Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
355.1.1
) εἰδώλων δὲ πλέον, τουτέστι πλῆρες, πρόθυρον, πλείη δὲ καὶ αὐλὴ, (ῃερς. 356.) ἱεμένων οὐ πρὸς ἥλιον, ἀλλὰ Ἔρεβόσδε ὑπὸ ζόφον· ὅ περ ὅμοιόν ἐστι τῷ, εἰς ἑσπέραν ἢ Ἅιδην. (ῃερς. 357.) ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς. καὶ οὕτω μὲν ὁ μάντις. αὐτοὶ δὲ καὶ πάλιν γελῶσιν, ὡς ῥηθήσεται. ταῦτα δὲ ὡς ἀπὸ ἡλίου ἐκλείψεως ὁ σοφὸς μάντις καθορᾷ, ὅτε καὶ αἵματι ἂν ἐῴκει τὰ τῆς φαύσεως τῶν ἀκτίνων, ὡς καὶ τοὺς τοίχους αἵματι δοκεῖν βάπτεσθαι καὶ κρέα δὲ τοιούτῳ φορύσσεσθαι βάμματι. καὶ αὐτοὶ δὲ ὡς ἐν νυκτὶ ἐδόκουν εἶναι διὰ τὸ τηνικαῦτα ζοφῶδες τοῦ ἀέρος. ἴσως δὲ καὶ τὸν μάντιν, φασὶν, εἰκὸς οἷον ἐνθουσιῶντα καὶ κάτοχον Ἀπόλλωνι θεοφορήτως προβλέπειν καὶ οὕτω προλέγειν ὡς τῷ οἴκῳ ἐμφανταζόμενα τὰ μικρὸν ὅσον ἐπισυμβησόμενα. εἰ δὲ οἱ μνηστῆρες θαυμάζουσιν ἀποροῦντες, διατί μὴ καὶ αὐτοὶ ὁμοίως διορῶσιν, ἔχουσιν ἀκοῦσαι καὶ αὐτοὶ, ὅτι ὀφθαλμοὺς μὲν, οἷς ὁρῶσι τὰ αἰσθητὰ, ἔχουσιν· ᾧ δὲ διορῶνται τὰ νοερὰ, οὐκ ἔχουσι. καὶ τῶν εἰδώλων δὲ ἡ ἔμφασις τὰς τῶν μνηστήρων ἐμφαίνει ψυχὰς ἰούσας ἤδη πρὸς Ἅιδου ζόφον. ἡ δὲ τοῦ ἡλίου ἔκλειψις, ὡς καὶ προδεδήλωται, οὐκ ἀπίθανος, οἷα γενομένη μὲν ἐν νουμηνίᾳ, οὐ γνωσθεῖσα δὲ ἑτέροις τισὶν ἀλλ' ἢ μόνῳ τῷ φιλοσόφῳ καὶ μαντικῷ Θεοκλυμένῳ, ὡς καὶ τὰ τοιαῦτα εἰδότι. καὶ μήν τινες τὸ, ἠέλιος οὐρανοῦ ἐξαπόλωλεν, οὐκ ἐνόησαν ἐπὶ τοῦ ἐκλιπεῖν, ἀλλ' ὅτι τοῖς μνηστῆρσιν ὁ ἥλιος ἤδη ἐπιλέλοιπεν ὡς τεθνηξομένοις, καθὰ καὶ Θεόκριτος ἥλιον πάντα δεδυκεῖν λέγει τῷ ἤδη θνήσκοντι. (ῃερς. 347.) Ἰστέον δὲ ὅτι τὸ, γναθμοῖς γελᾶν ἀλλοτρίοις, καὶ νῦν ἐπιπολάζει λέγεσθαι παροιμιακῶς. τοὺς γάρ τοι, ἐφ' οἷς μὴ ἄξιον γελῶντας ἐκ θυμοῦ ἢ ἀμηχανίας τινὸς, ξέναις φαμὲν γελᾶν παρειαῖς, ὥς περ καὶ τοὺς πρὸς βίαν ἐσθίοντας ἀλλοτρίοις ἐσθίειν γναθμοῖς, ὡς τῶν οἰκείων δῆθεν ὀκνούντων. καὶ ἔστιν ὁ τοιοῦτος γέλως ἕτερός τις παρὰ τὸν σαρδόνιον. καὶ ἄλλως δὲ φράσαι, τὸ μὴ κατὰ προαίρεσιν, μηδὲ ἡδέως ἐνεργοῦν μόριον, οὐδὲ μέλος οἰκεῖον εἶναι λογιζόμεθα· ὃ καὶ οἱ μνηστῆρες πάσχουσιν. ἔτι δὲ καὶ ἄλλως, σύμβολόν ἐστι τὸ ῥηθὲν τοῦ ἐξεστηκέναι τοὺς μνηστῆρας ἑαυτῶν ὡς οἷον μηδὲ ἐν σώμασιν εἶναι. διὸ καὶ ἀπηλλοτρίωνταί πως αὐτοί τε τῶν οἰκείων σωμάτων καὶ αὐτὰ ἐκείνων, ὡς δοκεῖν ὡς ἀλλοτρίοις γελᾶν γναθμοῖς. ὤσσοντο γὰρ ἤδη θάνατον αὐτοῖς αἱ ψυχαὶ καὶ ἁρμονίας φυσικῆς παράλυσιν καὶ μελῶν καὶ μερῶν ἀποξένωσιν. οὕτω καὶ τὸν μὴ μετὰ ἐπιθυμίας ἐσθίοντα στόματι ἀλλοτρίῳ φαμὲν ἐσθίειν. καὶ ὁ ἐν λόγοις δὲ παρήκοος ὅμοιόν τι σκωφθείη ἂν κατὰ τῆς ἀκοῆς. οὕτω δὲ καὶ δι' ἐλπίδα κακοῦ τινὸς βάδην περιπατῶν καὶ ὡς οὐκ ἂν ἐθέλῃ. καὶ χεῖρα δέ τις ἐπιβαλὼν ἔργῳ πρὸς βίαν ἀλλοτρίᾳ εἴποι ἂν χειρὶ πρᾶξαι. οὐκ ἀφέξεται δὲ τοιαύτη ἔννοια οὐδὲ ὀφθαλμοῦ, ὅτε βλέπει ἃ μὴ βούλεται. ἴσως δὲ τὸ, γναθμοῖς ἐγέλων ἀλλοτρίοις, καὶ ὅμοιόν ἐστι τῷ, ἀχρεῖον ἐγέλασεν, ὃ ἐπὶ τῆς Πηνελόπης εἴρηται. Τὸ δὲ γελοίων πλεονασμὸν ἔχει τοῦ ἰῶτα, ὡς ἀπὸ τοῦ γελόων, ἤγουν ἐγέλων γενόμενον· ἔστι γὰρ γελόω ῥῆμα, ὡς ὁρόω, βοόω καὶ τὰ τοιαῦτα. διὸ καὶ γελόωντες ἐρεῖ ἐν τοῖς ἑξῆς· καὶ, αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι· καὶ προϊὼν δὲ αὖθις γελοίωντες εἴποι κατὰ ὅμοιον πλεονασμὸν, οἷα μὴ ἔχων εἰπεῖν γελώωντες μετὰ ἐκτάσεως τῆς λˉο συλλαβῆς. τὰ γὰρ διὰ τοῦ ˉώˉω ὑπὲρ δύο συλλαβὰς βαρύτονα μακροῦ θέλει ἔχειν τὴν προπαραλήγουσαν, ὡς τὸ μαιμώω, ἡβώω. τὸ δὲ γελόω βραχείᾳ συλλαβῇ προπαραλήγεται· ὅθεν διὰ προσθήκης τοῦ ἰῶτα ἡ τῆς παραληγούσης ἔκτασις γίνεται ὁμοίως τῷ, ἠγνόησαν, ἠγνοίησαν, καὶ τῷ, ἀλοῶ, ἀλοιῶ· οἷον, ὀστέον ἄχρις ἀπηλοίησε, καὶ τοῖς τοιούτοις. (ῃερς. 348.) Αἱμοφόρυκτα δὲ κρέα τὰ αἱμοβαφῆ, ὁποῖα καὶ τὰ ὠμά. συγκέκοπται δὲ ἡ λέξις ἐκ τοῦ αἱματοφόρυκτα· ἄλλως γὰρ παρὰ τὸ αἷμα αἱμαφόρυκτα ὤφειλεν εἶναι. τοιοῦτον δὲ καὶ τὸ αἱμόῤῥυτον καὶ τὸ αἱμοβαφὲς καὶ αἱ παρὰ τῷ Λυκόφρονι αἱμόφυρτοι μάχαι. δῆλον δὲ καὶ ὅτι τὰ αἱματηρὰ σύμβολα οὐδέν τι δηλοῦσιν αἴσιον, οὔτε τὴν ἐπ' ἀληθείᾳ, οὔτε τὰ κατὰ ἔμφασιν· ὧν τοῦ μὲν δήλωσις αἱ ἐν Ἰλιάδι αἱματόεσσαι ψιάδες καὶ τὰ κατ' αὐτὰς, τοῦ δὲ ἡ ἐνταῦθα μαντικὴ θεωρία. συμφωνεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ παροιμία λέγουσα ἐπὶ τῶν ἀδυνάτων τὸ, πρότερον αἷμα ὕσει ἤ περ δηλαδὴ τόδε τι γενήσεται. (ῃερς. 352.) Τὸ δὲ εἰλύαται ἀντὶ τοῦ, κεκαλυμμέναι εἰσὶν, ὡς ἀπὸ τοῦ εἰλύω· ἀφ' οὗ καὶ τὸ ἐπειλύω καὶ εἰλυὸς ὁ φωλεός. τὸ μέντοι εἰλύω ἐκ τοῦ εἰλῶ γίνεται κατὰ παραγωγήν. ἔοικε γάρ πως κρύψει καὶ ἡ εἴλησις. (ῃερς. 353.) Τὸ δὲ, οἰμωγὴ δέδηε, τὸν ἐκ πολέμου δηλοῖ θρῆνον. ἀπὸ τοῦ δαίω γὰρ τὸ δέδηεν, ὅθεν καὶ δαῒς καὶ δηῒς ὁ καυστερὸς πόλεμος, εἴτουν πυρόεις, ἤδη δὲ καὶ πύρινος κατὰ τὸ, πύρινος πόλεμος σφοδρὸς πάνυ Ῥωμαίων πρὸς Κελτίβηρας καὶ ἀδιάλειπτος. (ῃερς. 354.) Περὶ δὲ τοῦ ἐῤῥάδαται, οὗ ῥάζω τὸ θέμα, καὶ τίνες αἱ μεσόδμαι, προδεδήλωται ἐν τῷ ῥάσατε. δῆλον δ' ὅτι ὁ τὸ ἐρηρέδαται γνοὺς, ὃ ἐν τοῖς φθάσασιν ἐδηλώθη, ἐκεῖθεν εἴσεται καὶ τὴν κίνησιν τοῦ ἐῤῥάδαται. Ἡρακλείδης δὲ ἀκριβέστερόν τι τῶν ἐκεῖ γεγραμμένων παραδιδοὺς διὰ καθαροῦ ἐκφέρεσθαι λέγει πληθυντικὰ Ἰωνικὰ κατὰ τὴν παρατέλευτον, τὸ κεκλέαται, νενοέαται, εἵαται διὰ διφθόγγου, καὶ ἥαται διὰ τοῦ ἦτα, καὶ ὅσα τοιαῦτα, ὧν καὶ ἡ Ἰλιὰς μέμνηται. ὅσα δὲ τῇ δᾶ συλλαβῇ παραλήγονται, σύμφωνον πρὸ τοῦ ἄλφα ἔχειν φησὶν ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος. τοῦτο δὲ ἐπὶ μὲν τοῦ ἐρείδω ἐρηρέδαται ὀρθῶς εὐοδοῦται· ἐπὶ δὲ τοῦ ὀνομάζω ὠνομάδαται, καὶ ῥάζω ἐῤῥάδαται οὐκ ἄλλως ἂν ἔχοι ἀληθεύειν, εἰ μὴ διὰ τὴν τοῦ ˉζ πρὸς τὸ ˉδ συγγένειαν τὴν μυριαχοῦ φαινομένην, ἵνα ᾖ ὥς περ ἐξ ὀρθοῦ ἐρείδω ἐρηρέδαται, οὕτω καὶ ἐκ τοῦ δῆθεν ὀνομάδω καὶ ῥάδω ὠνομάδαται καὶ ἐῤῥάδαται. λέγει δ' ἐκεῖνος καὶ ὡς οὐκ ἔστιν ἀπὸ τοῦ ῥαίνω γενέσθαι τὸ ἐῤῥάδαται. ἦν γὰρ ἄν, φησιν, ἐῤῥάναται τοῖχοι, ἵνα ἦν πρὸ τοῦ ταˉι τὸ ˉν τὸ ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος, ὡς καὶ ἐπὶ τοῦ ἐρηρέδαται. (ῃερς. 358.) Ὅτι μαντευσαμένου, ὡς ἐῤῥέθη, τοῦ Θεοκλυμένου οἱ μνηστῆρες πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασαν. (ῃερς. 360.) Εὐρύμαχος δὲ καὶ λαλεῖ σκωπτικῶς τὰ εἰκότα εἰπών· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν ἐλθὼν, ὡς εἴ περ δηλαδὴ πάλαι ἦν ἐλθὼν, ἐφρόνει ἂν ἡμῖν συναναστραφείς. ἀλλά μιν αἶψα νέοι δόμου ἐκπέμψασθε θύραζε εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει. καὶ ὁ Θεοκλύμενος, (ῃερς. 364.) Εὐρύμαχέ, φησιν, οὔ τί σε ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω (ῃερς. 366.) καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικὴς, ὥστε δηλαδὴ καὶ ἀφραίνειν με. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τὸ μὲν οὔ τις ὑπεκφύγῃ οὐδ' ἀλέαιτο ἀνδρῶν, οἳ ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. (ῃερς. 372.) καὶ ὁ μὲν οὕτως εἰπὼν ἐξῆλθε καὶ ἀφίκετο εἰς τὸν προῤῥηθέντα Πείραιον· ἀποστερήσας μὲν συμμάχου τὸν Ὀδυσσέα, δηλώσας δὲ ὅμως τῷ Ὀδυσσεῖ, ὅ περ ἐκεῖνος ἤθελε. καὶ εἶχε μὲν ὁ ποιητὴς μεθοδεῦσαι, παραμεῖναι τῇ μάχῃ καὶ τὸν Θεοκλύμενον, οὐκ ἐθέλει δὲ, μὴ καὶ δόξῃ Ὀδυσσεὺς περιγενέσθαι τῶν μνηστήρων πλήθει συμμάχων. εἰπὼν οὖν ὁ μάντις ὅσα φίλα τῷ Ὀδυσσεῖ, ἄπεισι· καὶ οἱ μνηστῆρες πάλιν γελῶσιν, Ὁμήρου καὶ τοῦτο πιθανῶς πρὸς τῷ τέλει τῶν κατ' αὐτοὺς πλάσαντος, ἵνα ὄλεθρος αὐτοῖς ἐπέλθοι μὴ ὅτι γε κακόν τι καραδοκοῦσιν, ἀλλὰ καὶ μᾶλλον ἐπεγγελῶσιν εἴ τι κακὸν ἀκούσουσι. διὸ καὶ παρασημειώσεται ἐν τῷ τέλει τῆς ῥαψῳδίας, ὅτι τὸ μὲν δεῖπνον αὐτοῖς γέλωτας εἶχεν, ὁ δὲ δόρπος οὐκ ἦν εὔχαρις. (ῃερς. 361.) Ὅρα δὲ τὸ, ἐκπέμψασθε θύραζε, παθητικῶς νῦν λεχθέν· ἐν ἄλλοις γὰρ καὶ ἐνεργητικῶς φράζεται. (ῃερς. 365.) Ἐν δὲ τῷ, εἰσί μοι ὀφθαλμοὶ καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος, καὶ ἀστεῖος καὶ γοργὸς ὁ λόγος. λέγει γὰρ, ὅτι εἰσί μοι ὀφθαλμοὶ ὥστε οὐκ ἐθέλω πομπῆας· εἰσί μοι οὔατα, διὸ ἀκούσας, ὡς ἐκπέμπομαι, ἄπειμι· εἰσί μοι καὶ πόδες ἄμφω, οὐ μὴν εἷς, ὥστε καὶ οὕτω πομποῦ τε οὐ δέομαι καὶ ἔξειμι δὲ θύραζε βαδιστικῶς· ἔστι δέ μοι καὶ νόος, οἷα μὴ ἀφραίνοντι, δι' οὗ νοέω κακὸν, ἐξ οὗ πάντες οἰχήσεσθε. Ἰστέον δὲ ὅτι τὸ οὔατα Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ ˉυ· εὐθεῖα γὰρ αὐτοῦ ἑνικὴ ὄας καθ' Ἡρῳδιανὸν, ὡς φόας. διὸ καὶ συναιρεθέντα εἰς φῶς καὶ ὦς, ἃ δὴ μόνα ἐν οὐδετέροις εἰς ˉωˉς λήγει, διὰ τοῦ ταˉυ κλίνεται. (ῃερς. 366.) Τὸ δὲ, οὐδὲν ἀεικὴς, πρὸς τὸ τετυγμένος κολλᾶται, ἵνα εἴη νοῦς οὐ τετυγμένος ἀεικής. Καὶ σημείωσαι, ὡς ἔνθα κεῖται μόνον τὸ τετύχθαι ἢ τὸ τετυγμένος, τοιοῦτόν τι καὶ ἐκεῖ ἔξωθεν προσυπακούεται· οἷον τετύχθαι, οὐδὲν ἀεικῶς, καὶ τετυγμένα, οὐδὲν ἀεικῆ· ἵνα εἴη ταυτὸν τὸ εὔτυκτος καὶ τὸ τετυγμένος οὐδὲν ἀεικής. (ῃερς. 368.) Τὸ δὲ, οὐχ' ὑπεκφύγῃ οὐδ' ἀλέαιτο, τὴν αὐτὴν δηλοῦσιν ἔννοιαν, διπλωθεῖσαν πρὸς ἔνδειξιν τῆς τῶν μνηστήρων πανωλεθρίας. (ῃερς. 370.) Τὸ δὲ, ἀτάσθαλα μηχανάασθε, διὰ σαφήνειαν ἐσχημάτισται· ἄλλως γὰρ ἦν εἰπεῖν καὶ ὅτι οὔ τις ὑπεκφύγῃ ἀνδρῶν, οἳ ἀτάσθαλα μηχανόωνται. (ῃερς. 362.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει, ἐοίκασι νομίζειν οἱ μνηστῆρες οἴνῳ σφάλλεσθαι τὰς ὄψεις τῷ Θεοκλυμένῳ. ἐπεὶ καὶ ἀληθῶς πλανᾷ ὁ πολὺς οἶνος τὰς τῶν μεθυόντων ὄψεις, ὡς καὶ πρὸ τούτων γέγραπται. καὶ τοῦτο δηλῶν Ἀνάχαρσις ἠστεΐσατο ἐν συμποσίῳ τὸ περιφερόμενον. ἀκούσας γὰρ ὑπό του τῶν συμπινόντων, ὡς αἰσχρὰν γυναῖκα γεγάμηκεν, ἔφη· πάνυ γε κἀμοὶ δοκεῖ· ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω· δεικνύς, φασιν, ὡς ψευδεῖς δόξαι τοῖς μεθύουσιν ἕπονται. (ῃερς. 375.) Ὅτι ἠθοποιῶν Ὅμηρος, τί ἂν εἶπον οἱ γελοιασταὶ μνηστῆρες κατὰ τῶν τοῦ Τηλεμάχου ξείνων, πρῶτα μὲν θαυμάζειν αὐτοὺς ἔφη ἐπὶ τοῖς ξείνοις τοῦ Τηλεμάχου γελόωντας· εἶτα φησὶν, ὡς οὕτως ἄν τις εἶπε· Τηλέμαχε, (ῃερς. 376.) οὔ τις σεῖο κακοξεινώτερος ἄλλος, ἤγουν κακῶν ξείνων ὑποδοχεύς· οἷον μέν τινα τοῦτον ἔχεις ἢ ἄγεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλ' αὕτως ἄχθος ἀρούρης. ἄλλος δ' αὖ οὗτος ἀνέστη μαντεύεσθαι. (ῃερς. 381.) καὶ ἐπεὶ οὐδέν τι πλεῖον εἰπεῖν ἔχει τῶν ἤδη σκωπτικῶς ἐπὶ τῷ Θεοκλυμένῳ ῥηθέντων, ἐπάγει κερδαλέαν ἀξίωσιν ταύτην· ἀλλ' εἴ μοι πείθοιο, τό κεν πολὺ κέρδιον εἴη· τοὺς ξένους ἐν νηῒ βαλόντες ἐς Σικελοὺς πέμψωμεν, ὅθεν καί τοι ἄξιον ἄλφοι. καὶ αὐτοὶ μὲν οὕτως. (ῃερς. 384.) ὁ δ' οὐκ ἐμπάζετο μύθων· πάνυ γὰρ ἤδη περιφρονεῖ αὐτούς. (ῃερς. 385.) ἀκέων δὲ πατέρα προσδέρκεται, πότε ἂν μάχης κατάρξηται, ἣν καὶ ἐκεῖνος ἤδη σκέπτεται. (ῃερς. 381.) Σημείωσαι δὲ ὡς οἱ μὲν μνηστῆρες οὕτως ἐξουθενοῦσι τὸν ξεῖνον Ὀδυσῆα· αὐτὸς δὲ, ὅτε διοϊστεύσει τοῦ σιδήρου, ἐρεῖ· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐλέγχει καὶ τὰ ἑξῆς. Περὶ δὲ τῆς γραφῆς τοῦ κακοξεινότερος εἴτε διὰ τοῦ ˉω μεγάλου εἴτε καὶ διὰ μικροῦ ἡ προπαραλήγουσα, ἱκανῶς ἑτέρωθι προδεδήλωται. (ῃερς. 377.) Ἐπίμαστος δὲ ὁ ἐπαίτης ὡς τροφὴν μαστεύων, ὅ ἐστιν ἐπιζητῶν. διὸ ἑρμηνεύων ἐπάγει· σίτου καὶ οἴνου κεχρημένος, οὗ ἀνάπαλιν ἔχει ὁ σίτου καὶ οἴνου κεκορημένος. (ῃερς. 379.) Ἔμπαιος δὲ ὁ ἔμπειρος καὶ ἐντριβὴς, παρὰ τὸ παίω, ὁ πολλοῖς δηλαδὴ προσπεπαικὼς πράγμασι. καὶ νῦν μὲν ἐν ἀρχῇ στίχου ἡ λέξις κειμένη δόξοι ἂν συστέλλειν τὴν παραλήγουσαν κατὰ λόγον δακτύλου ποδός· ἐν δὲ τῇ ἑξῆς ῥαψῳδίᾳ ἐν τῷ, κακῶν ἔμπαιος ἀλήτης, ἔκδηλος ἡ διὰ διφθόγγου γραφή· διὸ καὶ ἐνταῦθα οὕτω γραπτέον καὶ μετρητέον τὴν λέξιν κατὰ πόδα σπονδεῖον ἐκ συνιζήσεως. Τὸ δὲ, ἄχθος ἀρούρης, παροιμιῶδες μέν ἐστιν· ὑποδηλοῖ δὲ τὸν βουγάϊον. (ῃερς. 383.) Ἐν δὲ τῷ, ἐς Σικελοὺς πέμψωμεν, ὅρα ὡς ἐγίνωσκον οἱ παλαιοὶ τοὺς Σικελούς. διὸ εἴ περ ἐκεῖ πλανᾶσθαι τὸν Ὀδυσσέα ἱστορικῶς ἐδόξαζε καὶ ὁ ποιητὴς, εἶχεν ἂν ἐπισημήνασθαι καὶ οὐκ ἂν ἐσίγησε. νῦν δὲ, ὡς καὶ προεῤῥέθη, ἑκὼν τερατευόμενος ποιητικώτερον, ἐξετόπισε τὴν πλάνην. καὶ ἐν τοῖς ἑξῆς δὲ Σικελὴ γραῦς ἱστορεῖται γυνὴ τοῦ Δολίου. διαφορὰν δέ τινές φασι Σικελιωτῶν καὶ Σικελῶν τὸ τοὺς μὲν Ἕλληνας, τοὺς δὲ βαρβάρους εἶναι. φησὶ γοῦν Αἴλιος Διονύσιος, ὅτι Ἰταλοὶ μὲν οἱ βάρβαροι, Ἰταλιῶται δὲ οἱ ἐπῳκηκότες Ἕλληνες τὴν Ἰταλίαν. οὕτω καὶ Σικελοί φησι καὶ Σικελιῶται διαφέρουσιν. οὐκέτι δὲ ἀνάλογον Θεσσαλοί, φησι, καὶ Θεσσαλιῶται πρὸς ἀλλήλους ἔχουσιν, ἀλλ' ἐκ τοῦ ἐναντίου σχεδόν. ἔθνος γάρ τι τῶν ὑπεροικούντων τὴν Θεσσαλίαν βαρβάρων Θεσσαλιῶται καλοῦνται. Ἰστέον δὲ ὅτι οἱ Σικελοὶ καὶ Σικανοὶ δοκοῦσι λέγεσθαι, ἐπεὶ καὶ Ἡρόδοτος Σικανίαν ἔοικε τὴν νῦν Σικελίαν λέγειν. Διόδωρος μέντοι διαφορὰν τούτων οἶδεν ἐν οἷς λέγει, Σικανῶν καὶ Σικελῶν. Τὸ δὲ, ἄξιον ἄλφοι, ἢ οὐδετέρως ἀντὶ τοῦ, εὑρήσει τὸ ἄξιον, ἤγουν τὴν ἀξίαν τιμὴν, ἢ κατὰ γένος ἀρσενικὸν ἐλλειπτικῶς. τὸ γὰρ τέλειον, ἄξιον ὦνον ἄλφοι, ὡς καὶ ἀλλαχοῦ ἔκειτο. Ὅτι δὲ τὸ ἄξιον καὶ ἐπὶ τοῦ εὐώνου ἔκειτο παρὰ τοῖς ὕστερον Ἀττικοῖς, δηλοῖ σαφῶς καὶ ὁ κωμικὸς ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἀξιωτέρας ἀφύας, ἤγουν εὐωνοτέρας. δῆλον δὲ ὅτι πρὸς ἐκφόβησιν ἐνταῦθα ἐξεφωνήθησαν οἱ Σικελοὶ, ὡς καὶ πρὸ τούτων ὁ Ἔχετος τῷ Ἴρῳ. εἰκὸς δὲ καὶ ἐμπορικοὺς τὰ τοιαῦτα εἶναι τοὺς Σικελοὺς, ἴσως δὲ καὶ ἀνδραποδιστάς. (ῃερς. 387.) Ὅτι ἀναγκαίως ἡ σοφὴ Πηνελόπη κατάντηστιν θεμένη περικαλλέα δίφρον ἀνδρῶν ἐν μεγάροις ἑκάστου μῦθον ἄκουε. πλάττει δὲ ὁ ποιητὴς τοῦτο ἐπίτηδες, ἵνα μαθοῦσα τὰ λαλούμενα ἐπισπεύσῃ τὸν διὰ τῶν πελέκεων ἄεθλον, καὶ οὕτω γένηται τὸ ἔργον τάχιον. Τὸ δὲ κατάντηστιν δηλοῖ μὲν τὸ ἀντικρύ, φασι, τοῦ ἀνδρεῶνος. πλεονασμὸν δὲ τοῦ σίγμα ἔχει ὁμοίως τῷ, προμνηστῖνοι, διὰ τὸ καλλιφωνότερον. ἄλλως γὰρ οὐκ ἀναγκαίως ἔχει τὸ σίγμα, ὡς δηλοῖ καὶ τὸ, ἐνάντητος ἐδωδή· καὶ τὸ δυσάντητος, καὶ εἴ τι ἄλλο τοιοῦτο. (ῃερς. 390.) Ὅτι προαναφωνῶν οἷα πείσονται πρὸς ἑσπέραν οἱ μνηστῆρες φησί· δεῖπνον μὲν τοί γε γελοίωντες τετύκοντο ἡδύ τε καὶ μενοεικὲς, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν· δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, οἷον δὴ τάχ' ἔμελλε καρτερὸς ἀνὴρ θήσειν καὶ ἡ παρ' αὐτῷ Ἀθηνᾶ φρόνησις. πρότεροι γάρ, φησιν, ἀεικέα μηχανόωντο· οὗ ἕνεκεν δηλαδὴ καὶ ὤλοντο οἷα κακῶν προκατάρξαντες. (ῃερς. 391.) Καὶ ὅρα τὸ, ἐπεὶ μάλα πολλὰ ἱέρευσαν· ἐξ ὧν οὐ μόνον τὸ δεῖπνον ἡδὺ καὶ μενοεικὲς, ἀλλὰ καὶ αὐτοὶ ἡδὺ γελόωντες διά τε τὸν κόρον, ὡς καὶ προδεδήλωται, καὶ διὰ τὴν ὡς εἰκὸς μέθην· ἃ δὴ καὶ αὐτὰ ἔχει τι συλλαβέσθαι τοῖς μνηστῆρσιπρὸς τὴν ῥηθεῖσαν ὠχρίασιν καὶ τὸ ἄλλως εἰδεχθὲς, ἅ περ ὁ Θεοκλύμενος παρεσημειώσατο. (ῃερς. 390.) Τὸ δὲ, γελοίωντες τετύκοντο, βέλτιον οὕτω γράφειν. εἰ δέ που γράφεται γελώωντες διὰ τῶν δύο μεγάλων ˉω, νοητέον τὴν οˉι δίφθογγον τοῦ γελοίωντες τραπῆναι εἰς ˉω μέγα ὁμοίως τῷ, ἀγκώνη, ἀγκοίνη, καὶ τοῖς ὁμοίοις. (ῃερς. 392.) Ἀχαρίστερον δὲ τὸ ἀηδέστερον· οὗ ὁ τύπος ὡς τὸ λαλίστερον καὶ κλεπτίστερον. δῆλον δὲ ὅτι ἀντίκειται τὸ ἡδὺ, τουτέστι τὸ χαρίεν, πρὸς τὸ ἄχαρι· διὸ καὶ ἐνταῦθα ἡδὺ μὲν τὸ δεῖπνον, ὁ δὲ δόρπος ἄχαρις. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Πηνελόπη τῷ τείνοντι τὸ τόξον ὁμολογεῖ τὸν ἑαυτῆς γάμον. Ὀδυσσεὺς δὲ Εὐμαίῳ καὶ Φιλοιτίῳ ἐντειλάμενος περὶ τῆς τῶν θυρῶν ἀσφαλείας αὐτὸς ἀφίησι τὸ βέλος διὰ τῶν πελέκεων, ἄλλου τεῖναι τὸ τόξον μὴ δυνηθέντος. ΟΔΥΣΣΕΙΑΣ Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (ῃερς. 1.) Ὅτι ἐξ ὧν, ὡς ἀνωτέρω ἐῤῥέθη, ἔγνω ἡ Πηνελόπη κατάντηστιν καθημένη ἀνδρῶν, φρονεῖ διὰ τῆς κατ' ἀλληγορίαν ἐν αὐτῇ Ἀθηνᾶς, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. (ῃερς. 3.) διὸ ἐκ τοῦ, τόξον θέμεν, τόξου θέσις ἡ παροῦσα ῥαψῳδία ἐπιγράφεται. Πολιὸς δὲ σίδηρος ὁ λευκός, φασι, τῇ σμήξει, ἢ ὁ πολιτικὸς, ἢ ὁ ἔντιμος, ἢ ὁ πολὺς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται σαφέστερον. λέγει δὲ νῦν σίδηρον τοὺς προῤῥηθέντας πελέκεας. (ῃερς. 4.) Τὸ δὲ ἀέθλιον οὐχ' ὑποκοριστικὸν ἀλλὰ παράγωγον, ὁμοίως τῷ, ἴσχνος ἴσχνιον. μετ' ὀλίγα οὖν ἐρεῖ· λιπόντες ἄεθλον. προαναφώνησις δὲ τὸ, καὶ φόνου ἀρχὴν, ἵνα λέγῃ ὅτι οὐκ ἄεθλός ἐστι τὸ τόξον, ὡς ἡ Πηνελόπη καὶ οἱ μνηστῆρες ἐλπίζουσιν, ἀλλὰ φόνου καταρχή. νοεῖ δὲ διὰ τῆς Ἀθηνᾶς ἡ Πηνελόπη χρῆναι ἤδη θέσθαι τόξον ἐπὶ γάμῳ, μὴ καὶ τραχυνομένων τῶν τε μνηστήρων τοῦ τε Τηλεμάχου μέγα τι γένηται κακόν. (ῃερς. 6.) Ὅτι ἐν τῷ, εἵλετο δὲ κληῗδ' εὐκαμπέα χειρὶ παχείῃ καλὴν, χαλκείην, κώπη δ' ἐλέφαντος ἐπῆν, ἀρχαϊκὸν εἶδος κληῗδος φράζει, καὶ οὐ κατὰ τὰ ὕστερον τρυπώμενα εἰς πολλὰς ὀπάς. ἔστι δὲ καὶ τοιούτων κληΐδων μέχρι καὶ νῦν χρῆσις, δι' ὀπῆς θύρας ἐνειρομένων καὶ μεταγουσῶν τὴν ἔνδον σειρὰν ἐπὶ ἀνοίξει τῆς θύρας. (ῃερς. 7.) Χαλκείην δὲ οὐ τὴν ἐκ σιδήρου κατὰ τὸ, χάλκεα ὅπλα, ἀλλὰ τὴν αὐτόχρημα χαλκῆν. διὸ καὶ καλὴν αὐτὴν ἔφη, ὃ καὶ μᾶλλον προκαλεῖται γραφὴν ἑτέραν τὴν ἔν τισιν ἀντιγράφοις, ἤγουν τὸ, καλὴν χρυσείην. χρυσῷ γὰρ μάλιστα οἰκεῖον τὸ καλόν. (ῃερς. 6.) Σημείωσαι δὲ τὴν κληῗδα κἀνταῦθα ἐκτείνουσαν τὸ παραλῆγον δίχρονον, ὡς καὶ ἐν τῷ, ναῦς πολυκλήϊς καὶ ταῖς ἀπὸ τούτων κινήσεσι. (ῃερς. 7.) Κώπην δὲ ἐλεφαντίνην τὴν λαβὴν λέγει, τοιαύτην οὖσαν διὰ τὸ τιμιώτερον· αἱ γὰρ λοιπαὶ ξύλινοι, ὡς εἰκός. οὔκουν ἐπὶ ξίφους μόνου ἡ κώπη, ἀλλ' ἰδοὺ καὶ ἐπὶ τῆς δρεπανοειδοῦς ταύτης κληῗδος τῆς καὶ διατοῦτο εὐκαμπέος ῥηθείσης· ἐπεὶ καὶ δρέπανόν που πρὸ τούτων εὐκαμπὲς ἔφη ὁ ποιητής. (ῃερς. 6.) Τὸ δὲ, χειρὶ παχείῃ, ἁπλῶς οὕτω κεῖται παραῤῥιφὲν ἐπὶ τῇ Πηνελόπῃ· ἀνδρὶ γὰρ μᾶλλον γενναίῳ ἐπιπρέπει ἡ παχεῖα χεὶρ, γυναικὶ δὲ τὸ λευκώλενον καὶ ῥοδόπηχυ καὶ εἴ τι τοιοῦτον. διὸ καὶ κατὰ ἀκυρολεξίαν οἱ παλαιοὶ ἐνταῦθα κεῖσθαι τὴν λέξιν φασὶν, ὡς καὶ ἐν Ἰλιάδι πλατύτερον δεδήλωται. (ῃερς. 2.) εἰ δὲ δαΐφρων ἡ Πηνελόπη ἐῤῥέθη που ὡς ἀνδρεία γυνὴ, ἁρμόττει ἂν αὐτῇ διατοῦτο καὶ ἡ παχεῖα χεὶρ διὰ τὸ τοῖς ἀνδρείοις τοιαῦτα ὡς ἐπιπολὺ τὰ ἀκρωτήρια εἶναι. (ῃερς. 9.) Ὅτι θάλαμος ἔσχατος καὶ ἐνταῦθα τὸ ταμιεῖον· ὃ καὶ βασιλικόν ἐστι διὰ τὸν βασιλέα Ὀδυσσέα, ἐν ᾧ, φησὶ, κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος· οἷς ἀνάλογον καλὴ καὶ ἡ κλείς. (ῃερς. 11.) ἔνθα δὲ τόξον ἔκειτο παλίντονον, περὶ οὗ καὶ Ἰλιὰς δηλοῖ, ἠδὲ φαρέτρη ἰοδόκος. (ῃερς. 12.) πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί. πλάττει δὲ μετ' ὀλίγα ἐν τῷ τοιούτῳθαλάμῳ καὶ ὑψηλήν τινα σανίδα, (ῃερς. 51.) ἔνθα χηλοὶ ἕστασαν· οὐ μεγάλαι δηλαδή τινες· ἐν αἷς θυώδεα εἵματα ἔκειτο, κειμηλιούμενα δηλαδὴ καὶ αὐτά. (ῃερς. 10.) εἰ καὶ ὁ ποιητὴς ἐν τῷ, χαλκός τε χρυσός τε καὶ σίδηρος, ἐσίγησεν αὐτὰ, ὥς περ ἴσως καὶ ἄργυρον καὶ ἕτερά τινα, οἷα δηλῶν κἀνταῦθα ἐξ ὀλίγων τὸ πᾶν. ἐπὶ ταύτης δὴ τῆς σανίδος βᾶσα ἡ Πηνελόπη, (ῃερς. 53.) ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ἑζομένη δὲ καταῦθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος. (ῃερς. 57.) ἐπεὶ δὲ τάρφθη πολυδακρύτοιο γόοιο διὰ τὴν, ὡς εἰκὸς, ἀνάμνησιν τοῦ ἀνδρὸς, ἦλθεν εἰς τοὺς μνηστῆρας τόξον ἔχουσα ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην, (ῃερς. 60.) ᾗ καὶ πάλιν λέγει πολλοὺς ὀϊστοὺς εἶναι, παρασημειούμενος τὸ πλῆθος διὰ τὸ ἀναγκαιότατον ἐν τοῖς ἑξῆς εἶναι. (ῃερς. 11.) Οἰκονομικῶς δέ, φασιν, ἐν θαλάμῳ τὸ τόξον ἀπέκειτο, ἵνα τε μὴ ἀπόληται κείμενον ἐν τῷ ἀνδρῶνι πρᾶγμα τοῦτο, οὗ μάλιστα χρῄζει ὁ νῦν καιρὸς, καὶ ἵνα μή τι πάθῃ ἀμεληθὲν ἢ περὶ τὴν νευρὰν ἢ κατά τι ἕτερον μέρος· πρὸς δέ γε τὸ πιθανῶς φαινόμενον ἀπόκειται τὸ τοιοῦτον τόξον ὡς ξένιον ἐπὶ μνήμῃ φιλίας κατὰ ἔθος ἀρχαῖον. πόθεν δὲ τῷ Ὀδυσσεῖ περιῆλθεν εἰς ξένιον, ἐφεξῆς μετ' ὀλίγα ῥηθήσεται. (ῃερς. 9.) Τὸ δὲ, κειμήλια κεῖτο, ἐτυμολογικῶς λαλεῖται. (ῃερς. 10.) Πολύκμητος δὲ σίδηρος ἴσως μὲν ὁ ἀκατέργαστος, περὶ ὃν πολλὰ ἔστι καμεῖν, μάλιστα δὲ ὁ εἰς ἔργα χαλκευθεὶς πολλῷ καμάτῳ. εἰ δὲ καὶ στονόεντα ξίφη εἰσὶ τὰ τοιαῦτα ἔργα, λέγεται τὰ τοιαῦτα πολύκμητος σίδηρος, δι' οὗ πολλοὶ ἂν κάμοιεν, ὅ ἐστι θάνοιεν, κατὰ τὸ, εἴδωλα καμόντων. (ῃερς. 12.) Τὸ δὲ ἰοδόκος ἴσως παροξύνεται διὰ τὸ μὴ δηλοῦν πάθος ὁποῖόν τι καὶ ἡ πρωτότοκος γυνὴ καὶ ἕτερα τοιαῦτα. Τὸ δὲ, πολλοὶ δ' ἔνεσαν ὀϊστοὶ, δηλωτικόν ἐστι τοῦ, τίνα λέγει φαρέτραν, ὅτι δηλαδὴ τὸ δοχεῖον τῶν ὀϊστῶν· ὃ φθάσας διὰ μιᾶς ἐδήλωσε λέξεως, ἰοδόκον εἰπών. (ῃερς. 51.) Χηλοὶ δὲ καὶ ἐνταῦθα τὰ κιβώτια, ὡς καὶ ἐν Φαιακίᾳ. Θυώδεα δὲ πόθεν γίνεται, προδεδήλωται. (ῃερς. 53.) Τὸ δὲ ὀρεξαμένη ἀντὶ τοῦ ἁπλώσασα, ἀναταθεῖσα· ἐξ οὗ καὶ ὀργυιοῦσθαι παρὰ Λυκόφρονι. Ἐκ πασσάλου δὲ τόξον αἴρεται, διότι καὶ πασσάλου ἀπῃώρηται, ὁμοίως τῇ προδεδηλωμένῃ τοῦ Δημοδόκου φόρμιγγι. (ῃερς. 54.) Τὸ δὲ, αὐτῷ γωρυτῷ, Ἀττικῶς ἀντὶ τοῦ σὺν αὐτῷ γωρυτῷ. ἔστι δὲ γωρυτὸς, ὥς που καὶ προεδηλώθη, ἡ τοῦ τόξου θήκη, ὡς χωροῦσα τὸ ῥυτὸν, ὅ ἐστιν ἑλκυστὸν τόξον, ἵνα ᾖ χωρυτὸς, καὶ μεταλήψει τοῦ γάμμα γωρυτός. δῆλον δὲ ὡς προϋπόκειται, καθὰ τοῦ ῥύσαι τόξον τὸ ἐρύσαι· ὡς Ἀγαθίας· κραταιαὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· οὕτω καὶ τοῦ ῥυτοῦ τὸ ἐρυστόν· ὅθεν ἀφαιρέσει μὲν ῥυστὸν, ἀπελεύσει δὲ τοῦ ˉσ ῥυτόν· κατὰ τὸ, γνωστός, γνωτός· καὶ, γνωστὰ κοὐκ ἄγνωστα· καὶ ἐκβολῇ τοῦ ἡμιφώνου, γνωτὰ κοὐκ ἄγνωτα. οὕτω δὲ καὶ Νήριστον ὄρος κατὰ τὸ ἀμφήριστον, καὶ ἐκδρομῇ τοῦ σίγμα, Νήριτον. ὅτι δὲ θήκη καὶ, ὡς οἱ παλαιοί φασιν, ἔλυτρον τόξου ὁ γωρυτὸς, δηλοῖ οὐ μόνον τὸ, (ῃερς. 54.) ὅς οἱ περίκειτο, ἑρμηνευτικῶς ῥηθὲν ἀντὶ τοῦ πέριξ ἔκειτο καὶ περιεῖχεν ἐντὸς, ἀλλὰ καὶ τὸ, ἐκ δ' ᾕρεε τόξον ἄνακτος, ἤγουν ἐξῄρει καὶ ἐξέβαλλε γωρυτοῦ· ὃ καὶ ὅμοιόν ἐστι τῷ, ἐξείλετο ὀϊστὸν ἐν Ἰλιάδι· τουτέστι τῆς φαρέτρης ἐξήγαγε. ταυτὸν γάρ τι τὸ, ἐξῄρει τόξον γωρυτοῦ, καὶ ἐξείλετο φαρέτρης ὀϊστόν. καθεῖλε μὲν οὖν τόξον ἡ γυνὴ πασσαλόφιν αὐτῷ γωρυτῷ· ἐξελοῦσα δὲ τὸν μὲν γωρυτὸν, ὡς εἰκὸς, ἀφῆκεν ἐκεῖ, γυμνὸν δὲ τὸ τόξον τοῖς μνηστῆρσιν ἤγαγεν. ἅμα δέ φησιν αὐτῇ, (ῃερς. 61.) αἱ ἀμφίπολοι ἔφερον ὄγκιον, ἢ ὀγκίον παροξυτόνως. ὃ καὶ ἐφερμηνεύων φησίν· ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκὸς, (ῃερς. 62.) ἀέθλια τοῖο ἄνακτος, ἤγουν τοῦ βασιλέως Ὀδυσσέως· ὡς ἐν τῷ τοιούτῳ κεῖσθαι κατὰ περιοχὴν καὶ τοὺς δηλωθέντας πελέκεας. ἔστι δέ, φασιν, ὄγκιον ἀγγεῖον, ἐν ᾧ ἔκειντο ὄγκοι. λέγονται δέ, φασιν, ὄγκοι οἱ πώγωνες τῶν ἀκίδων, καθὰ δηλοῖ καὶ τὸ, ὡς οἶδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας. (ῃερς. 61.) ἔστι δέ, φασι, καὶ ἡ λέξις αὕτη τῶν ἅπαξ εἰρημένων παρὰ τῷ ποιητῇ· βουλόμενοι δὲ εἰπεῖν καὶ ὡς περιεκτικὴ λέξις ἐστὶ τὸ ὄγκιον, φράζουσιν ἄλλως γλαφυρώτερον, ὅτι συνακτικόν ἐστι τῶν ὄγκων ἀγγεῖον, ὡς κρεῖον τὸ κρεωδόχον ἀγγεῖον. τοῦτο δὲ ἀναγκάζοι ἂν ἴσως τὸ ὄγκιον καὶ κατὰ τὸ κρεῖον γράφεσθαι. τέως γε μὴν ὄγκιον ἡ θήκη, φασὶ, τῶν ἀκίδων· καὶ εἴρηταί, φασι, παρὰ τὸ ὀγκῶδες εἶναι. Ἰστέον δὲ ὡς εἰ καὶ ἐχρῆν προπερισπᾶσθαι τὴν λέξιν περιεκτικῷ τύπῳ κατὰ τὸ ᾠδεῖον καὶ τὸ μουσεῖον καὶ τὸ προσεχῶς ῥηθὲν κρεῖον, ἀλλ' ἡ τῶν ἀντιγράφων παράδοσις, μὴ ἔχουσα οὕτως, οὐχ' οἵα τέ ἐστι βίαν παθεῖν. ἐν μέντοι ῥητορικῷ λεξικῷ εὕρηται τὸ ὄγκιον καὶ τῇ αˉι διφθόγγῳ παραληγόμενον, γράφει γὰρ, ὅτι ὄγκοι γωνίαι, καὶ ὄγκαιον ἀγγεῖον πλεκτὸν οἷον σπυρίς· ἐν ᾧ αἱ αἰκίδες τῶν βελῶν αἱ καὶ ὄγκοι, ὡς ἐν Ἰλιάδι. ὅθεν ἴσως, φησὶ, καὶ ὄγκος, ὁ κατὰ ἀλαζονείαν δηλαδὴ, ἐξ οὗ ἐγκύλλεσθαι τὸ καυχᾶσθαι. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύων τὸ ὄγκιον οὐκ ἀρκεῖται εἰπὼν, ἔνθα σίδηρος ἔκειτο πολὺς καὶ χαλκός· ἀλλ' ἐπήγαγεν, ἀέθλια ἄνακτος, δηλῶν, ὅτι οὐχ' ἁπλῶς σιδήρου καὶ χαλκοῦ δοχεῖον τὸ ὄγκιον, ἀλλὰ καὶ τῶν χρησίμων τοῖς ἢ κατὰ μάχην ἢ ἄλλως ἀεθλεύουσιν. ἔνθα καὶ ὅρα τὸ, σίδηρος πολὺς καὶ χαλκὸς, ὡς μὴ ἐξ ἀνάγκης ἀεὶ τοῦ σιδήρου παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ χαλκοῦ νοουμένου. ἰδοὺ γὰρ ἐν τῷ νῦν δηλωθέντι ὀγκίῳ καὶ σιδηρᾶ τινὰ ἔκειντο· ἔτι δὲ καὶ χαλκᾶ, χρήσιμα καὶ αὐτὰ εἰς ἀέθλια. ὅτι δὲ ὄγκος οὐ μόνον, ὡς εἴρηται, ἀκὶς καὶ ἀλαζονεία δὲ μεταφορικῶς, ἀλλὰ καὶ βάρος σταθμητικὸν, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἔχει δὲ καὶ χρήσεις ἡ τοιαύτη λέξις. τὸ δὲ ἐξογκοῦσθαι καί τινα δηλοῖ ὄγκον εἶναι, σημαίνοντα διαπέτειαν καὶ ἄρσιν σωματικήν. ὅθεν ἴσως καὶ ὁ κατ' ἀλωζονείαν ὄγκος, ὁ φυσῶν καὶ ἐξαίρων τοὺς ἄφρονας. (ῃερς. 13.) Ὅτι παρεμπλέκων ὁ ποιητὴς καὶ ἐνταῦθα εὐμεθόδως ἱστορίαν, ἵνα τὸν λόγον ἀνεγείρῃ ἐκ τῆς μονοειδοῦς ὑπτιότητος, διηγεῖται περὶ τοῦ προσεχῶς ῥηθέντος τόξου, ὅθεν περιῆλθε τῷ Ὀδυσσεῖ, καὶ ἄρχεται τῆς ἱστορίας οὕτω· (ῃερς.

Intertext edge

Open linked passage

Note