 447.) καὶ μὴν καὶ ἐν τῷ, θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι, φαίνεται μὲν λέγειν, ὅτι τὸν φυσικὸν θάνατον οὐκ ἐκφευξεῖται ὁ Τηλέμαχος. λέγει δὲ ἄλλως αὐτὸ ἐκεῖνο τὸ ἤδη προβεβουλευμένον, ὅτι δηλαδὴ τεθνήξεται ὑφ' ἡμῶν αὐτῶν, ἐὰν αἱ τοῦ Διὸς ὡς προείρηται αἰνήσωσι θέμιστες ἤγουν συγκαταινέσωσι προτρέπουσαι ἡμᾶς· ὁποῖον καὶ τὸ ἐν ἄλλοις τεθὲν πρὸς Τηλέμαχον, ἤ σέ γε λαοὶ ἐχθαίρουσιν ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἤγουν θεόθεν ὀτρυνθέντες. ἐπεὶ δὲ ἦν εἰκὸς ἐμβαθῦναι τὴν δαΐφρονα Πηνελόπην τῷ σχηματισμῷ τοῦ νοήματος καὶ φανερῶς αὐτὰ δύσνοιαν κατὰ τὴν τραγῳδίαν ἡγήσασθαι, ἀχρειοῖ δῆθεν τὴν ἔμφασιν ὁ Εὐρύμαχος εἰπών· ἐπεὶ καὶ ἐμὲ πολλάκις ὁ Ὀδυσσεὺς γούνασιν ἐπικαθίσας κρέας ὀπτὸν ἐχείρισε καὶ οἶνον ἐπέσχε. (ῃερς. 445.) διό μοι Τηλέμαχος οὐχ' ἁπλῶς φίλος οὐδὲ φίλτατος, ἀλλὰ πάντων πολὺ φίλτατός ἐστιν, ὡς εἰ καὶ ἀδελφὸς διὰ τὴν ἐξ Ὀδυσσέως κηδεμονίαν, ὃ δὴ καὶ αὐτὸ ἐπίτηδες γελοιάζων φησίν· εἴ περ διὰ μὲν τὸ δίκαιον, οὐκ ἐδεῖται τόν ποτε βασιλέα Ὀδυσσέα. (ῃερς. 443.) διὰ δὲ κρέας ὀπτὸν καὶ οἴνου ῥόφημα πολὺ φίλτατον αὐτῷ εἶναι φησὶ τὸν ἐκείνου υἱὸν Τηλέμαχον, αἰτίαν θεὶς παιγνιώδη, ὡς εἰ καί τις πολλῶν τινὶ ὀφειλέτης ὢν, εἶτα καὶ ὀβολὸν ἐξ ἐκείνου παραῤῥιφέντα σχὼν, ἐκεῖνα μὲν ἐν καιρῷ σιωπᾷ, προφέρει δὲ εἰς μνήμην τοῦ ὀβολοῦ σμικροδωρεάν. (ῃερς. 448.) ἐπὶ δὲ τούτοις θεωρῶν ὁ ποιητὴς αὐτὸς ἑαυτὸν, τουτέστι τὴν οἰκείαν ἑρμηνεύων μέθοδον καὶ δηλῶν ὡς ἐσχηματισμένως ἐνταῦθα ἔγραψε, φησίν· ὣς φάτο θαρσύνων, τὴν Πηνελόπην δηλαδὴ Εὐρύμαχος, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεθρον, ὃν καὶ τοῖς λόγοις ἐνέφηνεν, εἰ καὶ ἡ Πηνελόπη ἁπλοϊκῶς ἤκουσε. καὶ ὅρα ὡς καὶ τῶν ἐσχηματισμένων ὁμιλιῶν ἀρχὰς ὁ ποιητὴς ἐνδέδωκεν. (ῃερς. 436.) Ὅτι δὲ τὸ μελόντων ἀντὶ τοῦ μελέτωσαν κεῖται, οὐκ ἔστιν ἀμφιβαλεῖν. δῆλον δὲ καὶ ὅτι ἔχει τι ἐσχηματισμένης ἐννοίας καὶ τὸ, μή τοι ταῦτα μελόντων. μονονουχὶ γάρ, φησιν, ὅτι οὐ σοί γε ἀλλ' ἡμῖν ἔσται μέλησις, ὅπως ἂν διαχειρισώμεθα τὸν Τηλέμαχον. ὅλως γὰρ ὀργίλου μὲν ἤθους τὰ τοῦ Ἀντινόου καὶ βαρέος, εἰρωνικοῦ δὲ τὰ τοῦ Εὐρυμάχου. (ῃερς. 439.) Τὸ δὲ ζώοντος ἐμοῦ καὶ ἐπὶ χθονὶ δερκομένοιο, ἐκ τῆς Ἰλιάδος παρειλκύσθαι δοκεῖ. (ῃερς. 437.) Τὸ δὲ ἔσσεται καὶ τὸ γένηται δοκεῖ τοῖς φιλοσοφοῦσι διαφορὰν ἔχειν τινά. ἔσεσθαι μὲν γὰρ ἐπὶ τῶν ἐξανάγκης φασὶν, ἐπὶ τῶν ἐνδεχομένων δὲ τὸ γενήσεσθαι, οἷον, ἔσεται μετὰ χειμῶνα ἔαρ ἀναγκαίως, τὸ δὲ βρέφος τόδε γενήσεται γραμματικὸν, ἐνδεχομένως· οὐ γὰρ ἐξανάγκης τοῦτό γε. (ῃερς. 443.) Τὸ δὲ πολλάκι γούνασιν ἐφέζεσθαι καὶ τὰ ἑξῆς, μέγα εἰς φιλοστοργίαν εἶναι δοκεῖ τοῖς φρονοῦσι διὰ τὴν εἰς αὐτοὺς βρεφικήν ποθεν ἐπιμέλειαν. διὸ καὶ ὁ ἐν Ἰλιάδι Φοῖνιξ ἀναμιμνήσκων τὸν Ἀχιλλέα, ὅτι πολλάκις μοι τὸ στῆθος κατέδευσας οἴνου ἀποβλύζων, ἐνδείκνυται δυσωπητικὸν εἶναι τὴν τοιαύτην βρεφοκομίαν καὶ παιδοτροφίαν. ὅ περ καὶ ὁ Εὐρύμαχος ἐνταῦθα ἐφ' ἑαυτῷ προσποιεῖται, λαλῶν μὲν τὸ δέον, οὐ φρονῶν δὲ ὡς δέον. Κρέας δὲ ὀπτὸν καὶ ταῦτα νηπίῳ δίδοται, ὅτι σπανίως ἀνάβραστα κρέα οἱ ἥρωες προσεφέροντο. δῆλον δὲ ὅτι ἐκ τοῦ ὀπτητὸν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, συγκέκοπται τὸ ὀπτόν. Ἐπισχεῖν δὲ οἶνον τὸ ἐγγὺς σχεῖν, οὗ ἐναντίον τὸ ἀποσχεῖν. (ῃερς. 446.) Τὸ δὲ ἄνωγα μέσος ἐστὶ παρακείμενος τοῦ ἀνώγω ἐνεστῶτος, καθὰ καὶ τοῦ ἀνοίγω τὸ ἠνέωγα. (ῃερς. 449.) Ὅτι ἐν ἄλλοις ἠχήεντα λέγων δώματα, ὡς ἐκεῖ ἐφάνη, νῦν ὑπερώϊα σιγαλόεντα λέγει ἀντιθετικῶς, κατ' ἄλλον μέντοι λόγον, οὐ τὰ σιγῶντα· οὐ γὰρ ἂν ἔχοι τοῦτο λόγον, ἀλλὰ τὰ ἐμποιοῦντα σιγὴν τῷ βλέποντι διὰ τὸ θαυμαστὰ εἶναι. (ῃερς. 450.) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ πρὸ τούτων, ἔκλαιε τὸν Ὀδυσσέα ἡ γυνὴ, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλεν Ἀθήνη. (ῃερς. 454.) Ὅτι Εὔμαιος μὲν φθάσας πενταέτηρον σῦν ἱέρευσε, πανηγυρίσας οἷον ἐπὶ ἐνδημίᾳ ξένου ἀγαθοῦ, Ὀδυσσεὺς δὲ καὶ Τηλέμαχος ἐνιαύσιον, φειδωλότερον μὲν διατεθέντες, τρυφώτερον δὲ, οὓς καὶ εὗρεν ὁ Εὔμαιος δόρπον ἐπισταδὸν ὁπλιζομένους· ὃ καὶ ἀλλαχοῦ κεῖται. Ὅτι πλατύνας ἤδη τὴν μεταβολὴν τῆς τοῦ Ὀδυσσέως μορφῆς ὁ ποιητὴς συντέμνει αὐτὴν ἐνταῦθα καιρίως οὕτως. Ἀθηνᾶ δὲ ἄγχι παρισταμένη ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, (ῃερς. 457.) λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ. καὶ τὴν αἰτίαν ἐπάγων φησί· μή ἑ συβώτης γνοίη ἑσάντα ἰδὼν καὶ τῇ γυναικὶ ἔλθοι ἀπαγγέλλων. (ῃερς. 459.) μηδὲ φρεσὶν εἰρύσαιτο, τουτέστι μὴ οὐ φυλάξοι καὶ κρύψοι κατὰ νοῦν. οὐ βούλεται γὰρ γνωσθῆναι Ὀδυσσεὺς οὐδενὶ διὰ τὰ προῤῥηθέντα. διὸ καὶ πᾶσα ἐπίκρυψις ἐπ' αὐτῷ γίνεται. (ῃερς. 461.) Ὅτι Τηλέμαχος μὲν ἐρωτᾷ τὸν δοῦλον βιωτικῶς ἦλθες δῖ' Εὔμαιε, τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ; ἤγουν τί φημίζεται ἀνὰ τὴν πόλιν. προσεπερωτᾷ δὲ καὶ περὶ τῶν μνηστήρων, εἴ περ ἔνδον εἰσὶν ἐκ λόχου. (ῃερς. 465.) ὁ δὲ καὶ αὐτὸς ἁπλοϊκῶς ἀπολογησάμενος, ὡς οὐκ ἔμελέ μοι ταῦτα μεταλλῆσαι καὶ ἔρεσθαι ἄστυ καταβλώσκοντα τάχιστά με θυμὸς ἄνωγεν ἀγγελίην εἰπόντα, πάλιν δεῦρ' ἀπονέεσθαι, ὕστερον λέγει ἰδεῖν νῆα θοὴν κατιοῦσαν ἐς λιμένα ἡμέτερον. πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ. βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι. (ῃερς. 475.) καί σφεας ὠΐσθην, τουτέστιν ἐνόμισα, τούτους εἶναι, οὐδέ τοι οἶδα. ἔνθα καὶ ὅρα διαφορὰν τοῦ ὠΐσθην καὶ τοῦ οἶδα. τὸ μὲν γὰρ οἶδα πρὸς ἀκρίβειαν, τὸ δὲ ὠΐσθην πρὸς νόμισιν. εἰ δὲ ἀνωτέρω εἰδέναι φησὶν ὁ συβώτης ἐν τῷ, ἄλλο δέ τοι τόδε οἶδα, ὅμως οὐκ ἔστι τοῦτο ἀντίφασις. ἐκεῖ μὲν γὰρ εἰδέναι εἶπεν, ὃ εἶδε, νῆα δηλαδὴ πολλοὺς ἄνδρας ἔχουσαν καὶ ὅπλα· νῦν δὲ μὴ εἰδέναι φησὶν, εἰ καὶ μνηστῆρες ἦσαν ἐκεῖνοι, ἀλλὰ οἴεσθαι τοῦτο. (ῃερς. 468.) λέγει δὲ ὁ Εὔμαιος καὶ ὅτι ὡμήρησε δέ μοι ἄγγελος, κῆρυξ, ὁ Μέδων δηλαδὴ, σταλεὶς ὑπὸ τῶν ἑταίρων τοῦ Τηλεμάχου, ὃς πρῶτος ἤγγειλε τῇ μητρί· οὐκ ἐθέλει γὰρ ἐπικρύψαι τι ὧν οἶδε. μέμνηται δὲ καὶ λόφου τινὸς Ἑρμαίου ἐγχωρίου, εἰπὼν ὅτι ὅτε ἦν ἤγουν ἤμην ὅθι Ἕρμαιος λόφος ἐστὶ, εἶδον τὴν εἰρημένην νῆα. ἐπὶ δὲ τούτοις μείδησε, φησὶν, ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ὀφθαλμοῖσιν ἰδὼν λάθρα τοῦ ὑφορβοῦ, ἀγαλλιασάμενος δηλαδὴ ἐφ' οἷς ὑπέστρεψαν οἱ μνηστῆρες κενοί· ἴσως δὲ καὶ ὑποδηλῶν τῷ πατρὶ ὅτι πρὸς πλείους ἔκ γε τῆς ἄρτι ἔσται τούτοις ὁ ἀγών. (ῃερς. 461.) Ὅρα δὲ τὸ ἦλθες δῖ' Εὔμαιε, ὀρθῶς μὲν νοούμενον, ἀσαφῶς δὲ πεφρασμένον διὰ τὴν ἔκθλιψιν τῆς ληγούσης τοῦ, δῖε. καλεῖται γὰρ καὶ ἀλλαχοῦ δῖος ὁ τοιοῦτος Εὔμαιος. τοιοῦτον δὲ καὶ ἐν Ἰλιάδι τὸ, ἐπεμῄνατο δῖ' Ἄντεια· δῖα γὰρ ἐκεῖ τὸ ἐντελές. καὶ ἔστιν εἰπεῖν καὶ τοῦτο βραχεῖαν τινὰ φλέβα σχεδικῆς μεταλλείας τῆς ἐξευρημένης ὕστερον, εἴτε καὶ ξέσμα τι λατομίας σχεδουργικῆς, ἣν μετὰ τὸν ποιητὴν τεχνώμενοι πόνους τοῖς γραμματικευομένοις ἐξευρήκασι. καὶ εἰσὶ καὶ ἕτερα πολλὰ τοῦ εἴδους τούτου γραφέντα ἐν τοῖς εἰς τὴν Ἰλιάδα, τὰ μὲν συναληλιμένα, τὰ δὲ καὶ κατὰ ἑτεροίαν συνθήκην· ἐξ ὧν ἡ τῶν σχεδοποιῶν εἰλῆφθαι δοκεῖ μέθοδος. ὁποῖον καὶ παρὰ Σοφοκλεῖ τὸ, θεοῖσιν ἔμμην' ἱερὰ τοῖς σωτηρίοις. ὥς περ γὰρ τὸ, ἦλθες δῖ' Εὔμαιε, συναρπάσοι ἄν τινα ὡς ἐπιῤῥήματος ἐνταῦθα ἐκπεφωνημένου τοῦ δῖ', ὁποῖόν τι καὶ
342.2.1
Ἡσιόδῳ τὸ, δεῦτε Δί' ἐννέπετε, τὸν Δία γὰρ ἐκεῖνος ἐνταῦθα συνήλειψεν, οὕτω καὶ ἐν τῷ, θεοῖσιν ἔμμην' ἱερὰ, δοκήσοι ἂν ῥηθῆναι νέμειν ἱερὰ τοῖς θεοῖς. τοιοῦτον παρὰ τῷ αὐτῷ καὶ τὸ, ὥς πέρ μ' ἀραῖον εἷλες, ἤγουν ὥς περ ἐμὲ εἷλες διὰ τῆς ἀρᾶς. καὶ ἐν τούτῳ γὰρ παραγάγοι ἂν ἡ προφορὰ τὸν ἀπραγμόνως ἀκούσαντα, ὡς ἔγκειται ῥέον σπέρμα τῇ φράσει. καὶ ἄλλα δὲ τοιαῦτα μυρία Ὁμηρικά τε καὶ ἄλλως ποιητικὰ, οὔτε ζηλωτὰ εἰς τὸ καταλογάδην γράφειν, καὶ οὐδὲ οἷα λόγου νῦν ἠξιῶσθαι πλείονος. (ῃερς. 466.) Τὸ δὲ βλώσκοντα δύναται γραφῆναι καὶ βλώσκοντι κατὰ πτῶσιν δοτικὴν, καὶ ἔστιν ἀμφοτέρως ἄσφαλτον. γίνεται δὲ ἀπὸ τοῦ μολῶ μολήσω μολήσκω, ὡς θνήσω θνήσκω καὶ τὰ ὅμοια, καὶ τροπῇ συνήθει μακροῦ εἰς μακρὸν ἤγουν τοῦ ἦτα εἰς ˉω, μολώσκω, καὶ συγκοπῇ τοῦ ˉο τῆς ἀρχούσης καὶ ἀπελεύσει μὲν τοῦ ˉμ, ἀντενθέσει δὲ τοῦ βῆτα, βλώσκω. Ἰστέον δὲ ὅτι ἐν μέσῳ μὲν λέξεως τὴν ἀπὸ συγκοπῆς κακοφωνίαν τοῦ ˉμ καὶ ˉλ θεραπεύουσιν οἱ παλαιοὶ, ἐπεμβάλλοντες τὸ βῆτα καὶ φυλάσσοντες καὶ τὸ ˉμ, ὡς ἐν τῷ, παρμέμβλωκε, περὶ οὗ μετ' ὀλίγα ῥηθήσεται. ἐνταῦθα δὲ μὴ δυναμένων ὁμοῦ κεῖσθαι τοῦ ˉμ καὶ τοῦ βῆτα καὶ τοῦ ˉλ, μήτε μὴν τοῦ ˉμ καὶ τοῦ ˉλ, ἐξεβλήθη μὲν ἐξανάγκης τὸ μῦ, προετέθη δὲ τὸ βῆτα, καὶ οὕτως ἡ λέξις ἐξεφωνήθη κάλλιον. (ῃερς. 468.) Ὡμήρησε δὲ ἀντὶ τοῦ συνήντησεν, ὁμοῦ γέγονεν. ὡς γὰρ οἶνος οἰνηρὸς, οἴσυπος οἰσυπηρὸς, ἐξ οὗ ἔρια οἰσυπηρὰ τὰ ῥυπώδη, οὕτω, φασὶν, ἐκ τοῦ ὁμὸς Ὅμηρος, ὅθεν ὁμηρῶ ῥῆμα τὸ συναντῶ. δοκεῖ δὲ καὶ ἄλλως ἡ λέξις μετῆχθαι ἐκ τῶν ὁμοῦ ἐρεσσόντων ἢ συναρηρότων. Ὅμηρον δὲ ἔφαμεν, ἐξ οὗ καὶ τὰ ἐπὶ εἰρήνῃ λεγόμενα ὅμηρα εἴτουν οἱ ὅμηροι. (ῃερς. 471.) Λόφος δὲ Ἑρμαῖος προπερισπωμένως, ἢ μᾶλλον κατὰ τὸν φιλόπονον προπαροξυτόνως Ἕρμαιος κατά τι κύριον ὄνομα, τόπος ὑπὲρ τῆς κατὰ Ἰθάκην πόλεως, ὅθεν ἀφ' ὑψηλοῦ εἶδεν Εὔμαιος τὴν τῶν μνηστήρων νῆα κατιοῦσαν, ὅ ἐστι καταγομένην εἰς γῆν, καταβαίνουσαν, ἐλλιμενιζομένην. ὁ δὲ τὸν Ὅμηρον παραφράσας Θρᾷξ Δημοσθένης τὸν Ὁμηρικὸν τοῦτον λόφον Ἑρμαῖον ἔφη ἐν οὐδετέρῳ γένει, φράσας οὕτω· ἔτυχον μὲν τῆς ὁδοῦ τῆς ἐνταῦθα προκεχωρηκὼς κατὰ τὸ Ἑρμαῖον ἤδη γεγονέναι. ἦν δὲ ἡ κλῆσις τῷ τόπῳ παρὰ τὸν Ἑρμῆν διὰ τὸ δοκεῖν ἐκείνῳ ἀνεῖσθαι εἰς διατριβήν. οἱ δέ φασιν ὅτι Ἕρμαιοςλόφος σωρὸς λίθων ἐστὶν ἐνόδιος ἢ βωμὸς ἢ λόφος ὑποκείμενος Ἑρμοῦ ἀνδριάντι. ἄλλοι δὲ νοοῦσιν Ἑρμαίους κοινῶς λόφους σημεῖα ὁδῶν κατὰ ποσήν τινα διάστασιν μιλιασμοῦ τυχὸν ἢ σταδιασμοῦ. Ἑρμῆς γάρ, φασι, πρῶτος οἷα κῆρυξ καὶ διάκτορος καθήρας τὰς ὁδοὺς, εἴ που λίθους εὗρεν, ἀπετίθει ἔξω ὁδοῦ. ὅθεν τοὺς τοιοῦτόν τι ποιοῦντας καὶ τὰς ὁδοὺς τῷ Ἑρμῇ ὡς διακτόρῳ ἐκκαθαίροντας εἰς τιμὴν Ἑρμοῦ τοὺς τῶν τοιούτων λίθων σωροὺς Ἕρμαια ἢ Ἑρμαίους λόφους καλεῖν. τινὲς δέ φασιν, Ἑρμοῦ τοῦ εἰς λόγον ἀλληγορουμένου σύμβολον εἶναι τὸ τοιοῦτον ἔργον. ὡς γὰρ σωρὸς λίθων ἐκ μικρῶν εἰς μέγαν ὀγκοῦται κολωνὸν, οὕτω καὶ Ἑρμῆς λόγος ἀποτάδην διεξοδικῶς ἐκ βραχυτάτων στοιχείων τε καὶ συλλαβῶν καὶ λέξεων συσσωρευόμενος εἰς πολὺ κορυφοῦται. ἄλλοι δὲ εἶπον, Ἑρμῇ ἀνελόντι τὸν Ἄργον, ἐξ οὗ καὶ ἀργειφόντης ἐκλήθη, ἀνάγκην γενέσθαι δοῦναι δίκας τοῦ φόνου· ἐπεὶ δὲ Διῒ πεισθεὶς ἐπλημέλησε τὸ κακὸν καὶ ὤκνουν αὐτὸν τίσασθαι, προσέῤῥιψαν τὰς ψήφους ὁ καθένα τῶν κρειττόνων ἠρέμα τῷ Ἑρμῇ, βάλλοντος οἷον ἐκεῖνον λίθους, καὶ οὕτω τὴν τοῦ φόνου ποινὴν ἀφωσιώσαντο. καὶ οἱ τῶν ψήφων ἐκείνων λίθοι ἀναβάντες τῇ σωρείᾳ εἰς λόφον εἰς τιμὴν ὕστερον ἔπεσον τῷ Ἑρμῇ· ἐντεῦθεν γὰρ οἱ σωρευόμενοί που λίθοι τῷ Ἑρμῇ κατὰ τὴν ἐνταῦθα Ὁμηρικὴν φράσιν ἐπωνομάζοντο. Ἰστέον δὲ καὶ ὅτι οὐ καινὸν, εἴ περ ἐκ τοῦ Ἑρμοῦ ὁ μὲν Ἑρμαῖος λόφος προπερισπᾶται, τὸ δὲ Ἕρμαιοεἴτε τοπικῶς ὡς ἐῤῥέθη νοεῖται, εἴτε ἐπὶ εὑρήματος τυχηροῦ, προπαροξύνεται. ἀναλογίαν γὰρ ταῦτα σώζει. οὕτω γὰρ καὶ ὀγκαῖος μὲν προπερισπᾶται ὁ παρὰ Λυκόφρονι, ὄγκαιον δὲ τὸ καὶ ὄγκιον ἐν τοῖς ἑξῆς παρ' Ὁμήρῳ προπαροξύνεται. τὸ δ' ἀνάλογον καὶ ἐπὶ τοῦ, τροπὴ τροπαῖος Ζεύς· τρόπαιον δὲ ἄλλως τὸ οὐδέτερον, εἰ καὶ οἱ Ἀττικοὶ προπερισπῶσιν αὐτὸ, καθὰ καὶ τὸ ἑτοῖμον καὶ τὸ ἐρῆμον. ὅτι δὲ Ἕρμαιον τὸ εὕρημα Ἑρμῇ καὶ αὐτὸ παρωνόμασται, κερδώῳ δηλαδὴ, ὅθεν καὶ εὐερμεῖν ῥῆμα τὸ εὐτυχεῖν καὶ εὐερμία ἡ εὐτυχία, ἐν ἄλλοις δεδήλωται σαφῶς. τῆς δὲ κατὰ τὸ Ἕρμαιον, ὅ πέρ ἐστιν εὕρημα προπαροξυτονήσεως, παραπήγματα κείσθω παρώνυμα προπαροξύτονα καὶ τὸ Σκύλλαιον, τόπου ὄνομα, καὶ τὸ Ἀθήναιον, ἔτι δὲ καὶ τὸ Νύμφαιον καὶ Τύχαιον, ἃ παρεσημειώσαντο οἱ παλαιοὶ, παρ' οἷς καὶ ἡ τοῦ εὑρήματος λέξις διφορεῖται. λέγεται γὰρ αὐτὸ καὶ εὕρεμα διὰ τοῦ ˉε. καὶ εἰσὶ μὲν καὶ ἀμφοτέρων χρήσεις, ἐπικρίνει δὲ μᾶλλον Ἡρῳδιανὸς τὴν διὰ τοῦ ˉη, ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ. (ῃερς. 473.) Τὸ δὲ πολλοὶ ἔσαν ἄνδρες ἐν αὐτῇ καὶ ἑξῆς, νῆα φράζει πολεμικήν. διαγελᾷ δὲ ἡ τοῦ πράγματος σοβαρότης παρίσοις, τῷ σάκεσσιν, ἔγχεσιν, ἀμφιγύοισιν. (ῃερς. 474.) ἔχει δέ τι καὶ ἀστειότητος τὸ οὕτω βεβριθέναι τὴν ναῦν, ὡς εἴ γε φόρτον εἶχεν ὅπλα πολεμικά. τίνα δὲ τὰ ἀμφίγυα ἔγχεα, ἡ Ἰλιὰς δηλοῖ. (ῃερς. 476.) Τὸ δὲ ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ἰδὼν, ὅμοιόν ἐστι τῷ, ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων. (ῃερς. 481.) Ἐν τούτοις δὲ τερματοῦται ἡ ῥαψῳδία εἰς τὸ, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, ἤγουν ὕπνωσαν, ὡς καὶ ἐν Ἰλιάδι κεῖται. ἀστεῖος δὲ ὁ νοῦς τοῦ ῥητοῦ· ὡς γὰρ ὁ ἐπὶ τῷ φαγεῖν ἀνακλιθεὶς λαμβάνει δῶρον βρώσεως, οὕτω καὶ ὁ κοιμηθεὶς ἤγουν ἀναπεσὼν, ὥστε ὑπνῶσαι, λαμβάνει ὡς ἀπὸ τοῦ σωματικοῦ δαιμονίου τοῦ ὕπνου ὃ δίδωσιν αὐτὸς δῶρον, τὴν ἐκ τοῦ ὑπνῶσαι δηλαδὴ χάριν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Εἰς τὴν πόλιν ἐλθὼν Τηλέμαχος διηγεῖται τῇ μητρὶ Πηνελόπῃ τῆς ἀποδημίας τὰ κεφάλαια, ὕστερον δὲ Ὀδυσσεὺς ἀχθεὶς ὑπὸ τοῦ Εὐμαίου εἰς Ἰθάκην ἀπὸ τῶν ἀγρῶν εἰς τὸ συμπόσιον τῶν μνηστήρων εἰσέρχεται. ὁ δὲ ποιητὴς ἀπαγγέλλει, πῶς ὁ κύων ἀναγνωρίζει τὸν δεσπότην, καὶ ὡς Εὔμαιος μὲν εἰς τοὺς ἀγροὺς ὑποστρέφει, Ὀδυσσεὺς δὲ ἐν αὐτοῖς μένει. ΟΔΥΣΣΕΙΑΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι πολλὰ μὲν ἡ ῥαψῳδία λαλεῖ, ἐπιγράφεται δ' ὅμως ἐκ τοῦ κατ' ἀρχὴν εὐθὺς πράγματος· ἐπάνοδος δηλαδὴ Τηλεμάχου εἰς Ἰθάκην. (ῃερς. 6.) Ὅτι ἄττα καὶ ἐνταῦθα Τηλέμαχος προσφωνεῖ τὸν Εὔμαιον, περὶ οὗ ἱκανῶς προείρηται. Ὅτι μητρικὴν ὁ Τηλέμαχος ἀγάπην δηλοῖ περὶ αὐτὸν ἐν τῷ, εἶμ' ἐς πόλιν ὄφρα με μήτηρ ὄψεται. οὐ γάρ μιν πρόσθεν παύσασθαι ὀΐω κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, πρίν γ' αὐτόν μ' ἐσίδηται. τοῦτο δὲ καὶ ἄλλως εἶχε φράσαι, πρίν γ' αὐτόν μ' ἐσιδέσθαι. (ῃερς. 10.) Ὅτι προεκτιθέμενος τὰ ἐφεξῆς ὁ Τηλέμαχος ἐπιτέλλει τῷ Εὐμαίῳ τὸν ξεῖνον δύστηνον ἄγειν ἐς πόλιν, ὄφρα, φησὶν, ἐκεῖθι δαῖτα πτωχεύῃ, τουτέστι, ζητῇ πτωχικῶς, ὡς καὶ προεδηλώθη· ὃ ἑρμηνεύων φησί· (ῃερς. 11.) δώσει δέ οἱ ἐπαιτοῦντι ὅς κ' ἐθέλῃσι πύρνον, περὶ οὗ προεγράφη, καὶ κοτύλην, οἴνου δηλαδή· ἐλλιπῶς γὰρ εἴρηται· ἐγράφη δὲ πρὸ ὀλίγων καὶ περὶ κοτύλης. εἶτα βεβαιῶν ξεῖνον εἶναι τὸν παρόντα φησίν· ἐμὲ δ' οὔ πως ἔστιν ἅπαντας ἀνθρώπους ἀνέχεσθαι ἔχοντά περ ἄλγεα θυμῷ. (ῃερς. 14.) ὁ ξεῖνος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ ἔσσεται. ἦ γὰρ ἐμοὶ φίλ' ἀληθέα μυθήσασθαι. τοιαῦτα δὲ λέγοι ἂν ὁ ἀξιούμενος μὲν πολλὰ εὐεργετεῖν, μὴ δυνάμενος δὲ, εἰ καὶ γογγύζει ὁ ζητῶν. Ἔνθα ὅρα καὶ ὅτι, καθὰ πρὸ τούτων ἐῤῥέθη, μὴ χρῆναι τῷ ξεινοδόκῳ ἔριδα προφαίνειν, ἵνα μὴ ἑαυτοῦ πάντα κολούη, οὕτω κἀνταῦθα οὐκ ἀγαθὸν εἶναι λέγεται τὸν ξεῖνον μηνίειν τῷ ξεινοδόκῳ· ἄλγιον γὰρ αὐτῷ ἔσται οὕτω ποιοῦντι. δῆλον δ' ἐκ τούτου, ὅτι ὁπηνίκα ἔφη μόνον τὸ ἄλγιον, ἐνέλιπεν ἐκεῖ ῥῆμα ὑπαρκτικὸν, ὡς καὶ προδεδήλωται. Τὸ δὲ τὸν ξεῖνον δύστηνον, παρατεθειμένον ἀσυνήθως ἔχει τὸ ἄρθρον. τὸ γὰρ σύνηθες, τὸν δύστηνον ξεῖνον. (ῃερς. 12.) Τὸ δὲ ἅπαντας ἀνθρώπους ἀνέχεσθαι, εἴρηται μὲν ἀληθῶς· οὐ γὰρ ἄν τις δύνηται δεόντως ξενίζειν ἅπαντας, ὡς ἐκεῖνοι ζητοῦσιν. ἔχει δὲ τὸ ἀνέχεσθαι ἢ ἀντὶ τοῦ τιμᾶν ἢ ἀντὶ τοῦ ἀνέχειν ἤτοι ἀναβαστάζειν, ὡς ἐκ μεταφορᾶς τινὸς ὑπερείσματος. (ῃερς. 15.) Τὸ δὲ φίλ' ἀληθέα μυθήσασθαι, ἢ Ἀττικῶς ἀντὶ τοῦ φίλον ἐστὶ τἀληθῆ εἰπεῖν, ἢ φίλα τὰ ἀληθῆ, ὥστε εἰπεῖν αὐτά. (ῃερς. 17.) Ὅτι καὶ νῦν αἰτιολογῶν Ὀδυσσεὺς τὸ ἐθέλειν εἰς Ἰθάκην ἀπελθεῖν φησίν· ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω, ἐν τῷ ἀγρῷ δηλαδή· πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἢ κατ' ἀγροὺς δαῖτα πτωχεύειν· ὃ καὶ ἀνωτέρω κεῖται· δώσει δέ μοι ὅς κ' ἐθέλῃσι, κατὰ τὸν τοῦ Τηλεμάχου λόγον. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμὶ, ὥστ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι· ἤγουν οὐκ εἰμὶ τοιαύτης ἡλικίας, ὥστε εἰς πᾶν ἔργον πείθεσθαι τῷ κελεύοντί μοι κατ' ἀγροὺς, ὡς οἷα δηλαδὴ γέρων ὢν καὶ μὴ ἐξισχύων πονεῖν. σημάντορα δὲ συνήθως λέγει τὸν ἐπιτάσσοντα. (ῃερς. 22.) Ὅτι πτωχοῦ γέροντος γυμνίτου τὸ, ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε τὸν σὺ κελεύεις αὐτίκα. εἰπεί κε πυρὸς θερέω, ἤγουν διὰ πυρὸς θερμανθῶ, ἀλέη τε γένηται, ἡ ἐκ τοῦ ἡλίου δηλονότι, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακὰ, μή με δαμάσσῃ στίβη ὑπηοίη ἤγουν ἡ ἑωθινὴ πάχνη, ὡς προγέγραπται. δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς ψυχεινὸς ὁ τῆς ἐπανόδου τῷ Ὀδυσσεῖ καιρός. (ῃερς. 27.) Ὅτι κἀνταῦθα κακὰ φυτεύειν, ὡς καὶ ἀλλαχοῦ, τὸ βουλεύεσθαι κατά τινων. ᾧ σύμφωνον καὶ τὸ ὑπορύττειν κακά. τῆς δὲ αὐτῆς ἐννοίας καθ' ἕτερον λόγον καὶ τὸ ῥάπτειν κακά· (ῃερς. 32.) Ὅτι κώεα καταστορνῦσα θρόνοις ἐνὶ δαιδαλέοισι τοῖς τῶν μνηστήρων ἡ τοῦ Τηλεμάχου τροφὸς Εὐρύκλεια εἶδεν αὐτὸν πολὺ πρώτη ἐρχόμενον, καθά που καὶ Τηλέμαχος τὸν Μέντην πολὺ πρῶτος εἶδεν ἐλθόντα διὰ τὸ μεριμνᾶν καὶ διατοῦτο πρὸς ταῖς εἰσόδοις τοῦ οἴκου ἔχειν τὴν θέαν. Ὅρα δὲ ὡς εὐτελῶς κώεα ἐν τοῖς ῥηθεῖσι θρόνοις τίθενται. Τὸ δὲ στορνῦσα καθ' ὁμοιότητα παράγεται τοῦ ὄρνυσθαι καὶ τῶν ὁμοίων. ὡς γὰρ ὄρω ὄρνω ὀρνύω ὄρνυμι, οὕτω στορῶ στόρνω στορνύω στόρνυμι· ἐξ οὗ ὁ στορνύς· οὗ θηλυκὸν ἡ στορνῦσα. δῆλον δ' ὅτι ταυτόν ἐστι στορέσαι καὶ στόρνυσθαι. παρὰ δὲ τοῖς ὕστερον καὶ στρῶσαι, συγκοπὲν ἐκ τοῦ στορῶ καὶ μεταπεσὸν ἐκ πρώτης συζυγίας τῶν περισπωμένων εἰς τρίτην. ὅθεν καὶ τὸ στρῶμα καὶ τὸ τῆς νηὸς κατάστρωμα. (ῃερς. 33.) Ὅτι δακρύσασα, ὡς εἰκὸς, ἡ μαῖα ἰθὺς ἦλθε τοῦ Τηλεμάχου. ἀμφὶ δ' ἂρ ἄλλαι δμωαὶ Ὀδυσσῆος ἠγερέθεντο καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. καὶ ἔστι δουλικὸν τὸ φίλημα τοῦτο. Πηνελόπη δὲ ἔκυσέ μιν κεφαλήν τε καὶ ἄμφω φάεακαλά. καὶ Εὔμαιος δὲ πρὸ ταύτης ὁμοίως ὡς οἷά τις ἀδελφὸς, καθὰ δηλοῖ τὸ ἄττα προσφώνημα, ᾧ δεξιοῦται αὐτὸν ὁ Τηλέμαχος. στόμα μέντοι οὐδεὶς ἐφίλει. καὶ ἴσως ὁρμηθείς τις ἐντεῦθεν εἴποι ἂν κυρίως φιλεῖν τὸ ἐμφῦναι ἴλλοις, εἴ γε καὶ ἄμφω φάεα καλὰ ἐφιλοῦντο. ἡ Πηνελόπη δὲ καὶ ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα καὶ ὀλοφυρομένη δὲ λαλεῖ. ἔργα δὲ ταῦτα γινόμενα ἐπὶ φίλοις ἐξ ἀποδημίας ἥκουσιν, ὥς περ καὶ λόγος πρέπων τοιούτῳ καιρῷ τό· ἦλθες Τηλέμαχε γλυκερὸν φάος καὶ ἑξῆς, καθὰ προεγράφη. ἐπαινῶν δὲ ὁ ποιητὴς κἀνταῦθα ὡς ἑτέρωθι τὴν Πηνελόπην, φησὶν ὡς ἦλθεν ἐκ θαλάμοιο Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ· τοῦτο μὲν, ὡς καλή· ἐκεῖνο δὲ, ὡς περίφρων καὶ σώφρων. (ῃερς. 38.) Τὸ δὲ ἀμφὶ παιδὶ βάλε πήχεε, ἀντὶ τοῦ ἀμφέβαλε τὸν υἱὸν τοῖς πήχεσι. καλῶς δὲ τὸ, πήχεε· βραχίονες γὰρ οὐκ ἔχουσι περιπλέκεσθαι. (ῃερς. 35.) Ἰστέον δὲ ὅτι τοῦ κυνεῖν, ὅ ἐστι φιλεῖν, πρωτότυπόν ἐστι τὸ κύειν. διὸ ἀμφοῖν ἐνταῦθα χρῆται ὁ ποιητὴς, ὡς προέκκειται. ἐκ τούτων δὲ κατά τινα σχέσιν καὶ κυνεῖν τὸ προσκυνεῖν καὶ κύειν τὸ γεννᾶν. ἐν τούτοις δὲ κεῖται καὶ ὁ κίων ἀρσενικῶς ἐν τῷ, (ῃερς. 29.) ἔγχος μὲν στῆσε πρὸς κίονα μακρὸν ἐρείσας, κοινότερον· ἄλλως μέντοι θηλυκῶς προήχθη, ἐν τῷ, ἔγχος ἔστησε φέρων πρὸς κίονα μακρήν. (ῃερς. 38.) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ, ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε, δύναται τὸ φίλῳ, καὶ τῷ παιδὶ προσκεῖσθαι καὶ δυϊκῶς λέγεσθαι πρὸς τὸ πήχεε, καθότι καὶ φίλαι που χεῖρες καὶ φίλη χεὶρ λέγεται. (ῃερς. 46.) Ὅτι ὄκνον δηλοῖ ἐπὶ σκυθρωπῷ λόγῳ τὸ, μή τοι γόον ὄρνυθι, μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον. Τηλέμαχος δὲ τῇ μητρὶ τοῦτο φησίν· (ῃερς. 48.) ἣν καὶ παραινεῖ ὑδρηναμένην καθαρὰ χροῒ εἵματα ἑλοῦσαν εὔχεσθαι, εἴ ποθι θεὸς ἄντιτα ἔργα τελέσσει· ὃ καὶ πρὸ τούτων ἡ μαῖα παρῄνεσε. (ῃερς. 57.) καὶ αὐτὸς μὲν οὕτω λαλεῖ. τῇ δέ φησιν ἄπτερος ἔπλετο μῦθος. καὶ ἐποίησεν ἡ γυνὴ οὕτω. κεῖται δὲ τὸ, ἄπτερος ἔπλετο μῦθος εἰς ἶσον τῷ, ταχέως προσήκατό, φασι, τὸν λόγον. ἄπτερος δὲ ὁ παράμονος καὶ μὴ πτερόεις κατὰ τὸ κοινὸν τοῦ λόγου ἐπίθετον, ἤγουν ὁ μὴ ἀποπτὰς, ἀλλ' ἐπιμείνας τῇ γυναικί. τινὲς δὲ καὶ ἀντὶ τοῦ ταχὺ καὶ ἰσόπτερος νοοῦσι τὴν λέξιν, ἵνα λέγῃ, ὅτι ταχὺ ἐς ψυχὴν εἰσέδυ τῇ Πηνελόπῃ. (ῃερς. 44.) Ὅτι περίφρασις τοῦ, τί εἶδες, τὸ, ὅπως ἤντησας ὀπωπῆς. ἔστι δὲ ἀντῆσαι μὲν τὸ τυχεῖν, ὀπωπὴ δὲ ἡ θέα, ὡς καὶ ἀλλαχοῦ. (ῃερς. 61.) Ὅτι καὶ νῦν, ὥς που καὶ ἐν καταρχαῖς τοῦ βιβλίου, ὁ Τηλέμαχος εἰς ἀγορὰν ἄπεισι κατὰ ὅμοιον σχῆμα· ἔγχος τε γὰρ ἔχει, καὶ κύνες πόδας ἀργοὶ ἕπονται αὐτῷ, καὶ θεσπεσία χάρις αὐτῷ θεόθεν καταχεύεται. καὶ πάντες λαοὶ ἐπερχόμενον αὐτὸν θηεῦντο. ἀγείρονται δὲ ἀμφ' αὐτὸν καὶ οἱ μνηστῆρες ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον· ὅ περ δολίοις προσφωνεῖσθαι πρέπει ἀνδράσιν. ἐν δὲ τῷ βυσσοδόμευον ἐξαλλαγὴν σχήματος ἔχει. ἦν γὰρ κοινότερον βυσσοδομεύοντες εἰπεῖν πρὸς τὸ ἀγορεύοντες. (ῃερς. 69.) Ἐνταῦθα δὲ κεῖται καὶ βιωτικὴ παραίνεσις τὸ δεῖν εἶναι προτιμᾶσθαι τοὺς φίλους τῶν μὴ τοιούτων. Τηλέμαχος γὰρ τὸν τῶν μνηστήρων ἀλευάμενος ὅμιλον καθέξεται ἰὼν εἰς ἀγορὰν, ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος καὶ Ἀλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι. (ῃερς. 70.) Ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ δυνάμενος ὁ ποιητὴς πολυλογῆσαι παραιτεῖται αὐτὸ διὰ τὸ μὴ καίριον. ὡς μὲν γὰρ οἱ φίλοι ἐξερέεινον ἕκαστα, λέγει· τί δὲ πρὸς αὐτοὺς ὁ Τηλέμαχος ἔφη, οὐ λέγει. (ῃερς. 78.) Ὅτι τοῦ προῤῥηθέντος Πειραίου ἀποκαθιστῶντος τῷ Τηλεμάχῳ τόν τε ξένον Θεοκλύμενον καὶ τὰ ἐκ Μενελάου δῶρα τὰ φθάσαντα παρατεθῆναι αὐτῷ Τηλέμαχος πάντων ἀκουόντων φησὶν ἀνεμεσήτως πρὸς Πείραιον ἀρξάμενος ἀπὸ τοῦ γˉαρ συνδέσμου συνήθως· Πείραιε, οὐ γάρ τ' ἴδμεν ὅπως ἔσται τάδε ἔργα· εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσονται, αὐτὸν ἔχοντά σε βούλομαι ἐπαυρέμεν ἤτοι ἐπαπολαύειν κληρονομικῷ δικαίῳ, ἤ τινα τῶνδε. εἰ δὲ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. ὡς νῦν γε οὔτε σὺ χαίρεις οὔτ' ἐγώ. (ῃερς. 80.) Καὶ ὅρα τὸ, λάθρη κτείναντες, ὡς μὴ ὂν ἐξ ἐμφανοῦς τοῦτο γενέσθαι. οὕτω καὶ παῤῥησιάζεται καὶ θαῤῥεῖ ὁ νεανίας τὸν πατέρα ἰδών· ὃς καὶ τὴν ἀγορὰν παρ' ἐλπίδα ποιεῖ, καταπλήττων τοὺς μνηστῆρας διὰ τὸ ἐμφαινόμενον αὐτῷ ἄτρεστον. κεῖται δ' ἐν τούτοις (ῃερς. 73.) καὶ φίλου τιμὴ, ἔνθα τὸν Πείραιον ἰδὼν ἐγγύθεν ἐλθόντα ὁ Τηλέμαχος οὐκέτι ἐκάθητο βασιλικῶς, ἀλλὰ παρέστη φιλικῶς. (ῃερς. 78.) Σημείωσαι δὲ καὶ ὅτι ὁ τοῦ Τηλεμάχου πρὸς τὸν Πείραιον λόγος παῤῥησίαν τε, ὡς ἐῤῥέθη, ἔχει, καὶ φιλίας ἀμοιβὴν, καὶ ἀπάτην δὲ μνηστήρων, διὰ τὸν ῥηθέντα δισταγμόν· καὶ ὅτι δῶμα μὲν οἰκονομικῶς οὐ προσήκατο, ἀλλ' ἀφῆκε παρὰ τῷ Πειραίῳ αὐτὰ εἶναι, τὸν δὲ ξεῖνον Θεοκλύμενον ἦγεν ἐς οἶκον χρησιμεύοντά τι καὶ αὐτὸν ἐν τοῖς ἑξῆς. (ῃερς. 101.) Ὅτι φθάσασα Πηνελόπη ἀξιῶσαι τὸν υἱὸν καταλέξαι αὐτῇ τὰ τῆς ὁδοῦ καὶ εὑροῦσα μὴ πεισθέντα ἐν τῷ εἰπεῖν μὴ θέλειν γόον αὐτῷ ἀνεγεῖραι, καὶ ὑποθέσθαι δὲ αὐτῇ τὴν προῤῥηθεῖσαν εὐχὴν, φανερῶς μὲν οὐ δυσχεραίνει κατὰ τοῦ παιδὸς, ἄλλως δὲ ὀνειδίζει ὅτι ὤκνησε τὸν λόγον. καὶ ὁ Τηλέμαχος τὸ ἐντεῦθεν δυσωπηθεὶς λαλεῖ τὰ δηλωθησόμενα. τέως γε μὴν τὰ τῆς Πηνελόπης φράζει οὕτω πως ὁ ποιητής· μήτηρ δ' ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο, κλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφῶσα. καὶ οἱ μὲν περὶ τὸν παῖδα ἤσθιον· αὐτὴ δὲ περιπαθῶς λαλήσασα, ἤτοι ἐγὼν, ἔφη, ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο εἰς Ἴλιον. οὐ δέ μοι ἔτλης πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, νόστον σοῦ πατρὸς σάφα εἰπέμεν εἴ που ἄκουσας. καὶ ὁ Τηλέμαχος οὐκέτι ἔχων μὴ λαλεῖν ἐρεῖ τῇ μητρὶ περὶ ὧν ζητεῖται. ἐν τούτοις δὲ τὸ, (ῃερς. 97.) κλισμῷ κεκλιμένη, ἐτυμολογικοῦ τρόπου ἐστί. τοῦ δὲ αἰεὶ δάκρυσι πεφυρμένη ἑρμηνεία τὸ, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο. οὐ γὰρ διὰ βίου ἔκλαιεν ἡ Πηνελόπη, ἀλλ' ἐξ οὗ ἐστερήθη τοῦ ἀνδρός. (ῃερς. 108.) Ὅτι κεφαλαιούμενος πρὸς τὴν μητέρα τὰ φθάσαντα τεχνικῶς ὁ Τηλέμαχος ἐκ τῶν πρώτων μέχρι καὶ τῶν ὑστάτων φησίν· ᾠχόμεθα ἔς τε Πύλον καὶ Νέστορα. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν ἐνδυκέως ἐφίλει. ὡσεί τε πατὴρ ἑὸν υἷα ἐλθόντα χρόνιον νέον ἄλλοθεν· (ῃερς. 113.) ὣς ἐμὲ κεῖνος ἐνδυκέως ἐκόμιζε. καὶ εἰκότως. εἰ γὰρ ὁ φίλος ἄλλος αὐτὸς, φίλος δὲ τῷ Ὀδυσσεῖ ὁ Νέστωρ, ἄλλος ἄρα ἐκεῖνος ἐστί· διὸ καὶ ὡς οἰκείῳ υἱῷ τῷ τοῦ φίλου Ὀδυσσέως παιδὶ προσφέρεται. φιλόφρονος δὲ ὑποδοχῆς φράσις ἐνταῦθα τὸ, δεξάμενος δέ με κεῖνος καὶ τὰ ἑξῆς. (ῃερς. 114.) εἶτα λέγει ὁ νεανίας καὶ ὡς ὁ Νέστωρ μὲν οὔ ποτε ἔφη Ὀδυσσέως ζωοῦ οὐδὲ θανόντος ποθὲν ἀκοῦσαι, ἀλλά με ἐς Μενέλαον ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν, ἔνθ' ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. εἴρετο δέ με ὁ Μενέλαος ὅ του χρῄζων ἱκόμην εἰς Λακεδαίμονα. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα, καθὰ δηλαδὴ καὶ τῷ Νέστορι, πάνυ ἐπελευστικῶς ἐνταῦθα συντεμὼν τὴν διήγησιν. καὶ τότε δή, φησιν, ἀμειβόμενος προσεῖπεν ὁ Μενέλαος· (ῃερς. 124.) ὦ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι, οἱ μνηστῆρες δηλαδὴ, ἀνάλκιδες αὐτοὶ ἐόντες, καὶ ἑξῆς ἀπαραλλάκτως τὰ γραφέντα κατὰ τὴν δέλτα ῥαψῳδίαν ἐν στίχοις ὀκτὼ καὶ δέκα συναπτῶς ἕως τοῦ, τῶν οὐδέν τι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω. (ῃερς. 126.) ἐν οἷς κεῖται ἥ τε τοῦ λέοντος παραβολὴ, ὃς ὦκα διὰ τὸ φιλότεκνον εἰς τὴν ἑαυτοῦ εὐνὴν ἐλθὼν ἀεικέα πότμον ἐφῆκε τοῖς νεβροῖς καὶ τὰ κατὰ τὸν Λέσβιον Φιλομηλείδην, ὃν καταπαλαίσας Ὀδυσσεὺς χαίρειν δέδωκε τοῖς Ἀχαιοῖς. (ῃερς. 137.) καὶ ὡς ὠκύμοροιἂν πικρόγαμοί τε γένοιντο οἱ μνηστῆρες ἐπανελθόντος τοῦ Ὀδυσσέως, καὶ ὡς ὑπέσχετο εἰπεῖν ὁ Πρωτεὺς αὐτῷ περὶ Ὀδυσσέως τἀληθές. (ῃερς. 142.) εἶτα ὑπερπηδήσας, ὅσα ἐφεξῆς ὁ Μενέλαος ὡς ἐκ τοῦ Πρωτέως ἀφηγήσατο, συγκολλᾷ τῇ ἀνακεφαλαιώσει μόνον ἐκ τῶν ἑξῆς τὸ τοῦ Ὀδυσσέως, εἰπών· φῆ μιν ὅ γε ἤγουν ἔφη αὐτὸν ὁ Πρωτεὺς, ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγεα πάσχοντα ἢ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, (ῃερς. 143.) καὶ τὰ ἐφεξῆς τρία ἔπη· ὧν ἔννοια τὸ μὴ δύνασθαι τὸν Ὀδυσσέα οἴκαδε ἱκέσθαι διὰ τὸ μὴ ἔχειν νῆάς τε καὶ ἑταίρους. κἀνταῦθα στήσας τὴν ἀνακεφαλαίωσιν, ὅτι μηδὲ ἐχρῆν περαιτέρω προβῆναι, μὴ καὶ μαθοῦσά τι περὶ τοῦ Ὀδυσσέως ἀγαθὸν ἡ γυνὴ βλάψῃ τὰ ἐφεξῆς, ὡς καὶ προδεδήλωται, ἐπάγει συμπληρωτικῶς· (ῃερς. 148.) ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς ἀθάνατος, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. καὶ οὕτω μὲν αὐτῇ οὐδὲν εἶπε σαφὲς ἀγαθὸν περὶ τοῦ πατρὸς, ἀλλ' ἢ μόνον ὅτι ζῇ, ἀδύνατον ἔχων τὴν ἐπάνοδον. ὁ μέντοι Θεοκλύμενος ἀναπληρῶν τὸ τοῦ παιδὸς ἔλλειμα ἀγαθὰ τῇ Πηνελόπῃ μαντεύσεται, ὡς ἐφεξῆς εἰρήσεται. (ῃερς. 125.) Σημείωσαι δὲ, ὅτι πολλῶν παρὰ Μενελάῳ λαληθέντων περὶ Ὀδυσσέως εἰς ἔπαινον τὰ ἀνθηρότερα ὁ νεανίας ῥήτωρ ἐν τῇ ἀνακεφαλαιώσει ἐκλεξάμενος εἶπε, τήν τε ῥηθεῖσαν δηλαδὴ παραβολὴν καὶ τὸ κατὰ τὸν Φιλομηλείδην, περὶ ὧν ἤδη προγέγραπται ἱκανῶς. (ῃερς. 118.) Ὅρα δὲ ὅτι τε καὶ πρὸς τὴν Ἑλένην φιλοφρόνως ἔσχε διὰ τὴν ξενίαν ὁ Τηλέμαχος· διὸ οὐδενὸς ἄλλου τῶν ἐν τῇ ἀποδημίᾳ γνωσθέντων προσώπων κατ' ἐξαίρετον ἐμνήσθη, ἀλλὰ μόνης αὐτῆς ὡς μέγιστόν τι ἰδών· καὶ οὐδὲ φορτικόν τι περὶ αὐτῆς εἶπεν, (ῃερς. 119.) ἀλλὰ καὶ μᾶλλον ὑπεραπελογήσατο ἐν τῷ εἰπεῖν, θεῶν ἰότητι γενέσθαι τὰ κατ' αὐτὴν, ὅ περ ἔθος ἦν τοῖς παλαιοῖς νοεῖν, εἰωθόσιν ἀνατιθέναι τῷ θείῳ καὶ τὰς τῶν τοιούτων αἰτίας, ὡς καὶ Ὀδυσσεὺς πρὸ τούτων ἔφη τὸ, οὐδέ τις ἄλλος αἴτιος, ἀλλὰ Ζεὺς Δαναὸν στρατὸν ἤχθηρεν. ἐπορίσατο δὲ τὴν τοιαύτην ἔννοιαν ὁ Τηλέμαχος ἐξ αὐτῆς Ἑλένης, ἥ τις ἐν τῇ δέλτα ῥαψῳδίᾳ τὴν Ἀφροδίτην αἰτιᾶται τῆς κατ' αὐτὴν ἁρπαγῆς. (ῃερς. 110.) Ὅρα δὲ καὶ ὅτι δόμους ὑψηλοὺς τοὺς τοῦ Νέστορος λέγει, ὡς εἰκὸς ὂν, καὶ ὑπερῷα εἶναι τινὰ ἐν αὐτοῖς. (ῃερς. 111 ετ 113.) Τὸ δὲ ἐνδυκέως λέξις φίλη ποιηταῖς, διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη διὰ τὸ ὡς ἐν ποιήσει καίριον. Τὸ δὲ ἐφίλει καὶ ἐκόμιζε ταυτά εἰσιν, ὡς δηλοῖ τὸ, ἐνδυκέως ἐκόμιζε, καὶ τὸ, ἐνδυκέως ἐφίλει, τουτέστιν ἐφιλοφρονεῖτο. (ῃερς. 119.) Τὸ δὲ ἐμόγησαν σεμνῶς ἔφη ὁ Τηλέμαχος διὰ τὴν Ἑλένην. εἰπεῖν γὰρ ἧς εἵνεκα ὤλοντο ἤ τι τοιοῦτον ὀκνεῖ διὰ τὸ δυσφημότερον. εἰ γὰρ καὶ ἐκείνη ἕνεκα αὐτῆς κυνώπιδος τὰ ἐν Ἰλίῳ κακὰ γενέσθαι φησὶν, ἀλλ' ὁ Τηλέμαχος ὥς περ αὐτὸ φεισάμενος εἰπεῖν ἔφη θεῶν ἰότητι προβῆναι αὐτὰ, οὕτως οὐδ' ἄλλο τι ἐθέλει φάναι δύσφημον ἀκολούθως τῷ πατρὶ εἰπόντι που, Ἑλένης μὲν ἀπολόμεθα εἵνεκα πολλοί. Ὅρα δὲ ἐν τῇ ῥηθείσῃ ἀνακεφαλαιώσει καὶ ὡς ὤκνησεν ὁ ποιητὴς παραφράσαι τι· διὸ ξηρὰ ἔπη ἐκ τῶν προφρασθέντων ἔθετο, καθάπερ αὐτὸς ἐπέκρινε. (ῃερς. 141.) Ἔτι ὅρα καὶ ὅτι οὐκ ἐξ ἀνάγκης ὅτε τις εἴπῃ ὡς οὐ τόδε οὐδὲ τόδε, διάφορά τινα δηλοῖ. ἐνταῦθα γὰρ εἰπὼν, ὡς οὐδέν τι κρύψω ἔπος οὐδ' ἐπικεύσω, οὐδὲν ἔφη διάφορον. ταυτὸν γὰρ κρύψαι καὶ κεῦσαι. (ῃερς. 152.) Ὅτι πλάσας ὁ ποιητὴς τὸν Τηλέμαχον ἃ μὲν παρὰ Νέστορος καὶ Μενελάου ἤκουσεν, εἰπόντα, σιγῶντα δὲ ἅ περ αὐτὸς οἶδεν ἀκούσας περὶ τοῦ νόστου, ποιεῖ τὸν Θεοκλύμενον εὐθὺς εἰπόντα οὕτως· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἤτοι ὅ γ' οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ τοι μαντεύσομαι οὐδ' ἐπικεύσω. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, ἱστίη τ' Ὀδυσσέως ἀμύμονος, ἣν ἀφικάνω, οὓς δὴ στίχους καὶ πρὸ τούτων ὁ Ὀδυσσεὺς πρὸς τὸν Εὔμαιον ἔφη, ὡς ἤτοι Ὀδυσσεὺς ἤδη ἐν πατρίδι γαίῃ ἥμενος ἢ ἕρπων, τουτέστι κρύφα καὶ οὐ κατ' ὀρθὸν βαδίζων, τάδε πευθόμενος κακὰ ἔργα ἐστίν. ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. καὶ λέγει μὲν (ῃερς. 160.) οἰωνὸν φράσασθαι τὸν ταῦτα δηλοῦντα, ὡς προδεδήλωται. οὐκ ἔστι δὲ πιστὸς αὐτὸς οὕτως εἰπὼν, ὡς ἐὰν ὁ Τηλέμαχος τοιοῦτόν τι ἀπήγγειλε. καὶ ἰδοὺ εὐμεθόδως ὁ ποιητὴς ἐδήλωσε μὲν τῇ γυναικὶ, ὡς ἐν Ἰθάκῃ ἐστὶν Ὀδυσσεὺς, οὐκ ἐπληροφόρησε δέ. (ῃερς. 156.) Ἱστίην δὲ καὶ νῦν τὴν ἐσχάραν λέγει, τὴν καὶ ἑστίαν λεγομένην, τοῦτο μὲν ἐκ τοῦ ἑστάναι, ἐκεῖνο δὲ ἐκ τοῦ ἵστασθαι. αἰτία γὰρ αὕτη τοῦ τὸν οἶκον συνεστάναι καὶ ἵστασθαι διὰ τὰς ἐν αὐτῇ ὁσημέραι θυσίας. ὅθεν καὶ Ζεὺς ἐφέστιος καὶ ἑστιοῦχος, καὶ Ἑστία θεὰ
342.3.1
Ἀττικοῖς, καὶ ὁ ὅλος δὲ οἶκος ἀπ' αὐτῆς ἑστία ὡς καιρίου μέρους, καθὰ καὶ βωμὸς ὁ ναὸς ἀπὸ τοῦ ἐν αὐτῷ βωμοῦ. (ῃερς. 161.) Ὅτι ἐν τῷ, ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν ἀντὶ τοῦ ἐγεγώνεον, δηλοῦται περισπώμενον ῥῆμα εἶναι τὸ γεγωνῶ· ἐξ οὗ γεγωνὼς μετοχὴ, συγκεκομμένη ἐκ τοῦ γεγωνηκὼς, ὁμοία τῷ, εἰδηκὼς καὶ ἐν συγκοπῇ εἰδώς. (ῃερς. 163.) Ὅτι ὑποσχετικὸν ἐπὶ ἀγαθῇ ἀγγελίᾳ τὸ, αἲ γὰρ, ἀντὶ τοῦ εἴθε, τοῦτο ἔπος τετελεσμένον εἴη, τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. λέγει δὲ φιλότητα καὶ νῦν τὴν φιλίαν. (ῃερς. 165.) Ὅτι δὲ τοῦ συναντόμενος τὸ θέμα ἄντω ἐστὶ, καὶ πρὸ ὀλίγων εἴρηται. (ῃερς. 168.) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ πρὸ τούτων οἱ μνηστῆρες ὕβριν ἔχοντες οὐ μὴν εὐτάκτως γυμναζόμενοι δίσκοισι τέρπονται καὶ αἰγανέῃσιν ἐν τυκτῷ δαπέδῳ. ἀέθλων δὲ σχῆμα τὰ τοιαῦτα ἦσαν, ὡς ὁ Μέδων κολακεύων ἐρεῖ. ἐνταῦθα δὲ ἐφιστῶσιν οἱ παλαιοὶ, ὡς ἰδοὺ καὶ οἱ ἀκρατέστατοι μνηστῆρες ἐπὶ μελέτην ἀθλητικὴν τρεπόμενοι δίσκοις ἐτέρποντο καὶ αἰγανέαις, τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες. βούλεται δὲ ἡ τοιαύτη ἐπιστασία παιδεύειν, μὴ χρῆναι ἄνεσιν ἀεὶ ἔχειν τὸν ἄνθρωπον, ἀλλὰ καὶ ἐντείνεσθαι ὁπωσοῦν εἰς ἔργα σπουδαιότερα. (ῃερς.

Intertext edge

Open linked passage

Note