Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
346.1.1
) τῶν δὲ μνηστήρων οὐδεὶς ἐπέβαλε βαθύτερον, ἀλλ' ἐγκαθίσαντες τῷ ἐπιφαινομένῳ καὶ χαρέντες γελῶσι. παρέπλαγξε γάρ, φησιν, αὐτοῖς Ἀθήνη τὸ νόημα, τουτέστιν ἡ ῥητορικὴ τοῦ λόγου δεινότης τεχνικῶς ἐσχηματισμένη παρεπλάνησεν ἐκείνοις τὸν νοῦν μὴ δεδυνημένοις γνῶναι τὸ βούλευμα τοῦ ὅρκου καὶ διατοῦτο καὶ παρακινηθεῖσιν εἰς γέλωτα ὡς οἷα μαθοῦσι τὸν θελητὸν αὐτοῖς γάμον. σημειώσασθαι δὲ δεῖ, ὡς ἰδοὺ καὶ ἐνταῦθα σεσοφισμένος οὗτος ὅρκος, ὁποίοις καὶ ὁ τοῦ Τηλεμάχου πρόγονος ἐκέκαστο Αὐτόλυκος. δῆλον γὰρ, ὅτι ὀμόσας ὁ παῖς μὴ διατρίβειν ἤγουν καταργεῖν καὶ παρατείνειν τὸν μητρικὸν γάμον, ἀλλὰ κελεύειν γήμασθαι, ᾧ ἂν ἐθέλει, αὐτὸς μὲν εὐορκεῖ, οὐ νοεῖται δὲ ὑπὸ τῶν πεπλανημένων τὰς φρένας, τί λέγειν βούλεται. (ῃερς. 342.) Τὸ δὲ, ᾧ ἂν ἐθέλῃ καὶ πλεῖστα πόρῃσιν, ὡς πρὸς τὸν λόγον τοῦ Ἀγελάου ἔφη ὁ παῖς· οὗ περ εἰπόντος χρῆναι γήμασθαι τὴν γυναῖκα, ὃς ἄριστος καὶ πλεῖστα πόρῃσι, λέγει καὶ αὐτὸς οὕτω συμβουλεύεσθαι τῇ μητρὶ, αἱρουμένη καὶ αὐτὴ πάντως τὸν ἄριστον, ὃς εἴη ἂν Ὀδυσσεύς. (ῃερς. 344.) Μῦθος δὲ καὶ νῦν ἀναγκαῖος ὁ βίαιος καὶ ἀναγκαστικός· ὅθεν καὶ ἀναγκαῖοι ἐν τοῖς μετὰ ταῦτα πολεμισταί. ἔστι μέντοι καὶ ἄλλως κοινότερον ἡ λέξις κειμένη ἐπὶ τῶν ἐπιτηδείων τισὶ καὶ χρησίμων. ἀναγκαῖοι γοῦν καὶ οἱ προσήκοντες κατὰ γένος. καὶ προφέρουσιν εἰς τοῦτο χρῆσιν οἱ παλαιοὶ τοιαύτην· εὐτύχημα δ' ἔστιν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν, ὃ καὶ γνωμικῶς εἴρηται, ἵνα δηλαδὴ καὶ ὀλίγη ἡ περὶ αὐτῶν εἴη φροντίς. (ῃερς. 345.) Ὅτι Τηλεμάχου εἰπόντος, ἃ προσεχῶς εἶπεν, Ἀθήνη, ὡς προεδηλώθη, ἄσβεστον γέλων ὦρσε μνηστῆρσι, παρέπλαγξε δὲ νόημα, ὡς καὶ τοῦτο ἐῤῥέθη. οἱ δ' ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ' ἄρα σφέων δακρυόφιν πίμπλαντο. (ῃερς. 349.) γόον δ' ὠΐετο θυμός· τουτέστιν ἐφαντάζετο θρήνους ἡ ψυχή. ἐδήλου δὲ ταῦτα τῷ μαντικοῖς ὄμμασι βλέποντι χύσεις αἱμάτων καὶ γόους καὶ δάκρυα, ὧν πειράσονται οἱ κακοί· ὥς που καὶ ἡ παρὰ Λυκόφρονι Κασάνδρα οἰμωγὴν αὐτῇ λέγει ἰνδάλλεσθαι μαντευομένῃ τὰ ὕστερον τῶν Τρώων κακά. καὶ ὁ ἄκαιρος δὲ καὶ συχνὸς ἐνταῦθα γέλως παραφροσύνης σύμβολον ἦν. (ῃερς. 351.) διὸ καὶ ὁ μάντις Θεοκλύμενος τεθνηξομένους καὶ ὑπὸ ζόφῳ γενησομένους αὐτοὺς προορῶν, ἆ δειλοί φησι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα· τουτέστιν, ἐκ κεφαλῆς ἐς πόδας ἐσκοτωμένοι φαίνεσθε κατὰ τοὺς ἐν Ἅιδῃ ὄντας. (ῃερς. 353.) οἰμωγὴ δὲ δέδηε, τουτέστιν ἀνάπτεται, ὥς που καὶ μάχη δέδηε. δεδάκρυνται δὲ παρειαί· αἵματι δ' ἐῤῥάδαται τοῖχοι καλαί τε μεσόδμαι. (ῃερς.