Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
359.1.1
) Ὅτι Εὐμαίου κατὰ τὴν τοῦ Ὀδυσσέως πρὸ ὀλίγων παραγγελίαν φέροντος τῷ δεσπότῃ τὰ τόξα μνηστῆρες πάντες ὡμόκλεον. καί τις ἂν ὧδε εἶπε· πῇ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε, ὥς που καὶ προεδηλώθη, συβῶτα, πλαγκτέ; τάχ' ἄν σε κύνες κατέδωνται οἶον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφες, εἴ περ θεὸς ἡμῖν ἱλήκῃσι. καὶ αὐτοὶ μὲν οὕτως. (ῃερς. 366.) Εὔμαιος δὲ ἔθηκε φέρων αὐτῷ ἐνὶ χώρῳ, δείσας οὕνεκα πολλοὶ ὡμόκλεον. Τηλέμαχος δ' ἑτέρωθεν ἀπειλήσας ἔφη· (ῃερς. 369.) ἄττα, πρόσω φέρε τόξον· τάχ' οὐκ εὖ πᾶσι πιθήσεις· μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, τουτέστι διώξω, βάλλων χερμαδίοισι· βίῃ δὲ φέρτερός εἰμι. αἲ γὰρ πάντων τόσσον ὅσοι κατὰ δώματ' ἔασι, μνηστήρων χερσί τε βίῃφί τε φέρτερος εἴην· τῷ κε τάχα στυγερῶς τινὰ ἐγὼν ἀπέπεμψα νέεσθαι ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. ὣς ἔφατο· (ῃερς. 376.) οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν μνηστῆρες· καὶ δὴ μεθίεν χαλεποῖο χόλοιο. (ῃερς. 369.) Τὸ δὲ αἴτιον αὐτοῖς τοῦ γελᾶν, ἐπεὶ οὔτε ὡς δεσπότης ἐπιτάσσειν εἶπε τῷ δούλῳ, ἀλλὰ ὡς βίῃ φέρτερος, καὶ οὐδὲ δοῦλον προσεῖπε· τὸ γὰρ ἄττα δεδήλωται ἀδελφικὸν εἶναι πρόσφθεγμα. (ῃερς. 371.) καὶ ἡ διὰ χερμάδων δὲ βολὴ παιδικώτερον ἠπείληται. ὡμολόγησε δὲ καὶ τὸ ἔλαττον φέρεσθαι τῶνμνηστήρων· (ῃερς. 376.) ταῦτα δὲ πάντα ὡς ἀφελῆ γλυκέως ἐπιτετηδευμένα εἰς γέλωτα τοῖς μνηστῆρσι τὸν χόλον μετέτρεψεν· ὃς δὴ γέλως παρὰ τῷ ποιητῇ λύσις ἐστὶ καὶ αὐτὸς μεγάλων καὶ δυσλύτων περιπετειῶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅρα δὲ βίαν μνηστήρων, εἰ καὶ αὐτὸ δὴ τοῦτο χειρίσασθαι τὸν ξεῖνον τὸ τόξον, μόλις ἀφιᾶσι γενέσθαι, ἵνα μηδὲ τοῦτο ἀγωνίας δίχα τῷ τλήμονι Ὀδυσσεῖ περιγένηται. (ῃερς. 363.) Τὸ δὲ πλαγκτὲ ἀντὶ τοῦ ἔμπληκτε, παραπλὴξ, ἢ πλαζόμενε τὴν διάνοιαν, οὐ μὴν σταθηρέ. Ἡ δὲ κατὰ τοῦ συβώτου ἀπειλὴ πάνυ σφοδρά· ἐμφαίνει γὰρ οὐ μόνον φονευθήσεσθαι αὐτὸν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι εἰς βρῶσιν κυσί. (ῃερς. 364.) Τὸ δὲ, ἀπ' ἀνθρώπων, ἑρμηνευτικόν ἐστι τοῦ οἶον· μόνος γὰρ ὁ μὴ μετ' ἀνθρώπων. Τὸ δὲ, οὓς ἔτρεφες, ἔχει τι ἀστεῖον ἀντιθετικόν· τοιοῦτον γὰρ τὸ, τραφήσονται διὰ σοῦ νεκροῦ κειμένου οἱ κύνες οὓς ἔτρεφες. (ῃερς. 365.) Τὸ δὲ ἱλήκῃσι χρόνου παρακειμένου ἐστίν· οὗ ἐνεστὼς μὲν οὐχ' εὕρηται, προστακτικὸν δὲ τὸ ἵληθι καὶ ἵλαθι. (ῃερς. 367.) Τὸ δὲ ὁμοκλεῖν δηλῶν Ὅμηρος ταυτὸν εἶναι τῷ ἀπειλεῖν ἔφη· πολλοὶ ὡμόκλεον· εἶτα Τηλεμάχου ἀπειλήσας τὸ, οὐκ εὖ πᾶσι πιθήσεις, παροιμιῶδες καὶ ἐπὶ ἀρέσκου καὶ πᾶσιν ἐθέλοντος πάντα πείθεσθαι. (ῃερς.