Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
358.1.1
) Τοῦ δὲ μισθὸς οὐ μόνον ῥῆμα προῆκται τὸ μισθῶ, μισθώσω, ἀλλὰ καὶ μισθάριον καθ' ὑποκορισμὸν, οὗ χρῆσις καὶ ἐν τοῖς τοῦ Σουΐδα. τοῦ δὲ μισθώσασθαι παράγωγον μισθωτὸς ὁ καὶ μίσθιος. Αἱμασιὰ δὲ κατὰ τοὺς παλαιοὺς τειχίον ἐκ χαλίκων ὅμοιον φραγμῷ. καὶ ἄλλως δὲ κατὰ τοὺς αὐτοὺς, ἐκ χαλίκων οἰκοδομὴ, τειχίον, θριγκός. Αἴλιος δὲ Διονύσιος εἰπὼν καὶ αὐτὸς, ὅτι αἱμασιὰ τὸ ἀπὸ χαλίκων τειχίον, ἐπάγει· ἥν τινες καὶ ἄρπεζον, ὡς καὶ Ἴωνες. δηλοῖ δέ, φησι, τοῦτο καὶ Ἡρόδοτος. ἀλλαχοῦ δὲ φέρεται καὶ ὅτι αἱμασιὰν Ἀττικοὶ καὶ Ἴωνες τὸ τειχίον φασί. τὸ δὲ ἔδαφος αὐτὸ Δωριέας οἶμαι καλεῖν· καὶ ὅτι αἵμους τοὺς δρόμους Αἰσχύλος λέγει· ἴσως, φασὶν, ἀπὸ τοῦ αὐτοῦ, ἀφ' οὗ καὶ ἡ αἱμασιὰ κέκληται. χρῆσις δὲ τῆς λέξεως καὶ παρὰ Ἡροδότῳ ἐν τῷ, αἱμασιὰν περιέβαλον κυκλοτερῆ, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς ὀμφαλόν. ἦν δὲ περιῳκοδομημένη. ὁ δὲ Θρᾳκικὸς παραφραστὴς λίθους ἡρμήνευσε τὰς αἱμασιὰς, εἰπών· φυτεύων καὶ τοὺς λίθους ἐκλέγων. Ἰστέον δὲ καὶ ὅτι δοκεῖ ἐξ ἀκανθῶν ποτὲ ἡ αἱμασιὰ οὖσα ἐκεῖθεν σχεῖν τοὔνομα παρὰ τὸ αἱμάσσειν. καὶ παρέμεινεν ἡ κλῆσις ἐκείνη καὶ ὕστερον τοῖς ἐκ χαλίκων κτίσμασι, καθὰ σὺν ἄλλαις πολλαῖς ὁμοιότησι καὶ τοῖς βιβλίοις ὁ πύξος ἐνέμεινε διὰ τὸ πάλαι ποτὲ πυξία κυρίως αὐτὰ εἶναι· καὶ τῇ τοῦ τόξου δὲ νευρᾷ διὰ τὴν ἐκ νεύρων πάλαι ποτὲ χρῆσιν ἡ κλῆσις ἔνεστιν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, περιθέει αἱμασιὰ ἐγγεγλυμμένη τύποις, οὐ μόνον οὐκ ἐξ ἀκανθῶν ὕστερον ἡ αἱμασιὰ, ἀλλ' οὐδὲ ἀπὸ χαλίκων, λογάδων δέ τινων, ὡς εἰκὸς, λίθων ποιούντων γλύφεσθαι. Δένδρεα δὲ μακρὰ, οὐ τὰ τοιαῦτα ὄντα ἐν τῷ φυτεύεσθαι, ἀλλ' ὕστερον. Πάρισα δὲ καίρια καὶ φυσικὰ τὸ, αἱμασιάς τε λέγων, ὅ ἐστι συνάγων, καὶ δένδρεα φυτεύων. ἐκ δὲ τοῦ τοιούτου λέγειν καὶ οἱ λογάδες λίθοι παράγονται. Τὸ δὲ, λέγων καὶ φυτεύων, ἐσχημάτισται δι' ὑπερβατοῦ. ἄλλως γὰρ πρὸς τὸ, μισθὸς δέ τοι ἔσται, λέγοντι ὤφειλεν εἶναι καὶ φυτεύοντι. (ῃερς.

Intertext edge

Open linked passage

Note