Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
361.1.1
) Τὰ δὲ πέδιλα ὑποδήματα συνήθως εἶπε, θαῤῥήσας συνθεῖναι τὴν λέξιν ἐκ τοῦ, ποσὶ δ' ὑπὸ λιπαροῖς ἐδήσατο πέδιλα. (ῃερς. 366.) Τὸ δὲ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο, καὶ τὸ, εἰ δ' αὖ κε βόες εἶεν, καὶ τὸ, εἰ δ' αὖ κε πόλεμόν ποθεν, ὑποθετικῶς, ὡς ἐγράφη, ἀναγνωστέον καὶ οὐκ εὐκτικῶς. ἄλλως γὰρ ἀλόγιστον οὕτω νῦν εὔξασθαι. (ῃερς. 367.) Τὸ δὲ, ὥρῃ ἐν εἰαρινῇ, ἐντελῶς κἀνταῦθα εἴρηται, ὡς καὶ ἐν τῇ Ἰλιάδι. ἐν δέ γε τῷ, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, λείπει τὸ εἰαρινῇ. Δῆλον δὲ, ὅτι τοῦ εἶαρ, ὅθεν τὸ εἰαρινῇ, προϋπάρχει τὸ ἔαρ, καθὰ καὶ τοῦ ὄνειαρ καὶ εἶδαρ τὸ ὄνεαρ καὶ τὸ ἔδαρ. Ἰστέον δὲ καὶ ὅτι Ὀππιανὸς μὲν καὶ τὸ αἷμα ἔαρ ἔφη διὰ μόνου τοῦ ˉε ψιλοῦ. ἕτερος δέ τις διὰ τῆς εˉι διφθόγγου ὁμοίως τῷ αὐτῷ, ἔνθα περὶ ληστηρίου γράφει τὸ, ᾗχι κονίστραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλήθωσι. (ῃερς.