Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
352.1.1
) καὶ μετ' ὀλίγα δὲ παραφραστικῶς κατὰ λόγον ῥητορικῆς χρείας ἐρεῖ πρὸς Ὀδυσσέα Εὔμαιος τὸν τοῦ Τηλεμάχου λόγον, εἰπών· αἰδῶ δ' οὐκ ἀγαθήν φησιν εἶναι ἀνδρὶ προΐκτῃ, καὶ πάλιν· κακὸν δ' αἰδοῖος ἀλήτης. οἷα δὲ καὶ Ἡσίοδος γνωμολογεῖ περὶ αἰδοῦς, ἔστι παρ' ἐκείνῳ εὑρεῖν. Προΐκτης δὲ ἀνὴρ, ἢ ὁ προϊκετεύων ὑπὲρ τοῦ λαβεῖν, ἢ ὁ προῖκα ζητῶν λαμβάνει, παρὰ τὸ προΐκω, προΐξω, ὅθεν συναιρεῖται ἡ προῖξ, τουτέστι τὸ δῶρον· οὕτω γὰρ οἱ παλαιοὶ ἐχρῶντο, εἰ καὶ ὕστερον ἐπὶ γαμηλίου μερικεύεται δωρεᾶς. ἐκ δὲ τοῦ τοιούτου προΐκειν καὶ καταπροΐξεσθαι τὸ δοῦναί τι δωρεάν. (ῃερς. 354.) Ὅτι Ἀττικὸν σχῆμα εὐχῆς τὸ, θεὲ ἄνα, τὸν δεῖνά μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι. λείπει γὰρ κἀνταῦθα τὸ δὸς ἢ ποίησον ἢ εὔχομαι ἢ τοιοῦτόν τι. τὸ μέντοι ἐφεξῆς ἐντελῶς ἔχει· καί οἱ πάντα γένοιτο ὅσα φρεσὶν ᾗσι μενοινᾷ. (ῃερς. 356.) Ὅτι πτωχικῶς Ὀδυσσεὺς ἑαυτὸν χρώζων χερσὶν ἀμφοτέραις ἐδέξατο τὸν δοθέντα οὖλον ἄρτον καὶ τὸ χειροπληθὲς κρέας, καὶ κατέθηκεν (ῃερς. 357.) αὖθι ποδῶν προπάροιθεν ἀεικελίας ἐπὶ πήρης ὡς οἷα τραπέζης. ἤσθιε δὲ ὡς ὅτ' ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν. ὡς δὲ ὁ θεῖος ἀοιδὸς ἐπαύσατο, τότε δὴ ὡμάδησαν μὲν οἱ μνηστῆρες, Ὀδυσσεὺς δὲ περιϊὼν αὐτοὺς (ῃερς. 365.) ἐπτώχευσεν, ὡς ὁ τοῦ οἴκου δῆθεν δεσπότης Τηλέμαχος ἐκέλευσε (ῃερς. 363.) πρὸς ἀπόπειραν τῶν μνηστήρων. οὐ γὰρ μόνον ἀνέξεται κακῶς πάσχοντος τοῦ πατρὸς, καθὰ παρήγγελται, ἀλλ' ἰδοὺ καὶ ἐρεθίζει αὐτὸν εἰς προάγωνας τοῦ παθεῖν δεινῶς, ἵνα τάχιον ἡ τῶν μνηστήρων πανωλεθρία πραγματευθείη. (ῃερς. 360.) Ὅρα δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων, ὅτι ᾄδοντος μὲν τοῦ Φημίου, γέγονέ τις βραχεῖα ἡσυχία τῶν μνηστήρων, ὅτε καὶ ἔφαγεν Ὀδυσσεύς· ἴσως δὲ καὶ ἁρπαλέως, διὰ τὸ ἐπείγεσθαι· παυσαμένου δὲ τοῦ ἀοιδοῦ ὁ συνήθης βροντᾷ ὅμαδος. Ἀεικελίαν δὲ πήραν λέγει τὴν ὡς προϊστορήθη πυκνὰ ῥωγαλέην, καὶ φέρειν μέν τι ἀχρείαν καὶ τηρεῖν ἐντὸς, εὐφυῆ δὲ ὑπεστορέσθαι κατὰ γῆς ὡς εἰς τράπεζαν. (ῃερς. 358.) Τὸ δὲ ὡς ὅτ' ἀοιδὸς ἄειδεν ἀντὶ τοῦ ἕως ὅτου, καὶ δοκεῖ τὸ ˉωˉς τοῦτο πρωτότυπον εἶναι τοῦ ἕως, προλαβόντος Ἀττικῶς τὸ ˉε. τοιοῦτον δέ που ἐν Ἰλιάδι καὶ τὸ εἵως ἀντὶ τοῦ ὅπως, κἀκεῖνο γὰρ προτεθέντος μὲν τοῦ ˉε γέγονεν ἕως, εἶτα καὶ εἵως κατὰ διχρόνου ἐπένθεσιν. (ῃερς.

Intertext edge

Open linked passage

Note