Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
343.1.1
) Ὅτι φιλόφρονος ξενοδόχου κέλευσμα τὸ, ἄρτον οὖλον ἑλεῖν περικαλλέος ἐκ κανέοιό τινα, καὶ κρέας ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλεῖν καὶ δοῦναι τῷ ξείνῳ φέροντα. Οὖλον δὲ ἄρτον λέγει τὸν ὅλον καὶ ἀκέραιον. Περικαλλὲς δὲ κάνεον εἰπὼν σιγᾷ τὴν ὕλην, ὡς μὴ ἀναγκαῖον ὂν δηλωθῆναι καὶ αὐτήν. (ῃερς. 344.) Ἀμφιβαλεῖν δὲ τὸ περιλαβεῖν ἤτοι περισχεῖν. Τὸ δὲ χανδάνει χαριστέον μὲν τῇ ποιήσει. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χῶ, τὸ χωρῶ, γίνεται χάζω· οὗ δεύτερος ἀόριστος ἔχαδον· ἐξ οὗ μέλλων δεύτερος αὐθυπότακτος χάδω· ὅθεν καὶ κατὰ ἀναδρομὴν συνήθη χάδω ἐνεστώς· καὶ παράγωγον χαδάνω, καὶ πλεονασμῷ τοῦ ˉν διὰ κρείττονα φωνὴν χανδάνω, κατὰ τὸ ἁνδάνω καὶ ὅσα τοιαῦτα. (ῃερς. 346.) Ὅτι ἐρεθισμὸς εἰς τὸ ἐπαιτεῖν τὸ, κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον. ἐπεὶ δὲ τὸ τοιοῦτον ἔχει τι αἰδοῦς, ἐπιφέρει ὁ ταῦτα πρὸς Εὔμαιον εἰπὼν Τηλέμαχος περὶ Ὀδυσσέως· (ῃερς. 347.) αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ, τοῦτο δὲ γνωμικῶς ἔφη, ὡς οἷα λέγων, ὅτιἑτέρῳ μέν τινι ἀγαθὸν ἂν εἴη ποτὲ ἡ τοῦ ἐπαιτεῖν αἰδὼς, πτωχῷ δὲ οὐκ ἄν. (ῃερς.