Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
354.1.1
σθθ.) νῦν δ' ἐπεὶ ἀμφότεροι πολυήρατον ἱκόμεθ' εὐνὴν, κτήματα μὲν τά μοί ἐστι κομιζέμεν ἐν μεγάροισιν, ὅ ἐστι κόμιζε καὶ ἐπιμελοῦ· μῆλα δὲ, ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσομαι, τουτέστιν ἀκόντων ἀφέλωμαι, ἄλλα δ' Ἀχαιοὶ δώσουσιν, εἰσόκε πάντας ἐνιπλήσωσιν ἐπαύλους, ἤτοι σταθμοὺς, αὐλὰς, ἐπαύλεις. γράφεται δέ φασι καὶ μεσαύλους. οἱ μέντοι ἔναυλοι τί δηλοῦσιν, ἔστιν εὑρεῖν ἐν τῇ Ἰλιάδι. δῆλον δὲ ὅτι καὶ λόγοι ἔναυλοι παρὰ τὸν μουσικὸν αὐλὸν λέγονται οἱ πρόσφατοικαὶ ἀκοαῖς ἔτι ἐναυλούμενοι. (ῃερς.