Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
351.1.1
σθ.) Ὅρα δὲ ὅτι σχήματός ἐστιν ἐξάλλαξις τὸ, σὺ μὲν ἐνθάδε κλαίουσα, ἐμὲ δὲ θεὸς ἄλγεσι πεδάασκε· τὸ γὰρ σαφὲς καὶ κοινὸν καὶ σύνηθες τοιοῦτον· σὺ μὲν ἐνθάδε κλαίουσα, ἐγὼ δὲ ἀλήτης ἐκ θεοῦ πεδούμενος ἄλγεσι. (ῃερς. 355.) Κτήματα δὲ φανερῶς πάντα λέγει τὰ ἐν μεγάροις, ὥς περ δὴ καὶ μῆλα, καθὰ καὶ προσεχῶς ἐδηλώθη, πάντα τὰ θρέμματα. (ῃερς. 353.) Ὅρα δὲ ὅτι τὸ ὑπὸ ἀλγέων κωλύεσθαι ἄλγεσι πεδιεῖσθαι φησὶν ὁ ποιητὴς, καὶ ὅτι τὸ πεδάασκον δευτέρας συζυγίας ἐμφαίνει ῥῆμα εἶναι τὸ πεδῶ, καθά που πρὸ τούτων καὶ τὸ, ὅς τίς μ' ἀθανάτων πεδάᾳ. (ῃερς. 357.) καὶ ὅτι τοὺς μὲν Ἰθακησίους Ἀχαιοὺς οὐκ ἂν ἴσως βλάψοι ληϊζόμενος Ὀδυσσεὺς, δώσουσι γὰρ ἀναγκαίως ἑκόντες ἀέκοντες ἅ περ ζητοῦνται, ὑποχείριοι τῷ Ὀδυσσεῖ κείμενοι· Δουλιχίων τῶν δὲ καὶ Σαμίων καὶ Ζακυνθίων ληΐσεται, οὓς εἰκὸς δυσπειθεῖν διὰ τὸ ποῤῥωτέρω τῆς Ἰθάκης εἶναι. (ῃερς. 359.) Ὅτι προεκτιθέμενος κἀνταῦθα Ὅμηρος τὴν ἐπὶ τοῖς ἐφεξῆς ποιητικὴνοἰκονομίαν πλάττει τὸν Ὀδυσσέα λέγοντα, ὡς αὐτὸς μὲν πολυδένδρεον ἀγρὸν ἔπεισιν ὀψόμενος πατέρα ἐσθλόν· σοὶ δὲ, γύναι, τόδ' ἐπιτέλλω πινυτῇ περ ἐούσῃ, αὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι ἀνδρῶν μνηστήρων οὓς ἔκτανον, εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν, ἧσθαι τουτέστι κάθησο, μηδέ τινα προτιόσσεο ἤγουν πρόβλεπε, μηδ' ἐρέεινε ἤτοι προσφώνει ὡς ἐκ μέρους εἰπεῖν τὸ πᾶν. διατί δὲ ταῦτα; ἵνα μηδὲν τῶν πεπραγμένων εἰδέναι δοκοῦσα μηδ' ἀδικηθείη ὑπό τινων. καὶ τοῦτο μὲν οὕτως εὐοικονομήτως ἀναπεφώνηται. Ὅρα δὲ τὸ, ἀγρὸν ἔπειμι, αἰτιατικῇ συνταχθὲν ἀντὶ τοῦ, ἐπὶ τὸν ἀγρὸν εἶμι. οἱ δὲ μεθ' Ὅμηρον καὶ μάχιμον οἴδασι τὴν λέξιν· ἐπιέναι γοῦν τις καὶ ἐπέρχεσθαί τινι λέγεται κατὰ δοτικὴν σύνταξιν. (ῃερς.