Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
344.1.1
) ἀλλ' ἀθανάτοις τοῖς περὶ οὐρανὸν, ἵνα δῆθεν ἀντικαθίσταιντο ἐκεῖνοι τῷ Ἡλίῳ βουλομένῳ βλάπτειν τοὺς περὶ τὸν Ὀδυσσέα. διὸ καὶ ἔφη τὸ, (ῃερς. 349.) εἴ περ νῆα ἐθέλῃ ὀλέσσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι. οὕτω πως καὶ ἐν Ἰλιάδι οὐ πιεῖν ἁπλῶς ἡ μήτηρ Ἑκάβη συμβουλεύει τῷ υἱῷ Ἕκτορι, ἀλλὰ σπείσειν τῷ Διῒ, εἶτα καὶ αὐτὸν πιόντα ὀνήσεσθαι. (ῃερς. 346.) Πίονα δὲ νηὸν λέγει τὸν πιαινόμενον λιπαροῖς θύμασιν. (ῃερς. 347.) Ἀγάλματα δὲ καὶ νῦν ἀγαλλιάματα, ἀγλαΐσματα, κατὰ τὸ, ἀγλαΐης δ' ἕνεκα κομόωσιν ἄνακτες. λέγει δὲ νῦν οὕτω τὰ ἀναθήματα, ὡς δηλοῖ καὶ τὸ, θεῖναι ἀγάλματα. ἐκ τοῦ θεῖναι γὰρ τὸ ἀνάθημα. (ῃερς. 348.) Ὀρθόκραιραι δὲ αἱ ὄρθιαι τὰς κεφαλὰς καὶ γαῦροι διὰ τὸ ἀγελαῖον καὶ ἄνετον. κραῖρα γὰρ ἡ κεφαλὴ, ὡς καὶ ἐν Ἰλιάδι. ἐντεῦθεν δὲ τροπικῶς καὶ νῆες ὀρθόκραιραι. ἐξ ὧν ἀντιλαβών τις καὶ μεταγράψας ἔφη τὰ βούπρωρα. Τὸ δὲ χανὼν ἀπὸ θυμὸν ὀλέσσαι τὸν τοῦ κατὰ θάλασσαν θανάτου τρόπον δηλοῖ. ἔχει δέ τι καὶ ἀστεῖον, ὡς αἱρετὸν ὂν χανεῖν καὶ πλησθῆναι τοῦ θανατοῦντος ὑγροῦ, ἤ περ θανεῖν μεμυκότα λιμῷ. Τὸ δὲ ἐρήμη σύνηθες τοῖς ῥήτορσιν, οἳ οὐ μόνον ἔρημον ἀλλὰ καὶ ἐρήμην φασίν. (ῃερς. 352.) Ὅτι Εὐρυλόχῳ λαλήσαντι τὰ προσεχῶς ῥηθέντα πεισθέντες οἱ ἀκούσαντες, ἐνίκησε γὰρ κἀνταῦθα ἡ κακὴ βουλὴ, αὐτίκα Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ἐγγύθεν, οὐ γὰρ τῆλε νηὸς βοσκέσκοντο ἕλικες καλαὶ βόες εὐρυμέτωποι, τὰς δὲ περιστήσαντο καὶ εὐχετόωντο θεοῖσι, φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσέλμου ἐπὶ νηός. (ῃερς. 359.) ἐπεὶ δὲ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, καὶ τὰ ἑξῆς τῆς πολλαχοῦ δηλωθείσης θυτικῆς διασκευῆς, οὐδ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοις ἱεροῖσιν, ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων (ῃερς. 363.) ἔγκατα πάντα. ἃ δὴ καὶ σπλάγχνα κατὰ πολυωνυμίαν εὐθὺς ἐρεῖ, ὡς ἀπὸ τοῦ σπλὰν ἤτοι ὁ σπλὴν κατὰ τοὺς παλαιούς. ἀφ' οὗ ὡς ἐκ μέρους σπλάγχνα καὶ τὰ λοιπὰ ἔγκατα. (ῃερς. 354.) Τὸ δὲ ἐγγὺς τὰς βόας βόσκεσθαι διατί ἔπλασεν ὁ ποιητὴς, προείρηται. χρήσιμον δὲ ὂν καὶ τοῦτο εἰς οἰκονομίαν ἐδίσσευσεν ὁ ποιητὴς μνήμης χάριν, εἰπών· ἐλάσαντες ἐγγύθεν, οὐ γὰρ τῆλε βοσκέσκοντο. (ῃερς. 355.) ἔχει δέ τι παρηχήσεως τὸ βόσκονται καὶ τὸ βόες. ἃς καὶ οἰκτίζεσθαι δοκεῖ ὁ ποιητὴς ἐν τῇ τῶν συχνῶν ἐπιθέτων στοιβῇ. (ῃερς. 356.) Ὅρα δὲ ἐν τῷ, τὰς δὲ περιστήσαντο καὶ ἐν τῷ, οὐδ' εἶχον μέθυ λεῖψαι, ὅτι περιττὸς κεῖται ὁ δˉε σύνδεσμος. τὸ γὰρ ὀρθὸν τῆς συντάξεως, ταύτας περιέστησαν καὶ οὐκ εἶχον μέθυ λεῖψαι. κεῖται οὖν συνήθως κἀνταῦθα ὁ δˉε σύνδεσμος ἀντὶ τοῦ δˉη. Τὸ δὲ περιστήσαντο ἢ ἀντὶ τοῦ κύκλῳ περιεστάθησαν ὥστε συσχεῖν αὐτὰς, ἢ ἀντὶ τοῦ ὡς εἰς θυσίαν ἔστησαν. Τοῦ δὲ εὐχετόωντο ῥήματος δοκεῖ προϋπάρχειν ὁ εὐχέτης, ὡς ἀπὸ τοῦ εὐχέω εὐχῶ ἀῤῥήτου ῥήματος, ὁμοίου τῷ τελέω τελῶ καὶ τοῖς τοιούτοις. Δῆλον δὲ ὡς ἡ εὐχὴ καὶ τὸ εὔχεσθαι παρὰ τὸ εὖ χέειν ἤτοι ῥέειν λόγους γίνεται, ἢ μᾶλλον παρὰ τὸ ἔχεσθαι τοῦ εὖ ἤτοι τοῦ ἀρίστου. τοιοῦτον γὰρ ἡ πρὸς τὸ θεῖον ἀνάτασις δι' εὐχῆς. δύναται δὲ εἶναι εὐχὴ καὶ ἀπὸ τοῦ εὖ ἔχειν. οὗ τὸ ἀνάπαλιν δυσανασχετεῖν, ὁ μὲν γὰρ εὐχόμενος ὁπωσοῦν εὖ ἔχει ἐφ' ᾧ ποιεῖ, ὁ δὲ δυσανασχετῶν δυσκόλως ἔχει ὡς καὶ ἡ λέξις δηλοῖ. (ῃερς. 357.) Φύλλα δὲ οἱ περὶ τὸν Εὐρύλοχον δρέπονται, εἰς εὐπορίστους οὐλοχύτας. οὓς μὴ ἔχοντες ἀντὶ μὲν οὐλῶν, ὅ ἐστιν ἀκεραίων κριθῶν, ἐξ ὧν οἱ οὐλοχύται παρονομάζονται, φύλλοις χρῶνται δρυὸς, ἀντὶ δὲ οἴνου, ὕδατι χάριν λοιβῆς. ποιοῦσι δὲ καὶ ταῦτα πρὸς ἀνάμνησιν τῆς παλαιφάτου τροφῆς, ἧς πρεσβυτάτη ἦν κατὰ τοὺς παλαιοὺς τοῖς ἀνθρώποις ἡ ἐκ δρυός. ἐβαλανηφάγουν γάρ. ὡσαύτως δὲ καὶ ἡ διὰ μόνου ὕδατος. εἰς ταυτὸν οὖν ἄγοιτο ἂν οὐλοχύτας τε σὺν οἴνῳ προβαλέσθαι καὶ φύλλα δρυὸς καὶ ὕδωρ πότιμον, ἅ περ ὁ τοῦ λιμοῦ καιρὸς σχεδιάζει νῦν εἰς προθύματα. Ὅτι δὲ τίμιον ἡ δρῦς ἦν ποτὲ, ὡς παλαιά τις ἀνθρώπων τιθήνη, ἐκ πολλῶν δῆλον. ὧν τινὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. δρῦς τε γὰρ ἐκεῖθεν ἅπαν ξύλον ὡς ἀπὸ μέρους ἀξίου λόγου, καὶ δρύκαρπα, οἱ τῶν ξύλων καρποί. λέγονται δ' ἐκ δρυὸς οὐ μόνον δρυπέπεις ἐλαῖαι βαρυτόνως κατὰ τοὺς παλαιοὺς αἱ ἐν τῷ δένδρῳ πεπαινόμεναι αἱ καὶ γεργέριμοι, ἀλλὰ καὶ ἁπλῶς δρυπέπης καρπὸς ὁ ἐπὶ τοῦ δένδρου πεπανθείς. ἐλέγοντο δὲ καὶ ἰσχάδες τινὲς δρυπέπεις. ὧν ἡ μέση ὀξεῖα κατὰ τοὺς παλαιοὺς, τουτέστιν αἳ παροξύνονται, οὐ μὴν προπαροξύνονται. οἳ καὶ δοτικὴν πληθυντικὴν αὐτῶν προφέρουσι προπαροξύτονον· δρυπέπεσι γάρ. ἐλέγετο δὲ καὶ 2. 30 δρυπολεῖν τὸ ξύλοις ἁπλῶς πολιορκεῖν ἢ τὸ κακοηθίζεσθαι, ὡς καὶ τοῦτο φασὶν οἱ παλαιοὶ, ἀπὸ παροιμίας τῆς, ἄλλην δρῦν βαλάνιζε. καὶ δρύτη δέ, φασι, πύελος κυρίως ἡ ξυλίνη, ὡς ἀπὸ δρυός· ἧς ἡ χρῆσις καὶ παρ' Αἰσχύλῳ ἐν Ἀγαμέμνονι. εἰ δὲ διὰ διφθόγγου γράφεται ἡ δροίτη ἐκεῖ διὰ τὸν οἶτον, οὐ κωλύει τοῦτο τὴν ῥηθεῖσαν ἑρμηνείαν αὐτῆς. συγκέκοπται γὰρ ἐκ τοῦ δρυοίτη, ἵνα ᾖ κυρίως δροίτη πύελος ἢ λάρναξ ἐπὶ τεθνεῶσιν. ἐκ τῆς δρυὸς δὲ καὶ ὁ κατὰ μὲν τὸν κωμικὸν δρυκολάπτης, κατὰ δὲ Ἀριστοτέλην δρυοκολάπτης, ὁ πᾶν δένδρον τῷ ῥάμφει κολάπτων. ἐκεῖθεν δὲ καὶ δρύοχοι ὧν καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς μέμνηται, καὶ δρυοπαγὴς στόλος ὁ δρύϊνος πάσσαλος· στόλους γάρ, φασιν, ἔλεγον τὰ ἀποξυσμένα, διὰ τὸ συνεστάλθαι. ὅτι δὲ καὶ δενδρυάζειν ἐντεῦθεν τὸ ἐν δρυσὶν, ὅ ἐστι δένδροις κρύπτεσθαι, δεδήλωται καὶ αὐτὸ ἀλλαχοῦ. εἰ δὲ οὐχ' ἡδὺς ὁ τότε κατὰ τοὺς δενδρυάζοντας βίος καὶ τοὺς βαλανηφαγοῦντας, ἀλλὰ νῦν οὐ περὶ βίου τρυφεροῦ ὁ λόγος ἀλλ' ἀρχαϊκοῦ. τραχὺν γὰρ τὸν βίον ἐκεῖνον εἶναι, καὶ παροιμία δηλοῖ παρὰ Παυσανίᾳ, λέγουσα· ἔφυγον κακὸν, εὗρον ἄμεινον, ἣν ἔλεγέ, φησιν, ἀμφιθαλὴς παῖς Ἀθήνῃσιν, ἐστεμμένος ἀκάνθαις μετὰ δρυΐνων καρπῶν, λίκνον βαστάζων πλῆρες ἄρτων, αἰνισσόμενος τὴν ἐκ τοῦ παλαιοῦ βίου ἐπὶ τὸ κρεῖττον μεταβολήν. δοκεῖ δὲ καὶ δρέπειν καὶ δρέπεσθαι ἐκεῖθεν λεχθῆναι, ἵνα ᾖ δρέπειν τὸ περὶ δρῦν ἕπειν ἤγουν ἐνεργεῖν διὰ τὸ τρυγᾶν δρύκαρπα. Τέρενα δὲ φύλλα δρέπονται δρυὸς διὰ τὸ ὡς ἐν ἀχρήστοις εὐχρηστότερον. διὸ οὐδὲ ἀπὸ χθαμαλῆς ἀλλ' ὑψικόμου δρυὸς ταῦτα, διὰ τὸ λαμπρότερον. Μέθυ δὲ καὶ νῦν ἁπλῶς ὁ οἶνος. (ῃερς. 362.) Ὅτι δὲ ταυτὸν λείβειν καὶ σπένδειν, δηλοῖ ὁ ποιητὴς ἐν τῷ, μέθυ λεῖψαι, καὶ ὕδατι σπένδοντες. οὗ πρωτότυπον καθ' Ἡρακλείδην τὸ σπείδω. Ἀργεῖοι γάρ, φησι, καὶ Κρῆτες ἐξαιροῦντες τὸ ˉι, τάσσουσι τὸ ˉν, τὴν εˉις πρόθεσιν ˉενς λέγοντες, καὶ τὸ τιθεὶς τιθένς. οἷς ὡμοίωται τὸ σπείδω σπένδω. ἡ δὲ διάλεκτός, φησιν, αὕτη ἔτι καὶ νῦν σώζεται παρὰ τοῖς ἀντιγράφοις. τὸ γὰρ αἰεὶ αἰέν φασι, καὶ τὸ οὐ μέντοι, οὐ μέντον, οἷον, οὐ μέντον κάμετόν γε μάχην ἀνὰ κυδιάνειραν. ἔμπαλιν δέ, φησι, χρῶνται Σικελοὶ τῷ ˉι ἀντὶ τοῦ ˉν, τὸ ἔνδον ἔνδοι λέγοντες, καὶ Ὅμηρος, εἰνάνυχες ἀντὶ τοῦ ἐννεάνυχες. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (ῃερς. 363.) Ὅτι δὲ τὸ ὀπτᾶν ἐπεχωρίαζε τοῖς τότε μᾶλλον ἤ περ τὸ ἕψειν, δηλοῖ καὶ τὸ ὀπτανεῖον. οὐ γὰρ ἄλλοθεν ἠξιώθη τὸ μαγειρεῖον καλεῖσθαι ἀλλ' ἐκ τοῦ ὀπτᾶν. (ῃερς. 366.) Ὅτι ἐθέλων εἰπεῖν Ὀδυσσεὺς ἀφυπνίσθην περιφράζει αὐτὸ οὕτως· καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, ὃν φθάσας γλυκὺν ἔφη. ὡς ἐπὶ σωματικοῦ δέ τινος ἔφη τὸ ἐξέσσυτο ἀντὶ τοῦ ἐξεπήδησεν, ᾤχετο. (ῃερς. 369.) Ὅτι τὸ ὀσμήσασθαι περιφράζων φησί· καὶ τότε με κνίσσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή. Καὶ ὅρα τὸ ἡδὺς θηλυκῶς λεχθὲν, ὁμοίως τῷ θῆλυς ἐέρση, καὶ πολὺς ὑγρὰ, ὡς τὸ πουλὺν ἐφ' ὑγρήν. (ῃερς. 372.) Ὅτι ὁ ἐπὶ βλάβῃ κοιμηθεὶς ἐρεῖ ἂν τὸ, ἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ. Καὶ ὅρα ὡς τὸν γλυκὺν ἄλλως καὶ νήδυμον ὕπνον νηλέα καλεῖ ὁ κακωθεὶς δι' αὐτοῦ. (ῃερς. 375.) Ὅτι τὴν προῤῥηθεῖσαν θυγατέρα τοῦ Ἡλίου Λαμπετίαν τανύπεπλον λέγει διὰ τὴν πανταχοῦ τῆς οἰκουμένης ἅπλωσιν τῆς ἡλιακῆς λάμψεως, ἣν καὶ ὅσα ὀφθαλμόν τινα δοκεῖ ἔχειν Ἥλιος. διὸ καὶ αὐτὴ μηνύει μυθικῶς τῷ πατρὶ τὴν τῶν βοῶν ἀπώλειαν, ὡς καὶ προδεδήλωται. (ῃερς.

Intertext edge

Open linked passage

Note