Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
360.1.1
) Ὅτι τῶν μνηστήρων μετὰ τὴν ἀοιδὴν ὁμαδησάντων, ὡς ἐῤῥέθη, Ἀθήνη ἄγχι παρισταμένη τὸν Ὀδυσσέα ὤτρυνεν ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, ἤγουν ψωμοὺς, γνοίη τε οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀθέμιστοι. ἀλλ' οὐδ' ὥς τιν' ἔμελλ' ἀπαλεξήσειν κακότητος. προαναφώνησις δὲ καὶ τοῦτο, ὡς μηδενὸς ἐκφευξομένου μηδὲ τῶν δοκούντων ἀγαθῶν, ὁποῖός τις ἐφάνη πρὸ ὀλίγων καὶ ὁ Ἀμφίνομος. βῆ δ' ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρ' ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δ' ἐλεαίροντες δίδοσαν καὶ ἐθάμβεον αὐτὸν, ἀλλήλους τ' εἴροντο, (ῃερς. 368.) τίς εἴη καὶ πόθεν ἔλθοι. οὐ γὰρ ἦν πτωχὸς τοῦ δήμου. καὶ μανθάνουσιν αὐτοὶ ἀκριβὲς οὐδὲν, ὅτι μὴ μόνον ἐκ Μελανθίου (ῃερς. 372.) τὸ ἡγεμονεῦσαι τὸν συβώτην αὐτῷ, ἤγουν ἡγεμόνα γενέσθαι ὁδοῦ τῆς εἰς τὴν Ἰθάκην. καὶ τὸ ἐντεῦθεν λυττᾷ ὁ κακὸς Ἀντίνοος καὶ διδάσκει τὸν Ὀδυσσέα, ὡς αὐτὸς ὁ χείρωνπάντων ἐστί. καὶ προκατάρξας καὶ νῦν ἀναιδείας προηγήσεται καὶ τῆς τῶν μνηστήρων πτώσεως. (ῃερς. 360.) Ἰστέον δὲ ὡς καὶ νῦν Ἀθηνᾶ ἡ τὸν Ὀδυσσέα ὀτρύνασα ἐπαιτεῖν ἡ παρ' αὐτῷ ἐστὶ φρόνησις, ἣ στοχασαμένη καιρὸν εἶναι ἄρτι τοῦ τοιούτου ἔργου ἐγχειρεῖ τῇ πράξει. (ῃερς. 362.) Πύρνα δὲ ὅτι πύρινά ἐστι σιτία, τουτέστι κατὰ τοὺς παλαιοὺς σιτώδεις τροφαὶ, προδεδήλωται. Τὸ δὲ ἀγείρειν πύρνα, δέδωκεν ἀφορμὴν τοῖς ὕστερον ἀγύρτας εἰπεῖν τοὺς πτωχοὺς, καὶ ἀγυρτάζειν τὸ πτωχεύειν, καὶ μητραγυρτεῖν δὲ τὸ μετὰ τυμπάνων καί τινων τοιούτων περιϊέναι καὶ ἐπὶ τῇ μητρὶ ἀγείρειν τροφὰς δηλαδὴ, ὅ ἐστιν ἐπὶ τῇ Ῥέᾳ, ὡς δῆλον ἐκ τοῦ, Διονύσιος μητραγυρτῶν καὶ τυμπανιζόμενος, ἢ τύμπανον κρούων, οἰκτρῶς τὸν βίον κατέστρεψεν. ἐνθυμητέον δὲ ὡς καὶ Μενέλαος κατὰ τοιαύτην ἔννοιαν πολὺν βίοτον ἀγείρειν προϊστόρηται. (ῃερς. 363.) Ἐναίσιμον δὲ τὸν δίκαιον λέγει καὶ κατὰ θέμιν ζῶντα. τοῖς δὲ τοιούτοις ἀντίκεινται οἱ ἀθέμιστοι. (ῃερς. 364.) Τὸ δὲ ἀπαλεξήσειν κακότητος ἐξεῦρε συντεθῆναι τὸν παρὰ τοῖς ὕστερον ἀλεξίκακον. (ῃερς. 365.) Τὸ δὲ ἐνδέξια, ἢ ἀντὶ τοῦ ἐκ τοῦ δεξιοῦ καθίσματος ἐπὶ ἀγαθῷ συμβόλῳ, ἢ ἀντὶ τοῦ ἐπιδεξίως. οὗ πρὸς σαφήνειαν ἐπῆκται τὸ, ὡς εἴτε πτωχὸς πάλαι εἴη. καὶ ἰδοὺ ὁ πολυμήχανος Ὀδυσσεὺς καὶ τοῦ ἐπαιτεῖν τεχνίτης ἐστί. (ῃερς. 366.) Τὸ δὲ πάντοσε χεῖρα ὀρέγειν καὶ αἰτεῖν φῶτα ἕκαστον, γίνεται μὲν ὡς ὁ Τηλέμαχος δῆθεν ἐκέλευσεν. ἄλλως δέ γεὈδυσσεὺς τοῦτο τεχνᾶται, ἵνα πάντων οὕτω πειράσηται. (ῃερς. 368.) Τὸ δὲ τίς εἴη καὶ πόθεν ἔλθοι, ἐπιτομή ἐστι τοῦ, τίς πόθεν εἶς ἀνδρῶν καὶ ἑξῆς, ὃ ἐν ἄλλοις κεῖται. (ῃερς. 371.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ πρόσθεν ἀντὶ τοῦ πρὸ ὀλίγου καὶ ὡς εἰπεῖν ἐγγὺς, κατὰ δύναμιν τῆς πρˉος προθέσεως. φησὶ γὰρ Μελάνθιος πρόσθεν τὸν Ὀδυσσέα ἰδεῖν, ἤγουν ὀλίγον τι πρὸ τοῦ αὐτὸν καὶ τὸν συβώτην ἐλθεῖν. (ῃερς. 375.) Ὅτι μεμφόμενος Ἀντίνοος τὸν Εὔμαιον, οἷς ἤγαγεν εἰς Ἰθάκην τὸν φαινόμενον πτωχὸν, φησίν· ὦ' ρίγνωτε συβῶτα, τουτέστιν, ὡς καὶ προεῤῥέθη, ἄγαν γνώριμε ἐπὶ ἀχρείᾳ τέχνῃ, ὡς καὶ εἴ τις εἴπῃ πρός τινα, ὦ ἀρίγνωτε πτωχὲ, ἤ τι τοιοῦτον. βούλεται γὰρ εἰπεῖν τὸν Εὔμαιον γνωστικὸν ἐπὶ εὐτελείᾳ καὶ οὐ δαμινότητι. καὶ ἄλλως δὲ, καθὰ καὶ ὁ παρὰ Θεοκρίτῳ αἰπόλος γνωστὸς φαίνεται, ἀφ' ὧν ἐκεῖνος λέγει αἰπολικῶν σημείων, οὕτω κἀνταῦθα συβώτης ἀρίγνωτος ὁ τοιούτῳ ἐοικὼς καὶ ἐκ μόνης τυχὸν ὄψεως, καὶ μὴ ἀμφίβολος εἰς τὸ συβώτης εἶναι, ὅ περ ὁ Μελάνθιος μὴ ἔχων ἀγλαΐας φέρειν ὀνειδίζεται, ὡς μὴ αἰπόλῳ ἐοικώς. ἔστιν οὖν ἀστειότερον τὸ τοῦ Ἀντινόου· ὦ ἀρίγνωτε συβῶτα, ἤ περ τὸ τοῦ Μελάνθεως· ἀμέγαρτε συβῶτα. εἰ δέ τις ἀμέγαρτον ἐπιστατικῶς ἐκεῖ νοήσοι τὸν πολυφθόνητον, εἴη ἂν καὶ ἐκεῖνο ὅμοιον τούτῳ. Ἀττικὴ δὲ συναλοιφὴ τὸ, ὦ' ρίγνωτε, ὁμοία τῷ, ὦ' γαθέ. Ὦ τοίνυν ἀρίγνωτε συβῶτα, τιήδε σὺ τόνδε πόλινδε ἤγαγες; ἢ οὐχ' ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι πτωχοὶ ἀνιηροὶ δαιτῶν ἀπολυμαντῆρες; ἢ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδ' ἀγειρόμενοι; σὺ δὲ καί ποθι τόνδ' ἐκάλεσας; Ὅρα δ' ἐν τούτοις, ὡς εἰς τὴν αὐτὴν ἔννοιαν ὁ κακὸς Ἀντίνοος τῷ κακῷ Μελανθίῳ ἐνέπεσεν. ἐκεῖνός τε πτωχὸν ἀνιηρὸν δαιτῶν ἀπολυμαντῆρα τὸν Ὀδυσσέα ἔφη, καὶ οὗτος ἐπλήθυνε τὰ τοιαῦτα ὀνόματα. (ῃερς. 376.) Ἐν δὲ τῷ, ἧμιν ἀλήμονές εἰσιν, ἀλήμονας μὲν τοὺς ἀλήτας λέγει. τοῦ δὲ ἧμιν συστέλλει μὲν τὴν λήγουσαν, περισπᾷ δὲ τὴν ἄρχουσαν, λόγῳ ἐγκλιτικῷ, καθά που καὶ ἀλλαχοῦ ἐποίησε. (ῃερς. 378.) Τὸ δὲ ἢ ὄνοσαι, ἀστείως ἔφη ἀντὶ τοῦ, ἢ μέμφῃ ἡμῖν δηλαδὴ ἢ τοῖς ἀλήταις ὡς μὴ βοροῖς οὖσι μηδὲ δαπανᾶν εὖ δυναμένοις τὰ τοῦ οἴκου τῶν σῶν δεσποτῶν, καὶ διατοῦτο καὶ ἑτέρους ἄγεις τοὺς ἀξιολογώτερον καταφαγομένους ἐκεῖνα. καὶ ἔστιν ἔννοια ὁμοία πρὸς τὸ, ἀλλ' οὐδ' ὥς σε ἔολπα ὀνόσεσθαι κακότητος. ὅ περ ἐν τῇ ˉε ῥαψῳδίᾳ ὁ Ποσειδῶν πρὸς τὸν Ὀδυσσέα φησί. καὶ οὕτω μὲν καλῶς ἔχει τὸ ὄνοσαι. τὸ μέντοι εἰπεῖν τὸ, ἢ ὄνοσαι ἀντὶ τοῦ ὠφέλειαν ἔχεις ἐκκενουμένου τοῦ δεσποτικοῦ οἴκου, σαφέστερον μὲν, οὐκ ἔχει δὲ καὶ ἐμμάρτυρον τὸ ὄνοσαι κείμενον ἐπὶ σημασίας τοιαύτης. ὄνησαι γὰρ μᾶλλον ὤφειλεν εἶναι, ὡς δηλοῖ τὸ, ὀνήμενος. καὶ τὸ, οὐδ' ἀπόνητο. (ῃερς. 379.) Τὸ δὲ καί ποθι τόνδ' ἐκάλεσας, προκλητικόν ἐστι τοῦ ἐφεξῆς νοήματος. ἐντεῦθεν γὰρ λαβὼν ὁ Εὔμαιος ἀφορμὴν ἀντιλαλήσει πρὸς Ἀντίνοον, ἀρξάμενος ἀπὸ τοῦ, τίς ἂν ξεῖνον καλέσῃ ἄλλοθεν καὶ τὰ ἑξῆς. Σημείωσαι δὲ καὶ ὡς, εἰ καὶ ἐν τοῖς ἑξῆς Ἶρός τις ἱστορηθήσεται πτωχὸς πανδήμιος, ἀλλ' οὐ μόνον ἐκεῖνον Ἰθάκη ἔχει, ἀλλὰ καὶ ἑτέρους τοιούτους, ὡς δηλοῖ τὸ, πτωχοὶ ἀνιηροὶ καὶ ἑξῆς. καὶ ὅμως δοκεῖ προέχειν ὁ Ἶρος τῶν λοιπῶν. (ῃερς. 381. σθθ.) Ὅτι Εὔμαιος αἰτιώμενος τὸν Ἀντίνοον ἐφ' οἷς αὐτὸν ἐσυκοφάντησεν ὡς καλέσαντά ποθι τὸν πτωχοοδυσσέα εἰς τὴν Ἰθάκην, φησίν· Ἀντίνοε, οὐ μὴν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν ἄλλον γε, εἰ μὴ τῶν, οἳ δημιουργοὶ ἔασι, τουτέστι δημουργοὶ κατὰ κρᾶσιν, τεχνίται δημοσίᾳ ἐργαζόμενοι· οὓς καὶ πρὸς ὄνομα λέγων φησίν· μάντιν, ἢ ἰητῆρα κακῶν, ἢ τέκτονα δούρων, ἢ καὶ θέσπιν ἀοιδὸν, ὃς ἂν τέρπῃσιν ἀείδων. οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν. πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἑαυτόν. αὐτοὶ δὲ δηλαδὴ κἂν ἀποσοβῶνται, κατὰ τὰς μυίας ἐφίπτανται ταῖς τραπέζαις αὐτόματοι. εἶτα καὶ ὡς χαλεπὸν τοῖς τε ἄλλοις καὶ αὐτῷ μάλιστα σκώπτων τὸν Ἀντίνοον φησίν· ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων δμωσὶν Ὀδυσσῆος, πέρι δ' αὖτ' ἐμοὶ, τουτέστι περισσότερον δὲ τῶν ἄλλων ἐμοί. αὐτὰρ ἔγωγε οὐκ ἀλέγω, ἕως μοι ζῶσιν οἱ δεσπόται. Ἰστέον δὲ, ὅτι τε τὸ οὐ καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις, σκῶμμα ἐστὶ πρὸς τὸν μὴ εὖ λαλοῦντα, καὶ ὅτι τὸ, οὐ καλὰ, οὐ μόνον ὀνοματικῶς νοεῖται, ἀλλὰ δύναται καὶ ἐπίῤῥημα εἶναι ἶσον τῷ οὐ καλῶς, κατὰ τό· ἦ μευ καλὰ κήδεαι, ἀντὶ τοῦ, ὄντως καλῶς ἐμοῦ κήδῃ ὡς οἰκείου υἱοῦ. εἰ δὲ καὶ ὄνομά ἐστι τὸ καλὰ, οὐκ ἀπεικὸς ἀντὶ ἑνικοῦ εἰλῆφθαι, ἵνα εἴπῃ, ὡς οὐ καλὸν πρᾶγμα λέγεις. καὶ γέμουσι καὶ τοιούτου σχήματος οἱ παλαιοὶ λόγοι, καὶ αἱ τοῦ δήμου δὲ γλῶσσαι. οὕτω ἐν Ἰλιάδι ἐγράφη τὸ, ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην· ταυτὸν γάρ ἐστι τὰ πρῶτα καὶ τὸ πρῶτον εἰπεῖν. οὕτω καί τις ὕστερον ἔφη τὸ, δυοῖν τὸ ἕτερα πεπονθὼς, ὃ κοινῶςδυοῖν θάτερον λέγεται. (ῃερς. 383.) ὁ δὲ περὶ τῶν δημιουργῶν λόγος διδάσκει, ποῖαι τέχναι μάλιστα προσκλητέαι εἰς τὸ κοινὸν, ὅτε μὴ κατὰ χώραν εὑρίσκονται. δημιουργοὶ δὲ, ὡς ἐλέχθη, οἱ κατὰ τὸ δημόσιον χειροτέχναι, οἳ καὶ κλητοί εἰσι, διότι καλοῦνται ποτὲ ἄλλοθεν, ὡς ἐτυμολογεῖ ὁ ποιητής. Αἴλιος δὲ Διονύσιος φησὶν, ὅτι δημιουργὸν Ἀττικοὶ λέγουσιν οὔτε τὸν δημοσίᾳ μισθαρνοῦντα, ὡς Ὅμηρος, οὔτε τὸν δήμου προεστῶτα, ὡς οἱ Δωριεῖς, ἀλλὰ γυναῖκα πέττουσαν πέμματα. Παυσανίας δὲ λέγει, ὅτι δημιουργοὶ οἱ δημοσίᾳ ἐργαζόμενοι ἀρχιτέκτονες, καὶ ἅπαξ πάντες οἱ χειροτέχναι, οἳ γεωργοὺς καὶ πολιτικοὺς ὠφέλουν. ὅθεν δημιουργοί, φησι, καὶ αἱ τοῖς γάμοις τὰ σύμφορα πράττουσαι, αἳ καὶ νυμφίους, φησὶ, ἔλουον καὶ ἱερουργίας ἐν γάμοις ἐποίουν καὶ πόπανα παντοδαπὰ καὶ ἄρτους ἔπεττον καὶ τὰς κόμας εὐθέτιζον. Ὅτι δὲ καὶ Ἀττικὴ λέξις ὁ δημιουργὸς, δηλοῖ καὶ Ἡρῳδιανὸς, ἱστορῶνὅτι Ἰκτῖνος παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργὸς ὁμώνυμος τῷ ὄρνιθι, οὗ καὶ τὴν περισπωμένην φυλάσσει ἐν τῇ παραληγούσῃ. Ἰστέον δὲ ὅτι τοὺς δηλωθέντας χειροτέχνας ἔστιν εἰπεῖν εἶναι τοὺς τοῦ μύθου ἐγχειρογάστορας, ὡς ἀπὸ χειρῶν βιοτεύοντας, καθὰ καὶ ἐγγλωττογάστορες παρὰ Αἰλίῳ Διονυσίῳ οἱ ἀπὸ γλώττης ζῶντες. Τὸ δὲ, ἰητῆρα κακῶν, ἐντελῶς ἐφράσθη, καθὰ καὶ τὸ, τέκτονα δούρων. τὸ μέντοι ἰητὴρ καὶ τὸ τέκτων ἐλλειπτικῶς λέγονται. τέκτων δὲ δούρων οἰκοδόμος τε καὶ ναυπηγὸς, καὶ ἁπλῶς ἅπας ὁ ὁπωσοῦν διακείμενος περὶ ἐπισκευὴν ξύλου. (ῃερς. 385.) Ἐν δὲ τῷ, θέσπιν ἀοιδὸν, ἀρσενικοῦ μὲν γένους τὸ θέσπις, σύγκειται δὲ ἐκ τούτων τὸ θεσπιωδεῖν. (ῃερς. 387.) Τοῦ δὲ τρύξοντα θέμα μὲν τὸ τρύχω, αὐτὸ δὲ παράγεται ἐκ τοῦ τρύω, τοῦτο δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τορῶ, ὃ δηλοῖ τὸ τρυπᾶν. (ῃερς. 393.) Ὅτι παῦσις πολυλογίας τὸ, σίγα, μή μοι τοῦτον ἀμείβεο πόλλ' ἐπέεσσιν· φιλονείκου δὲ ἀνδρὸς ἔνδειξις τὸ, οὗτος εἴωθε κακῶς ἐρεθιζέμεν ἀεὶ μύθοισι χαλεποῖσιν, ἐποτρύνειν δὲ καὶ ἄλλους. Ἰστέον δὲ ὅτι τὸ μὲν σίγα γράφεται καὶ ἄττα. (ῃερς. 394.) Τὸ δὲ, ἐρεθίζειν μύθοις χαλεποῖς, πρὸς διαστολὴν εἴρηται χρηστοτέρων ἐρεθισμῶν. ἢ καὶ ἄλλως, τὸ ἐρεθίζειν κακολογίαν δηλοῖ παρὰ τῷ ποιητῇ, ὥς περ καὶ τὸ ἐρέθειν, ὅθεν πᾶς ἐρεθισμὸς ἐν χαλεποῖς μύθοις γίνεσθαι δοκεῖ. (ῃερς. 397.) Ὅτι Ἀντινόου δοκοῦντος ἐθέλειν διωχθῆναι τὸν πτωχὸν Ὀδυσσέα, ἵνα δῆθεν μὴ τρύχηταιὁ τοῦ Τηλεμάχου οἶκος, εἰρωνευόμενος ὁ Τηλέμαχος παντοῖος γίνεται. καὶ πρῶτα μὲν εἰσποιεῖται αὐτὸν ὡς εἰς πατέρα οἷα τὴν μητέρα μνηστευόμενον, εἶτα μέμφεται ὡς οὐ καλῶς λέγοντα, καὶ ἐπιτρέπει ἐλεῆσαι τὸν ξένον, ἐλέγχων αὐτὸν ὡς φειδωλόν. φησὶ γοῦν· Ἀντίνοε, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, ἤγουν καλῶς μου φροντίζεις ὡς πατὴρ υἱοῦ, (ῃερς. 398.) ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι, ὅ ἐστι διώκειν, μύθῳ ἀναγκαίῳ, ἤγουν ἀναγκαστικῷ. (ῃερς. 399.) μὴ τοῦτο θεὸς τελέσειεν, ὁ ξένιος δηλαδή. (ῃερς. 400.) δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἔγωγε. καὶ ὅρα τρεῖς ἐννοίας κομματικὰς ἐν τῷ στίχῳ τούτῳ. εἶτα λέγει, μήτε τὴν μητέρα εἰς τοῦτό γε ἅζεσθαι, μήτε τιν' ἄλλον δμώων· κωλύει γὰρ οὐδείς. ἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, (ῃερς. 404.) αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ· ὅ περ αἰσχροκερδοῦς ἴδιον. ταῦτα ὁ Τηλέμαχος. (ῃερς. 406.) ἐφ' οἷς παροξυνθεὶς ὁ Ἀντίνοος ἐντύνεται κατὰ τοῦ Ὀδυσσέως εἰς τὴν μετ' ὀλίγα βολήν. καὶ τέως ὑψαγόρην συνήθως καὶ μένος ἄσχετον τὸν Τηλέμαχον προσειπὼν, λέγει πρὸς τὸ, δός οἱ ἑλὼν, (ῃερς. 407.) ὡς εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι, τουτέστιν, ἐὰν οἱ μνηστῆρες πάντες τοσοῦτον δοῖεν τῷ πτωχῷ, πολὺν ἂν καιρὸν διαγάγοι μὴ ἐλθὼν εἰς τὸν οἶκον. ὃ δηλοῖ φαινομένως μὲν πολλὴν ἐλεημοσύνην τοῦ πτωχοῦ ἐξ αὐτοῦ, ἀληθῶς δὲ πληγὴν μεγάλην καὶ τραῦμα δεινὸν, δι' οὗ πολὺν χρόνον οὐκ ἂν ἰσχύσῃ ἐλθεῖν εἰς τὸν τοῦ Ὀδυσσέως οἶκον ὁ πληγεὶς πτωχὸς, ἵνα λέγῃ ὅτι δώσω μὲν, ἀλλὰ δεινὴν πληγήν. (ῃερς. 409.) ἐφ' οἷς καὶ θρῆνυν ἑλὼν ὑπέφῃνε τραπέζῃ κείμενον, ᾧ ἔπεχε λιπαροὺς πόδας εἰλαπινάζων. καὶ τέως μὲν ἀφίησι κεῖσθαι τὸν θρῆνυν, μετ' ὀλίγα δὲ βάλλει δεξιὸν ὦμον τὸν τοῦ Ὀδυσσέως, ὡς ῥηθήσεται. Σημείωσαι δὲ, ὡς νῦν μὲν οὕτως ὁ Ἀντίνοος ἐσχημάτισε, μετ' οὐ πολλὰ δὲ καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς φιλοτιμήσεται εἰπεῖν κατὰ σχηματισμὸν, ὃν Τηλέμαχος μὲν συμβαλεῖται ἂν τότε, οὐ μὴν δὲ καὶ οἱ μνηστῆρες διὰ τὸ ἀσφαλὲς τοῦ σχηματισμοῦ. ἔνθα ἐρεῖ, μὴ πένθιμον εἶναι, ὁπότε τις περὶ τοῖς ἑαυτοῦ μαχόμενος βληθείη καὶ τὰ ἑξῆς. (ῃερς. 410.) Ὅρα δὲ ὅτι ἀρσενικῶς εἶπε τὸν θρῆνυν, ὡς δηλοῖ τὸ, ᾧ ἔπεχε πόδας, ἤγουν ἐφ' ᾧ εἶχε τοὺς πόδας. ὃν κείμενον ἐν τῇ τραπέζῃ καὶ ὑποκείμενον τοῖς ποσὶν ὑπέφῃνεν ἤγουν ὑποκάτω ἔφῃνενὑπεξαγαγὼν τῶν ποδῶν, ὡς ἂν ἔχοι ῥᾷον αὐτοῦ ἐπικύψας ἅψασθαι, ὅτε θελήσει κατὰ τοῦ Ὀδυσσέως βαλεῖν. (ῃερς. 410.) Ὅτι δὲ τὸ ἐπέχειν ἔστιν ὅτε καὶ ἔχθραν δηλοῖ, ἐν τοῖς ἑξῆς που δηλώσει ὁ ποιητής. (ῃερς. 408.) Τὸ δὲ, τρεῖς μῆνας, ἁπλοϊκῶς παρεῤῥίφη καὶ οὐ σπουδαίως ὥρισται. (ῃερς. 411.) Ὅτι ἔλεον πτωχοῦ δηλοῖ τὸ, οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην σίτου καὶ κρειῶν. τάχα δὴ καὶ ἔμελλεν ὁ λαβὼν πτωχὸς, αὖτις ἐπ' οὐδὸν ἰὼν, προικὸς γεύσεσθαι Ἀχαιῶν, ἤγουν δωρεᾶς, ὡς καὶ προγέγραπται. (ῃερς. 415.) Ὅτι ὁ δεόμενος τῶν τινὸς μεγιστάνων ἐπὶ δώρῳ εἴποι ἂν τὸ, δὸς φίλος, οὐ μέντοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. τῷ σε χρὴ δόμεναι καὶ λώϊον, ἠέ περ ἄλλοι, σίτου ἢ τοῦδε τινός. (ῃερς. 418.) ἐγὼ δ' ἄν σε κλείω κατ' ἀπείρονα γαῖαν. Ὀδυσσέως δὲ καὶ τοῦτο λόγος, ὃς οἷα πολλὴν γῆν ὡς ἀλήτης περιϊὼν ὑπισχνεῖται, τὸν Ἀντίνοον παρὰ πολλοῖς εὐκλεῶς φημίσαι. εἰ δὲ καὶ ἐκ πλουσίων ποτὲ εἴη ὁ δεόμενος, πρέπει προσθεῖναι καὶ τὰ ἑξῆς· (ῃερς. 421.) καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, τοίῳ ὁποῖος ἔοι, ἤγουν ὑπάρχοι, καὶ ὅτευ κεχρημένος ἔλθοι, ἤγουν καὶ οὗ ἂν χρῄζοι, μὴ ἀνακρίνων μήτε προσώπου μήτε δώρου ποιότητα. ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ, οἷσιν εὖ ζώουσι (ῃερς. 423.) καὶ ἀφνειοὶ καλέονται, οἱ ἄνθρωποι δηλαδή. ἀλλὰ θεὸς ἀλάπαξεν· ἤθελε γάρ που. Καὶ ὅρα τὸ, εὖ ζώουσιν· ἐξ οὗ ζωὴ πρὸ τούτων ἡ τοῦ ζῆν ἐλέχθη περιουσία. οἱ μέντοι μεθ' Ὅμηρον σοφοὶ ἐκ τούτου συνθέντες εὐζωΐαν τὴν εὐδαιμονίαν φασίν. (ῃερς. 415.) Ὅρα δὲ τὸ, οὐ κάκιστος ἀλλ' ὤριστος, ἐντελῶς ῥηθὲν σαφηνείας χάριν. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐν τῷ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, χρὴ προσεπεννοεῖν τὸ, ἀλλ' ὁ ἀνδρειότατος. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων. ἄλλως γὰρ ὁ οὐ κάκιστος καὶ ὁ οὐκ ἀφαυρότατος οὐκ αὐτόθεν ἁπλῶς νοοῦσι τὸν ἄριστον καὶ τὸν ἀνδρειότατον. (ῃερς. 418.) Τὸ δὲ, κλείω κατ' ἀπείρονα γαῖαν, χρόνον καὶ αὐτὸ ἀντὶ χρόνου λαμβάνει· ἀντὶ τοῦ δοξάσω γὰρ μέλλοντος εἴρηται. (ῃερς. 424.) Τὸ δὲ, ἤθελε γάρ που θεὸς, εὐσεβοῦς ἤθους ἐστὶν, ἀνατιθέντος τῷ κρείττονι τὰ συγκυροῦντα. (ῃερς. 425.) Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς καὶ τὰ τοιαῦτα πρὸς τὸν Ἀντίνοον λέγει παρὰ κοφῷ ᾄδων, ὅ φασιν. ἐφ' οἷς καὶ συγκαλύπτων τὴν περὶ αὐτοῦ ὑπόνοιαν ἐπιπλέκει μέρος τι τῆς πρὸς τὸν Εὔμαιον ἐκείνης ψευδολογίας, ἵνα μὴ ἄλλο τι πλάσας ὑποπτευθείη παρὰ τοῦ Εὐμαίου παρόντος καὶ ἀκροωμένου, ὡς πρὸς ἐκεῖνον ψευσάμενος. καὶ λέγει πάλιν, ὅπως ἐν Αἰγύπτῳ ποταμῷ στήσας νέας ἀμφιελίσσας καὶ ὀπτῆρας ὀτρύνας νέεσθαι κατὰ σκοπιὰς ἐδυστύχησεν ἐκ τῶν ἑταίρων, καὶ τέλος μετὰ πολὺν κίνδυνον ἁλοὺς καὶ αὐτὸς ἀπεδόθη ἐς Κύπρον τῷ ἐκεῖ ἀνάσσοντι Δμήτορι Ἰασίδῃ. ἐκεῖθεν δέ, φησι, δεῦρο τόδ' ἵκω πήματα πάσχων. (ῃερς. 442.) τούτοις δὲ προστίθησί τι καὶ ἀνήκουστον τῷ Εὐμαίῳ τὸ εἰς τὴν Κύπρον πραθῆναι, οἷα ὑπονοῶν, ὡς εἰκὸς, ὅτι οὐκ ἂν παρὼν καὶ ἀκούων ἄρτι ὁ Εὔμαιος ἐλέγξῃ τοῦτον, ὡς ἢ μὴ μεμνημένος ἢ μὴ βουλόμενος. (ῃερς. 415.) Ἰστέον δὲ καὶ ὅτι καθ' ὁμοιότητα τοῦ, οὐ γάρ μιν, ὡς εἴρηται, ἀφαυρότατος βάλεν Ἀχαιῶν, εἴρηται καὶ ὧδε τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι. πλὴν ἐκεῖνο μὲν ἀφῆκεν οὕτως ἐν ἀσαφεῖ κεῖσθαι διὰ τὸ πρὸς φρονοῦντας λαλεῖν. (ῃερς. 416.) νῦν δὲ, ἵνα μὴ ὁ Ἀντίνοος, περὶ οἷ ὁ λόγος οὗτος, ὕβριν ὑποπτεύσῃ, διεσάφησεν ἐπαγαγὼν τὸ, ἀλλ' ὁ ἄριστος. (ῃερς.

Intertext edge

Open linked passage

Note