Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
348.1.1
) Ἰστέον δὲ ὅτι φίλα Ὀδυσσεῖ φανοῦνται τὰ τῆς τοιαύτης γραὸς, καὶ εὐτυχῶς αὐτῷ ἐπιλέξεται ἡ Πηνελόπη ταύτην. ἐθέλει γὰρ ὁ ποιητὴς γυναῖκα πλάσασθαί τινα ἐκ τῶν ἔνδον καὶ οἰκειοτέρων καὶ μάλιστα δυναμένων, ἣ καὶ αὐτὴ συναντιλήψεται τῶν ἔργων τῷ Ὀδυσσεῖ ἐν τοῖς ἐφεξῆς. ἐπικρίνει γοῦν ταύτην ὡς χρησιμωτάτην. καὶ τοίνυν ἀναγνωρίσει μὲν αὐτὴ ὡς ἔκπαλαι εἰδήμων τὸν φίλτατον τρόφιμον Ὀδυσσέα νίπτουσα, ὡς ἐφεξῆς ῥηθήσεται. καὶ ὁρμήσει μὲν ἐκλαλῆσαι τὸ πρᾶγμα ὑφ' ἡδονῆς, οὐ δυνήσεται δὲ οἷα ὀλιγηπελέουσα, καθὰ εἴρηται. τὸ γῆράς τε γὰρ ἐφέξει αὐτὴν τοῦ λαλῆσαι, καὶ μὴν καὶ ἡ παρ' ἐλπίδας χαρὰ ὁποῖα τὰ τῶν γερόντων, οὓς καὶ τοῦ ζῆν ἔσθ' ὅτε ἀπάγει τὸ πολὺ τοῦ χαίρειν. καὶ Ὀδυσσεὺς δὲ ἐπαναστὰς κωλύσει αὐτὴν ῥᾳδίως διὰ τὸ ὀλιγηπελέειν. καὶ αὐτὸς μὲν ἱκετεύσει σιγᾶν, ἡ δὲ πείσεται οἷα φίλη μαῖα. καὶ οὕτως ἐχεμυθήσασα τοῦ λοιποῦ ἡ γραῦς ἔσται τῷ Ὀδυσσεῖ κατὰ τῶν μνηστήρων καὶ αὐτὴ ἐν καιρῷ χρήσιμος. Καὶ τοίνυν Ὀδυσσεὺς μὲν οὐκ ἂν ἴσως δοκοίη σκέψασθαι καλῶς ὑπὸ τοιαύτης γυναικὸς τοὺς πόδας νίψασθαι, οἷα αἱρούμενός, φασι, τὴν δυναμένην ἐκ τῆς ἐπισήμου γνωρίσαι αὐτὸν οὐλῆς. διὸ καὶ ἀθετεῖται ὁ τοιοῦτος τόπος παρὰ τῶν παλαιῶν. ὁ μέντοι ποιητὴς εὐμεθόδως εἴτουν εὐπλάστως διὰ τοιαύτης γραὸς τὸν Ὀδυσσέα νίψας αὐτὸν μὲν οὐδὲν βλάψει, πιθανῶς πλάσας τὸ πᾶν καὶ εὐτυχῶς ἀπαλλάξας αὐτόν. ἦν γὰρ τῷ ὄντι ἀναγκαῖον ἔχειν καὶ γυναῖκα ἐκ τῶν ἔνδον, ὡς ἐῤῥέθη, συναιρουμένην αὐτῷ. εἰ δ' ἴσως καὶ ἐξ ἱστορίας τοῦτο ἔχει ὁ ποιητὴς, οὐκ ἂν ἑτέρα εὑρέθη κρείττων εἰς τοιοῦτον ἔργον ἤ περ ἡ Εὐρύκλεια. Σημείωσαι δὲ καὶ τὸν τόπον τοῦτον εἰς παράδειγμα βουλεύματος οὐκ εὖ μὲν ἐσκεμμένου, εἰς ἀγαθὸν δὲ ἐκβάντος. ἰδοὺ γὰρ, Ὀδυσσεὺς εἰ καὶ γραῦν οὐ καλῶς ἐπελέξατο τὴν δυναμένην ἀναγνῶναι αὐτὸν, ἀλλ' ὅμως εὐτυχῶς ἔσχεν ἀναγνωρισθεὶς ὑπ' αὐτῆς. πολλὰ γὰρ τῇ μνηστηροκτονίᾳ καὶ ἡ τοιαύτη συνήνεγκε γραῦς Εὐρύκλεια. καὶ ταῦτα μὲν οὐκ ἔξω λόγου. (ῃερς. 338.) ὁ δὲ ξένος κἀνταῦθα Κρήτης μέμνηται, περιφράσας αὐτὴν ἐκ τῶν κατ' αὐτὴν ὀρέων. φησὶ γάρ· ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμου. ἣν ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερον μακρὰν νῆα φασί. (ῃερς. 337.) Τὸ δὲ, χλαῖναι καὶ ῥήγεα ἤχθετο, Αἰολικὸν σχῆμα καὶ Δωρικόν. καὶ εἰσὶ παρὰ Πινδάρῳ τοιαῦτα πολλά. Ἀττικὸς δὲ ἀνὴρ οὐκ ἂν οὕτω φράσοι, ἀλλὰ διὰ τὰς χλαίνας ἐρεῖ ἂν ἤχθοντο πληθυντικῶς. (ῃερς. 339.) Τὸ δὲ νοσφισάμην ἀντὶ τοῦ ἀφῆκα, νόσφιν ἐποιησάμην. (ῃερς. 340.) Τὸ δὲ, ἀΰπνους νύκτας ἴαυον καὶ τὸ, πολλὰς δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ ἄεσσα, τῆς αὐτῆς ἐννοίας εἰσί. (ῃερς. 343.) Ποδάνιπτρα δὲ ἢ αὐτὴν λέγει τὴν νίψιν τῶν ποδῶν ἢ τὸ ὕδωρ, ᾧ πόδας νίπτονται, ὃ καὶ ἀπόνιπτρον ἔλεγον, ὡς καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσι δηλοῖ. Ἰστέον δὲ ὅτι, καθάπερ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ, περιττεύει τὸ βοῶν, καὶ ἐν τῷ, οἶνον οἰνοχοεῖ, τὸ οἶνον, καὶ ἐν τῷ, αἰπόλος αἰγῶν, τὸ αἰγῶν· αἰπόλος γὰρ οὐδενὸς ἄλλου ζῴου λέγεται, ἀλλὰ μόνων αἰγῶν· οὕτω καὶ ἐνταῦθα παρέλκει τὸ ποδῶν ἐν τῷ, ποδάνιπτρα ποδῶν. διὸ μετ' ὀλίγα ἠρκέσθη εἰπὼν οἰσομένη ποδάνιπτρα. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν Ἰλιάδι εἰς ὅσον ἐχώρει. Τὸ δὲ, ἐπιήρανα θυμῷ, κρεῖττον οὕτω γράφεσθαι ἤ περ ἐπίηρ' ἀνὰ θυμῷ. ἡ γὰρ ἀνὰ πρόθεσις οὐκ εἴωθεν ἁπλῶς ἐπὶ τοιούτων σημαινομένων δοτικῇ συντάσσεσθαι. ἔστι δὲ πρωτότυπον τοῦτο τοῦ ἐπίηρα. ἐντεῦθεν γὰρ ἐκεῖνο γίνεται ἀποκοπὲν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. (ῃερς. 348.) Τὸ δὲ, οὐ φθονέοιμι ποδῶν ἅψασθαι, ἀντὶ τοῦ οὐ μεμφοίμην. πολλαχοῦ γὰρ ὁ φθόνος καὶ ἐπὶ μέμψεως ἁπλῶς τίθεται. (ῃερς. 350.) Ὅτι ἔπαινος ἀγαθοῦ ξένου τὸ, ξεῖνε φίλε, οὔ πώ τις ἀνὴρ πεπνυμένος ὧδε ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, ὡς σὺ μάλ' εὐφραδέως πεπνυμένα πάντ' ἀγορεύεις. (ῃερς. 351.) ἔστι δὲ φιλίων ὁ φίλτερος, καὶ γίνεταιἐκ τοῦ φίλος ὁμοίως τῷ, κάλλος καλλίων. κεῖται δέ που καὶ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ. τούτου τὸ ὑπερθετικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλίστων ἐκγόνων. Ἰστέον δὲ ὅτι ἄρχεται καὶ ὁ ῥηθεὶς λόγος τῷ ποιητῇ ἀπὸ τοῦ γˉαρ συνδέσμου· ξεῖνε φίλε, οὐ γὰρ πώ τις ἀνὴρ καὶ ἑξῆς, ὡς ἐγράφη προσεχῶς. ἡ δὲ ἀπόδοσις αὐτοῦ μετὰ στίχους τρεῖς ἐν τῷ, ἔστι δέ μοι γρηῦς καὶ ἑξῆς, ἵνα λέγῃ, ὡς ἐπεὶ οὔ πώ τις κατὰ σὲ πεπνυμένος ἀνὴρ ἦλθεν, ἔστι δέ μοι γραῦς τοιάδε ἀπονίψουσά σε. (ῃερς. 358.) Ὅτι πάνυ ἀστείως Ὅμηρος ποιεῖ τὴν Πηνελόπην ἐκ τοῦ παρατυχόντος εἰπούσης τῇ μαίᾳ Εὐρυκλείᾳ νόημα ἐρεθιστικὸν αὐτῆς εἰς τὸ τὸν ξεῖνον περιεργάσασθαι ἀκριβῶς, μεθοδεύσας καὶ τοῦτο δεξιῶς ἐπ' ἀναγνωρισμῷ τοῦ Ὀδυσσέως. φησὶ γάρ· νίψον σεῖο ἄνακτος ὁμήλικα. καί που Ὀδυσσεὺς ἤδη τοιόσδ' ἐστὶ πόδας, τοῖος δέ τε χεῖρας. (ῃερς. 360.) οὐχ' ὅτι τοιοῦτος ἦν φύσει, ἀλλ' ἴσως νῦν τοιοῦτος διὰ κάκωσιν, ὁποῖοι τινὲς καὶ οἱ προῤῥηθέντες ὠμογέροντες. διὸ καὶ ἐπάγει γνωμικόν· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. Καὶ Ὅμηρος μὲν οὕτω φυσικῶς εἶπε. Θεόκριτος δὲ, ὡς καὶ προεγράφη, τὸ Ὁμηρικὸν αἶψα εἰς μίαν ἡμέραν ὁρίσας φησίν· οἱ ποθοῦντες ἐν ἅματι γηράσκουσι. Παίζει δὲ, καὶ ὁ κωμικὸς διά τινος γραὸς, καθὰ καὶ αὐτὸ ἐγράφη, πολιὰν ἐκείνην ταχὺ διὰ μιᾶς ἡμέρας γενέσθαι λέγων ὑπὸ δῆθεν ἄλγους τινός. ὁ δὲ Λιβάνιος καὶ αὐτὸς ἐντεῦθεν ποθὲν λέγει κατὰ σχῆμα ὑπερβολῆς, ὡς ὑπὸ λύπης ἐσχάτης καὶ πολιὰς ἐξαίφνης ἔφυσα. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν κακότητα νῦν λέγει τὴν κάκωσιν, Ἡσίοδος δ' ἐπὶ κακίας τὴν λέξιν τίθησιν ἐν τῷ, τὴν μέντοι κακότητα καὶ ἰλαδόν ἐστιν ἑλέσθαι. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῷ ῥηθέντι λόγῳ τῆς Πηνελόπης πάντως ἂν Ὀδυσσεὺς διαχέοιτο ὡς λαλούσης μέν πως τἀληθὲς, μὴ γινωσκούσης δέ. λίαν γὰρ εὖ ὁ ποιητὴς ἐσχημάτισε καὶ αὐτό. (ῃερς. 361.) Πένθους φράσις τὸ, γρηῦς δὲ κατέσχετο χερσὶ πρόσωπα, δάκρυα δ' ἔκβαλε θερμὰ, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν· ᾤ μοι ἐγὼ σέο τέκνον ἀμήχανος. Εὐρύκλεια δὲ ταῦτα λέγει πρὸ τοῦ νῖψαι τὸν δεσπότην, ὃν καὶ θεουδέα θυμὸν ἔχειν φησὶ καὶ πολλὰ μηρία κῆαι καὶ ἐξαίτους ἑκατόμβας, (ῃερς. 367.) ἀρώμενον, ἕως ἵκοιτο γῆρας λιπαρὸν, τὸ καὶ ἀλλαχοῦ ῥηθὲν, θρέψαιτό τε φαίδιμον υἱόν. τὰ ἐν τοῖς ἐν βίῳ εὐκταῖα. (ῃερς. 370.) εἶτα καὶ ὡς νοήσασα τὴν αἰτίαν δι' ἣν Ὀδυσσεὺς ἀποπροσποιεῖται νιφθῆναι ὑπὸ τῶν δμωῶν καὶ ἅμα καὶ καταλέγουσα ἐκείνων, φησίν· οὕτω που καὶ ἐκείνῳ ἐφεψιόωντο γυναῖκες ξείνων τηλεδαπῶν, ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι. τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ' ἀλεείνων οὐκ ἐάᾳς νίζειν. Καὶ οὕτω μὲν ἡ γραῦς νοεῖ κατὰ τὸν νοῦν τοῦ ξείνου. Ὅμηρος δέ γε παρανοεῖν αὐτὴν ἀφεὶς ἄλλα βούλεται. οὐ γὰρ διὰ μῖσος μεθοδεύει τὰ κατὰ τὴν Εὐρύκλειαν, ἀλλ' ὅτι, ὡς καὶ προείρηται, δέεται αὐτῆς εἰς τὰ ἐφεξῆς. Ὅρα δὲ καὶ νῦν ἐν τῷ ἐφεψιόωντο καὶ καθεψιόωνται, ὡς λέξις ἐστὶ τὸ ἑψιᾶσθαι καιρία κατὰ ποίησιν, δηλοῦσα διάθεσιν παιγνήμονα. ἐπεὶ καὶ ἕψια, φασὶ, τὰ παίγνια, ὅθεν τὸ ἑψιᾶσθαι. ταυτὸν δὲ ἐφεψιᾶσθαι καὶ καθεψιᾶσθαι, ἐπεὶ, ὡς καὶ προεσημειώθη, ἐν πολλοῖς ἡ ἐπˉι πρόθεσις τῇ κατˉα ἰσοδυναμεῖ. Τὸ δὲ ἐφεψιόωντο ἢ χρόνος ἐστὶ παρῳχημένος ἀντὶ ἐνεστῶτος ἢ ἐμφαίνει ἀπηλπικέναι τὴν γραῦν ζῆν τὸν Ὀδυσσέα. διὸ παλαί ποτε αὐτὸν ἐφεψιᾶσθαι φησίν. εἰ δὲ γράφεται ἐφεψιόωνται, δυσμετρίαν ἔχει. (ῃερς. 362.) Τοῦ δὲ ὀλοφυδνὸν ὀλοφύζω ἐστὶ τὸ πρωτότυπον κατὰ Ἡρῳδιανὸν, ὡς δεδήλωται καὶ ἐν τοῖς περὶ τοῦ κνυζώσω γραφεῖσι. (ῃερς. 367.) Τὸ δὲ, ἕως ἵκοιτο, ἀντὶ τοῦ ὅπως καὶ νῦν Ἀττικῶς. τὸ γὰρ κοινὸν, ὡς ἵκοιτο, ἤγουν ἵνα καταλάβῃ. ἀλλαχοῦ δὲ τὸ αὐτὸ καὶ εἵως εὕρηται ὡς τὸ τέως τείως. (ῃερς. 374.) Ὅτι προθυμηθεῖσα ἡ γραῦς μαῖα Εὐρύκλεια νῖψαι τὸν ξένον δεσπότην, ὡς ἐκελεύσθη πρὸς τῆς δεσποίνης φησίν· ἐμὲ δ' οὐκ ἀέκουσαν ἄνωγεν, ἀλλὰ δηλονότι ἑκοῦσαν διὰ τὴν εὐθὺς ῥηθησομένην τοῦ ξένου ὁμοιότητα πρὸς τὸν Ὀδυσσέα, τῷ σε πόδας νίψω ἅματ' αὐτῆς Πηνελοπείης καὶ σέθεν εἵνεκα. (ῃερς. 377.) ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς κήδεσιν. εἶτα ἑρμηνεύουσα τὸ, ὀρώρεταί μοι θυμὸς, λέγει ὡς πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ' ἵκοντο, ἀλλ' οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας φωνήν τε πόδας τ' Ὀδυσῆϊ ἔοικας. Ἔοικε γὰρ ἡ μὲν Πηνελόπη αἰδημόνως προσβλέπειν καὶ οὐ κατὰ τὴν αὐτανεψίαν Ἑλένην, περιεργότερον δὲ ἡ μαῖα ἐπιβάλλειν τὴν ὄψιν ὅλῳ τῷ ξένῳ καὶ ἀκριβέστερον διακεῖσθαι τὰ εἰς εἰκασμὸν καὶ εἴδους περιεργίαν. Ὅθεν σημείωσαι, ὡς ἡ παρὰ τῆς Ἀθηνᾶς ἀλλοίωσις τοῦ Ὀδυσσέως οὐδὲν ἦνἄλλο ἢ τεχνικὴ ἐπίκρυψίς τις αὐτοῦ, μεθοδευθεῖσα ὡς ἐνεχώρει πρὸς τοὺς ἁπλουστέρους καὶ μὴ δει ἄλλο ἢ τεχνικὴ ἐπίκρυψίς τις αὐτοῦ, μεθοδευθεῖσα ὡς ἐνεχώρει πρὸς τοὺς ἁπλουστέρους καὶ μὴ δεινοὺς ἀνασκαλεύειν γνωριμότητα. ὁ μέντοι Ἄργος ὁ κύων ἀκριβὴς ὢν αἰσθέσθαι καὶ νῦν δὲ ἡ γραῦςμαῖα ἔγνων τὸν Ὀδυσσέα. (ῃερς. 383.) αὐτὸς δέ γε καὶ πάλιν ἐπικρύπτειν ἑαυτὸν πειρώμενος καὶ μηδὲ ἀφιεὶς τὴν γραῦν φιλοτιμότερον πλατύναι τὰ σημεῖα φησὶ πάνυ δεξιῶς· ὦ γρηῦ, οὕτω φασὶν, ὅσοι ἴδον ὀφθαλμοῖσιν ἡμέας ἀμφοτέρους, μάλα ἰκέλω ἀλλήλοιϊν ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ' ἀγορεύεις. Καὶ ὁ μὲν Ὀδυσσεὺς οὕτω δεινῶς ὁμολογεῖ μὲν τὴν ὁμοιότητα, μὴ εἶναι δέ φησιν αὐτὸς Ὀδυσσεύς. οὐκ ἔχει δὲ καὶ τὴν γραῦν πειθομένην, ἀλλ' ἐνδομυχοῦσα τὸν γνωρισμὸν ψηλαφήσει τὴν οὐλὴν ἐν τῷ τὸν Ὀδυσσέα νίπτειν καὶ γνώσεται τἀληθές. εἰ δὲ καὶ Ὀδυσσεὺς ἷζεν ἀπ' ἐσχαρόφιν, (ῃερς. 389.) ποτὶ δὲ σκότον ἐτράπετ' αἶψα, ἤγουν ἀπεστράφη πρὸς τὸ σκοτεινὸν ὀϊσάμενος κατὰ θυμὸν, (ῃερς. 391.) μή ἑ λαβοῦσα οὐλὴν ἀμφράσαιτο, τουτέστιν ἀνανοήσοι καὶ οὕτως ἀμφαδὰ ἔργα γένοιτο, ἀλλὰ τὴν μὲν Πηνελόπην οὕτω ποιήσας λήσεται. ἡ γραῦς δὲ τὸν δεσπότην γνώσεται ἁψαμένη τῆς οὐλῆς ἐχούσης, ὡς εἰκὸς, καί τινα κοιλότητα. (ῃερς. 389.) Ἰστέον δὲ ὅτι τὸ τὸν Ὀδυσσέα ἀπ' ἐσχαρόφιν ποτὶ σκότον τραπῆναι Ὀδυσσεῖ μὲν ἄλλως κατεπράχθη, ὡς ἂν δηλαδὴ μὴ ἐπιγνωσθῇ τῇ γραῒ ἐν φωτὶ ὢν, Ὁμήρῳ δὲ ἄλλως εἰς πιθανολογίαν τὸ πλάσμα συντελεῖ. οὕτω γὰρ ἐπικρύπτεται ἡ γενησομένη τῆς γραὸς λειποθυμία, ἡ τοῦ γενείου τοῦ Ὀδυσσέως ἁφὴ, ἡ τοῦ Ὀδυσσέως αὖθις λαβὴ ἐκείνης ἐκ τοῦ φάρυγγος, καὶ τὰ ἄλλα, ὧν οὐδὲν πιθανῶς ἂν γεγόνοι, εἴ περ πρὸς φῶς τετραμμένος Ὀδυσσεὺς ἀπενίπτετο. (ῃερς. 391.) Ὅτι δὲ ἡ οὐλὴ παρὰ τὸ ὅλον γίνεται ὡς ἐπιγινομένη ἕλκει ὁλωθέντι, τουτέστιν εἰς ὁλότητα ἐλθόντι, δῆλον. καὶ ὅτι ψιλοῦται διὰ τὴν Ἰωνικὴν τοῦ ˉυ ἐπένθεσιν, καὶ ὅτι ὀξύνεται πρὸς διαστολὴν τῆς οὔλης τριχὸς, καὶ ὅτι ἀπ' αὐτῆς τὸ ὕπουλον γίνεται, ὡς προγέγραπται. (ῃερς. 376.) Τὸ δὲ, σὲ πόδας νίψω, ὅμοιον τῷ, κέ σε φρένας ἵκετο πένθος, καὶ τοῖς ὁμοίοις. λέγει γὰρ ἢ ὅτι σε κατὰ τοὺς πόδας νίψω, ἢ σὲ ἤγουν τοὺς πόδας, οὐ μὴν ὅλον τὸν ξένον, ἢ κατ' ἀντίπτωσιν νίψω σου τοὺς πόδας. (ῃερς. 377.) Τὸ δὲ, σέθεν εἵνεκα, ἤγουν διὰ σὲ, ὡς ἐοικότα δηλαδὴ τῷ Ὀδυσσεῖ, ὅ περ ἐδήλου ἀνωτέρω καὶ ἐν τῷ, οὐκ ἀέκουσαν. Τοῦ δὲ ὀρώρεται ὁ ἐνεστὼς ἀναδρομὴν ἔχει παρακειμένου εἰς ἐνεστῶτα. ἐκ τοῦ ὄρωρα γὰρ τὸ ὀρώρω, ἐξ οὗ τὸ ὀρώρεται. οὕτω δὲ καὶ τὸ προσαρήρεται ἐν Ἡσιόδῳ ἐκ τοῦ ἄρηρα ἀρήρω γίνεται, ὁμοίως καὶ ἐκ τοῦ ὄλωλα τὸ ὀλώλω. ὅθεν τὸ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος. (ῃερς. 384.) Διὰ δὲ τοῦ, μάλα ἰκέλω ἀλλήλοιϊν, πειρᾶται μὲν Ὀδυσσεὺς παῦσαι τὴν πολυπραγμοσύνην τῆς γραὸς ὡς οἷα πληροφορῶν τὴν εἰσάγαν ὁμοιότητα, ἔχει δὲ ἀνύσαι οὐδέν. ἡ γὰρ ποιητικὴ δεινότης πρὸ ἔργου τὸν ἐξ αὐτῆς ἔχει ἀναγνωρισμόν. οὐκοῦν ἡ γραῦς ἐρευνήσει καὶ εὑρήσει, ὃ καὶ αὐτὴ βούλεται καὶ πρὸ αὐτῆς ὁ ποιητής. (ῃερς. 385.) Τὸ δὲ ἐπιφρονέουσα κολακικῶς οἷον ῥηθὲν ταυτόν ἐστι τῷ περίφρων. τοιοῦτον γάρ ποτε καὶ ἡ ἐπˉι πρόθεσις· ἀφ' ἧς καὶ ἐπιόψεσθαι τὸ ἀκριβῶς ἐπισκέψασθαι, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ προδεδήλωται. (ῃερς. 389.) Τὸν δὲ ῥηθέντα σκότον οἱ μεθ' Ὅμηρον καὶ σκότος φασὶν ὡς τεῖχος καὶ βέλος. καὶ διφορεῖται μὲν παρ' αὐτοῖς, τὰ πλείω δὲ κατὰ γένος ἀρσενικὸν προάγεται, ὡς δηλοῖ καὶ τὸ, οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην. (ῃερς. 386.) Ὅτι τὸ νίμμα τοῦ Ὀδυσσέως οὕτω διασκευάζει· γρηῦς δὲ λέβηθ' ἕλε παμφανόωντα τῷ πόδας ἐξαπένιζεν, ὕδωρ δ' ἐνεχεύατο πουλὺ, ψυχρόν. ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. (ῃερς. 387.) Ὅρα δὲ τὸ, ᾧ πόδας ἐξαπένιζεν, ὡς καὶ εἰς ἄλλα τινὰ τῶν λεβήτων χρησιμευόντων, οἷον καὶ εἰς λοετρά. ἔνθα καὶ οἱ λοετροχόοι τρίποδες χρήσιμοι, ὡς εἶναι τηνικαῦτα ὅ περ τὴν πρόχοον τῷ τῆς τραπέζης λέβητι, τοῦτο καὶ τὸν λοετροχόον τρίποδα τῷ τοῦ νίπτεσθαι λέβητι. Ἐν δὲ τῷ, ὕδωρ ἐνεχεύατο πολὺ, συστέλλει τὸ ὕδωρ τὴν ἄρχουσαν. μετ' ὀλίγα μέντοι ἐν τῷ, ἐπὶ χθονὸς ἐξέχυθ' ὕδωρ, ἐκτείνει αὐτήν. (ῃερς. 388.) Τὸ δὲ ἐπήφυσεν ἀντὶ τοῦ ἐπήντλησε διά τινος δηλαδὴ ἀγγείου, ὃ καὶ σιγᾷ. οὐ θερμῷ δὲ ψυχρὸν ἐπαφύσσεται κατὰ τὸ ὕστερον ἔθος, ἀλλ' ἀνάπαλιν. (ῃερς. 393.) Ὅτι ὡς ἐν ἄλλοις, οὕτω κἀνταῦθα εὐμεθόδως ὁ ποιητὴς ἱστορίας παρεισοδιάζει τῷ λόγῳ τῆς κατὰ τὸν Ὀδυσσέα οὐλῆς, ἧς τὸ κεφάλαιον, ὅτι σπουδαῖον τοῖς παλαιοῖς ἦν ἔργον καὶ τὸ κυνηγέσιον, ὡς καὶ ὁ ἐν τῇ Ἰλιάδι Μελέαγρος δηλοῖ. μελέτη γάρ, φασιν, αὐτὸ πολεμικῶν κινδύνων ἦν, καθὰ καὶ ἐκ τῶν τοῦ Ἡρακλέος ἄθλων φαίνεται καὶ ἐκ τῆς κατὰ τὸν Βελλεροφόντην ἱστορίας καὶ ἐξ ἄλλων δὲ μυρίων ὅσων. ἐπὶ θήρας γοῦν παντοίας οἱ νέοι ἐξῄεσαν, ἀφ' ὧν ῥωμαλεώτεροι, φασὶ, καὶ ὑγιεινότεροι διετέλουν, ἔτι δὲ καὶ πολεμικοὶ, ὡς ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι τῶν θηρῶν ὀϊστεύουσιν ἢ ἀκοντίζουσιν. ἔστι δὲ ἱστορία τοιαύτη. (ῃερς. 399.) Αὐτόλυκος ἐλθών ποτε εἰς Ἰθάκην εὗρε παῖδα νέον τῇ θυγατρὶ Ἀντικλείᾳ, τῇ τοῦ Λαέρτου γυναικί. τὸν δὲ Εὐρύκλεια ἡ τοῦ παιδὸς μαῖα φίλοις ἐπὶ γούνασι θῆκε τῷ πάππῳ παυομένῳ δόρποιο, καὶ εἶπεν· (ῃερς. 403.) Αὐτόλυκε, αὐτὸς νῦν ὄνομ' εὕρεο ὅττι κε θείης παιδὸς παιδὶ φίλῳ, ἤγουν τῷ τῆς θυγατρὸς υἱῷ. πολυάρητος δέ τοί ἐστι. (ῃερς. 405.) καὶ ὁ Αὐτόλυκος τῇ μὲν Εὐρυκλείᾳ εἶπεν οὐδέν· πρὸς δὲ τοὺς ἰδίους τὸν λόγον τρέψας ἔφη· γαμβρὸς ἐμὸς θύγατέρ τε, τίθεσθ' ὄνομα ὅττι κεν εἴπω· πολλοῖσι γὰρ ἔγωγ' ὀδυσσάμενος τόδ' ἱκάνω ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα βωτιάνειραν· τῷ δ' Ὀδυσσεὺς ὄνομ' ἔστω ἐπώνυμον. αὐτὰρ ἔγωγε ὁππότ' ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα ἔλθῃ Παρνησσόνδε, ὅθι πού μοι κτήματ' ἔασι· τῶν οἱ ἐγὼ δώσω, καί μιν χαίροντ' ἀποπέμψω. (ῃερς. 413.) τούτων ἕνεκα ἦλθεν Ὀδυσσεὺς, ἡβήσας δηλαδή. καὶ Αὐτόλυκος μὲν καὶ οἱ παῖδες χερσί τ' ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι. (ῃερς. 416.) μήτηρ δ' Ἀμφιθέη μητρὸς, τουτέστιν Ἀμφιθέα ἡ μάμμη ἡ τῆς τοῦ Ὀδυσσέως μητρὸς μήτηρ, περιφῦσα γυναικικώτερον κῦσεν ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ, κατὰ τὸν ἐν τοῖς ἐλευθέροις νόμον, ὡς προδεδήλωται. εἶτα δείπνου ἐφοπλισθέντος· βοῦν γὰρ αὐτίκα εἰσάγαγον ἄρσενα πενταέτηρον, ὃν δείραντες καὶ διαχεύαντες ἅπαντα μιστύλαντές τε ἐπισταμένως καὶ πείραντες ὀβελοῖσιν ὤπτησάν τε περιφραδέως καὶ δαίνυντο (ῃερς. 427.) νυκτὸς μὲν ἐπιγενομένης, κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, καθὰ καὶ προεγράφη. ῥοδοδακτύλου δὲ φανείσης Ἠοῦς, ἔβησαν εἰς θήρην ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ υἱέες Αὐτολύκου καὶ Ὀδυσσεύς. αἰπὺ δ' ὄρος προσέβαν καταειμένον ὕλῃ Παρνησσοῦ. τάχα δ' ἵκανον πτύχας ἠνεμοέσσας. (ῃερς. 433.) Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας, ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο, ὃς δὴ καιρὸς ὀρθρινὸς ἐπιτήδειος εἰς κυνηγέσιον. οἵ δ' ἐς βῆσσαν ἵκανον ἐπακτῆρες. πρὸ δ' ἂρ αὐτῶν ἴχνη ἐρευνῶντες κύνες ἤϊσαν. (ῃερς.
348.1.2
) Ἀποψύχειν δὲ τὸ ἄπο ψυχῆς γίνεσθαι ἢ καὶ ἄλλως εἰπεῖν, ἀποπνέειν· οὗ τὸ ἀνάπαλιν ἄμπνυσθαι καὶ ἀναπνέειν ἤγουν ἐπανέρχεσθαι εἰς πνοήν. Ἡσίοδος μέντοι ἐπί τινος τὸ ἐναποψύχειν σεμνῶς τίθησι, δῆλον ἐστίν. (ῃερς. 349.) Ἐν δὲ τῷ, ἐς φρένας θυμὸς ἀγέρθη, ὡς οἷα τινὰ τόπον καὶ ἑστίαν ψυχῆς καὶ τὰς φρένας εἶναι δοξάζει. (ῃερς. 353.) Ὅτι ἐξ αὐτῶν ὅ φασι βαλβίδων ὁ Λαέρτης δεικνὺς Ὀδυσσέως εἶναι πατὴρ τοῦ βαθυγνώμονος προαναφωνεῖ φόβον κινδύνου, εἰπὼν δεδοικέναι κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδ' ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ πάντῃ ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. καὶ ἔστι μὲν ὁ φόβος τοῦ γέροντος πάνυ εὔλογος, καί τι τούτου μέρος εὐθὺς γίνεται· ἀνασείσας γὰρ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ τοὺς Ἰθακησίους ἐπεγερεῖ αὐτίκα τῷ Ὀδυσσεῖ. καὶ οὕτω μὲν ὁ γέρων δέδιεν. (ῃερς. 357.) Ὀδυσσεὺς δὲ μὴ κακὸν ἐπὶ κακῷ τῷ τῆς λύπης θεῖναι τῷ πατρὶ ἐθέλων, θάρσει, φησὶ, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων ἤγουν μελέτωσαν. (ῃερς. 361.) καὶ ἀναλαβόμενος ἄπεισιν εἰς δόμους· ἔνθα εὗρε τοὺς περὶ αὑτὸν ταμνομένους κρέα πολλὰ κερῶντάς τ' αἴθοπα οἶνον, τουτέστιν ἐμβάλλοντας εἰς κρατῆρας· οὔ πω γὰρ ἄλλως ἦν οὐδεὶς ὁ πίνων, ὡς νοηθῆναι νῦν κερᾶν τὸ διδόναι πιεῖν. (ῃερς. 358. 61.