Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
362.1.1
) Σημείωσαι δὲ καὶ τὸ, αὐτίκα γάρ· ἔνθα ὁ γˉαρ σύνδεσμος κεῖται συνήθως ἐν ἀρχῇ ἀντὶ τοῦ ἐπειδὴ ἢ διὸ, ἀποδιδόμενος εἰς τὸ, εἰς ὑπερῷ' ἀναβᾶσα. Φάτιν δὲ τὴν πολλαχοῦ δηλωθεῖσαν φήμην φησί· γίνεται δὲ ἐκ τοῦ φατίζω ἡ φάτις. ἡ μέντοι φάσις τῶν μεθ' Ὅμηρόν ἐστι, φιλοσόφοις τε ἐγνωσμένη καὶ δικανικὴ λέξις οὖσα παρὰ τοῖς παλαιοῖς. (ῃερς. 367.) Ὅτι τὸν Τηλέμαχον καὶ τὸν βουκόλον καὶ τὸν συβώτην ἐνόπλους Ὀδυσσεὺς ἐπὶ τὸν ἀγρὸν ἀπιὼν συνεξάγει διά τι ἀναγκαῖον, ὡς ῥηθήσεται. καὶ ἔστι καὶ τοῦτο οἷόν τις προέκθεσις. (ῃερς. 371.) προάγει δὲ αὐτοὺς τῆς πόλεως Ἀθήνη νυκτὶ κατακρύψασα, ἡ τοῦ Ὀδυσσέως δηλαδὴ φρόνησις, οὐ περὶ πλήθουσαν ἀγορὰν ἐκείνους ἐξαγαγοῦσα ὡς ἅπασι βλέπεσθαι, ὄρθρου δὲ ὡς εἰκὸς ἢ μικρόν τι μετὰ τὸν ἀκριβῆ ὄρθρον, καθὰ δηλοῖ καὶ τὸ, ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τὸ ἐνταῦθα μὲν πάνυ γοργῶς λεχθὲν, ἀλλαχοῦ δὲ περιφρασθὲν ἐν τῷ, Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο καὶ ἑξῆς, καὶ ἐν τῷ, ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς. (ῃερς. 370.) Ἰστέον δὲ ὅτι ἐν τούτοις ὡς καὶ ἐν τοῖς ἑξῆς κεῖται καὶ διασκευὴ περιττὴ καὶ ἀφελὴς τὸ, ὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον, ἦρχε δ' Ὀδυσσεύς. διὸ καὶ γοργῶς ἀπεστένωται διὰ τὸ εὐτελές. (ῃερς. 363.) ἔχει δέ τι καὶ μεγαλόφρον ὁ τοῦ Ὀδυσσέως ἐνταῦθα λόγος ἐν τῷ, μνηστήρων οὓς ἔκτανον· ἑαυτῷ γὰρ τὸ πᾶν τῆς μνηστηροκτονίας ἐπιγράφεται ἀκροωμένης τῆς γυναικὸς, οἷα τὸν υἱὸν καὶ τοὺς δούλους μὴ προσλογιζόμενος. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τὰς τῶν μνηστήρων ψυχὰς Ἑρμῆς εἰς Ἅιδου κατάγει, καὶ ἀναγνωρισμὸς Ὀδυσσέως γίνεται πρὸςτὸν ἑαυτοῦ πατέρα Λαέρτην, καὶ ταραχὴν τοῖς Ἰθακησίοις γεγενημένην ἐπὶ τῇ τῶν μνηστήρων ἀναιρέσει Ἀθηνᾶ διακωλύει. ΟΔΥΣΣΕΙΑΣ Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι τῆς τελευταίας ταύτης ῥαψῳδίας διπλῆ ἐπιγραφή· σπονδαὶ γὰρ ἢ νεκυία ἐπιγράφεται παρὰ τοῖς παλαιοῖς, τὸ μὲν ἐκ τοῦ τέλους ταύτης, ἔνθα σπονδαὶ τοῖς τε Ἰθακησίοις καὶ τοῖς περὶ τὸν Ὀδυσσέα γίνονται, τὸ δὲ ἐκ τῆς ἀρχῆς, καθ' ἣν Ἑρμῆς τὰς τῶν μνηστήρων ψυχὰς εἰς Ἅιδην κατάγει· ἐφ' ᾗ καταγωγῇ τερθρεύεται τὰ δοκοῦντα ὁ ποιητὴς κάτω που περὶ τὸν Ἅιδην ἔνθα οἱ νέκυες, ἀφ' ὧν ἡ νεκυία παράγεται, τουτέστιν ἡ λέγουσα πραγματεία τὰ κατὰ τοὺς νέκυας. ἣν δὴ νεκυίαν τινὲς μὲν κατὰ τὴν μυῖαν γράφουσι, τινὲς δὲ κατὰ τὴν ὀξύαν τὸ φυτόν· ἀφ' ἧς καὶ βέλη κατά τινας ὀξυόεντα. (ῃερς. 1.) ἀρχὴ δὲ τῆς ῥαψῳδίας ταύτης τὸ, Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο, τουτέστιν ἔξω τοῦ δώματος ἔφερε προνοούμενός φασι τὰ Ὀδυσσέως οἷα πρόγονος ἐκείνου, εἴ περ Ἑρμοῦ μὲν Ἀρκείσιος, αὐτοῦ δὲ Λαέρτης ὁ τοῦ Ὀδυσσέως πατὴρ, καὶ διατοῦτο τὰς φιλοσωμάτους ψυχὰς ἐκφέρων καὶ τῆς ἐξ ἐκείνων μήνιδος ἐκκαθαίρων τὸν τοῦ ἀπογόνου οἶκον. ἔοικε δ' ἐξ Ὁμήρου λαβὼν ἀρχὴν ὁ Λιβάνιος εἰπεῖν ἐπὶ τοῦ παρ' αὐτῷ κατὰ τὸν κολοιὸν μύθου, ὡς τῶν πτερῶν ἐξεκαλεῖτο ὁπόσα οἱ ὥραν οὐκ ἔφερεν. Ἰστέον δὲ ὡς ἐκ τοῦ, Ἑρμῆς δὲ ψυχὰς ἐξεκαλεῖτο, τὸν ψυχοπομπὸν συντιθέντες τινὲς ἐπίθετον αὐτὸ εἶπον Ἑρμοῦ, τόδ' ἔστιν ἄλλως ἔχον κατὰ ἀλληγορίαν, ὅτι δηλαδὴ ὁ λόγος ἀναψυχὴν πέμπει τοῖς ἐν μετοχῇ αὐτοῦ. Ὅτι δὲ ὁ Ἑρμῆς ἀπὸ κράσεως ἔχει τὸ περισπᾶσθαι, δηλοῖ καὶ Ἡρῳδιανὸς παραδοὺς, ὅτι ὡς Ἀπελλέας Ἀπελλῆς, Θαλέας Θαλῆς ὁ Μιλήσιος, Ποδέας Ποδῆς ὁ παρ' Ὁμήρῳ, οὕτω καὶ Ἑρμέας Ἑρμῆς. Κυλλήνιος δὲ Ἑρμῆς μυθικῶς μὲν ἀπὸ Κυλλήνης, ἥ τις ὄρος ἐστὶν Ἀρκδίας σταδίων ἐννέα Ὀλυμπιακῶν παρὰ πόδας ὀγδοήκοντα, καθά φασιν ἱστορεῖν Ἀπολλόδωρον, ὀνομασθὲν ἀπὸ Κυλλήνης ἡρωΐδος τινός. περιᾴδεται δὲ διαφερόντως ἐν τοῖς περὶ τὸ τοιοῦτον ὄρος τιμᾶσθαι τὸν Ἑρμῆν κἀκεῖθεν σχεῖν τὸ λεχθὲν ἐπίθετον. κατὰ μέντοι ἀλληγορίαν Κυλλήνιος ὁ τοῦ ὕπνου δοτὴρ, ὁ τὰς ἡνίας τῶν κύλων ἢ κυλάδων ἔχων, ὃ δηλοῖ τὰ ὑπὸ τοὺς ὀφθαλμούς· ὅθεν καὶ κυλοιδιᾶν παρ' Ἀττικοῖς τὸ τὰ κύλα τῶν ὀφθαλμῶν οἰδεῖν ἐκ μακροϋπνίας τυχὸν ἢ ἀϋπνίας. οἱ δὲ παλαιοί φασι καὶ ὅτι κύλα κατὰ Εὐθύδημον τὰ ἐν τῷ κάτω βλεφάρῳ μικρὰ ἀνατρέχοντα ἐν τῷ μύειν, τὰ δὲ ἐν τῷ ἄνω ἐπικύλιον. (ῃερς. 2.) Δίδωσι δὲ κἀνταῦθα τῷ Ἑρμῇ ἡ ποίησις καὶ ῥᾴβδον μετὰ χερσὶ χρυσείην, ᾗ τῶν μὲν ὄμματα θέλγει, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, τοὺς δὲ καὶ ὑπνώοντας ἐγείρει. καὶ λέγει ὡς ταύτῃ κινήσας ἦγε τὰς ψυχὰς, ὡς εἶναι καὶ ταύτην ἐνέργειαν τῆς ἑρμαϊκῆς ῥᾴβδου. Γίνεται δὲ ῥᾴβδος παρὰ τὸ ῥᾳδίως ποιεῖν βαδίζειν, ὡς ἐν ἀρχαίοις ὑπομνήμασι φέρεται· ἔνθα πρόσκειται καὶ ὅτι βέλτιον δὲ ἀπὸ τοῦ ῥαπίζειν, ἵνα τῷ μὲν πρώτῳ λόγῳ προπερισπᾶται ἡ λέξις διὰ τὸ ῥᾷον, τῷ δὲ δευτέρῳ παροξύνηται. (ῃερς. 5.) Ὅτι φωνήν τινα ταῖς προπεμπομέναις εἰς Ἅιδην ψυχαῖς τῶν μνηστήρων πλάττων ὁ ποιητὴς τρίζειν αὐτάς φησι κατά τινα ὀνοματοποιΐαν τῷ μύθῳ ἀρέσκουσαν, ὡς εἶναι αὐταῖς τοῦτο οἷα τινὰ κλαυθμυρισμόν. καὶ μὴ αἰδισθεὶς τὸ πλάσμα τῆς τοιαύτης ὀνοματοποιΐας στερεοῖ αὐτὸ καὶ διὰ παραβολῆς φράζων οὕτως· αἱ δὲ τρίζουσαι ἕποντο. ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπειδάν τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης ἀνά τ' ἀλλήλῃσιν ἔχονται, ὣς αἱ τετριγυῖαι ἅμ' ἤϊσαν, ἤτοι ἐπορεύοντο ἀπὸ τοῦ ἐΐω ἐνεστῶτος. ἦρχε δ' ἄρα σφιν εἰς Ἅιδου Ἑρμείας ἀκάκητα, ὃ καὶ ἐν ἄλλοις κληθεὶς ἐφάνη. οὕτω δὲ καὶ Ὀδυσσεὺς πρὸ ὀλίγων ἦρχεν ὁδοῦ τῆς ἀμφ' αὐτόν. Καὶ ὅρα ὡς τὸ τρίζειν ἐπὶ ψυχῶν εἰπὼν, κυριολεκτούμενον ἐπὶ νυκτερίδων, παρεμυθήσατο τὴν τροπὴν διὰ τῆς ῥηθείσης παραβολῆς. διὸ καὶ ἐπλεόνασε τῇ λέξει, τρὶς αὐτὴν ἐνταῦθα (ῃερς. 5. 7. 9.) διὰ τὸ καίριον. Ἰστέον δὲ ὅτι τρύζειν μὲν διὰ τοῦ ˉυ ψιλοῦ ἐπὶ τρυγόνων, αἳ καὶ ἀπὸ τοῦ τοιούτου γίνονται ῥήματος, τρίζειν δὲ κυρίως ἐπὶ νυκτερίδων· ὧν καὶ ἴδιον δοκεῖ ὁ ποιητὴς λέγειν τὸ ἀλλήλαις συνέχεσθαι, ὃ καὶ ἴδιον ὁρμαθοῦ, καὶ τὸ τὰς ἀποπεσούσας ἄνωθεν ἐκ πέτρας, ἐφ' ἧς εἰσὶ, τρισμὸν ἀποτελεῖν, ὃς δὴ καὶ ἐπὶ μυῶν λέγεται. ὁμοίως δὲ τρίζειν καὶ ἐπὶ χιόνος, ὅθεν καὶ χιὼν τετριγυῖα. Ἰστέον δὲ ὅτι τε μυθικῶς ταῖς ψυχαῖς ἐπελέχθη τρισμὸς, οἷα λόγου μὲν ἐνάρθρου ἐστερημέναις ἄλλως δὲ θορυβούσαις, καὶ ὅτι τὰς εἰς νύκτερον τόπον ἀπιούσας προσφυῶς ἐτόλμησεν ὁ ποιητικὸς λῆρος νυκτερίσι παραβαλεῖν, καὶ ὅτι τὸ τῆς νυκτερίδος ἄγρυπνον παρασίτῳ ἐπεσκώφθη ἐγρηγορότι κολακικῶς· παράσιτος γὰρ ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ ἑαυτὸν σεμνύνων ἄλλα τέ τινα γλυκέως λέγει περὶ ἑαυτοῦ κατὰ εἰκασμὸν ἀστεῖον, καὶ ὅτι ἀναβῆναι πρὸς κλιμάκιον, Καππανεύς εἰμι. ὑπομένειν πληγὰς, ἄκμων. ὕδωρ δὲ πίνειν, βάτραχος. ἀπολαῦσαι θύμων λαχάνων τε, κάμπη. πρὸς τὸ μὴ λοῦσθαι ἤγουν μὴ λούεσθαι, ῥύπος. ὑπαίθριος χειμῶνα διάγειν, κόψιχος, ὅ πέρ ἐστι κόσσυφος. πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν, τέττιξ. ἐλαίῳ μὴ χρῆσθαι, κονιορτός. ἀνυπόδητος ὄρθρου περιπατεῖν, γέρανος. καθεύδειν μηδὲ μικρὸν, νυκτερίς. εἰς τοῦτο δὲ χρήσιμον καὶ λαγωός. τούτοις προσθετέον ἐκεῖθεν καὶτὸ, τύπτεσθαι, μύδρος εἰμί. τύπτειν, κεραυνός. τυφλοῦν τινὰ, ἀστραπή. φέρειν τιν' ἄραντ', ἄνεμος. ἀποπνῖξαι, βρόχος. θύρας μοχλεύειν, σεισμός. εἰσπηδᾶν, ἀκρίς. δειπνεῖν ἀκλήτως, μυῖα. μὴ ἐξελθεῖν, φρέαρ. Καὶ οὕτω μὲν ἡδέος ἀστεϊσμοῦ τοῦδε ἡ νυκτερὶς ἀφορμή. (ῃερς. 6.) Θεσπέσιον δὲ ἄντρον οὐχ' ἁπλῶς οὕτω παρέῤῥιπται, ἀλλ' ὅτι θεῖα τὰ ἄντρα ἐνομίζοντο οἷα σύμβολα κόσμου κατὰ Πορφύριον, ὡς καὶ ἐν τοῖς περὶ τοῦ Ἰθακησίου ἄντρου εἴρηται, ὃ καὶ ἐπήρατον ἐῤῥέθη ἐκεῖ. (ῃερς. 11. σθθ.) Ὅτι Λευκάδα τινὰ πέτραν καὶ Ἡλίου πύλας καὶ δῆμον Ὀνείρων καὶ ἀσφοδελὸν λειμῶνα κἀνταῦθα πλάττει τόπον ταῖς ψυχαῖς ἐκεῖθεν τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ὅτι παρῆλθον αἱ τῶν μνηστήρων ψυχαὶ Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ἠδὲ παρ' Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων· αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαὶ εἴδωλα καμόντων ἤτοι τεθνεώτων, ὡς καὶ ἡ πρώτη νεκυία δηλοῖ, ἔνθα καὶ περὶ ἀσφοδελοῦ λειμῶνος εἴρηται. (ῃερς. 11.) Ἰστέον δὲ ὅτι Λευκάδα μὲν πέτραν ὁ μῦθος πρὸς τῷ Ἅιδῃ πλάττει ἢ κατὰ ἀντίφρασιν, μέλας γὰρ ἐκεῖ σκότος, ἢ καὶ διὰ τοὺς ἐσχάτους τῆς ἐκεῖ γῆς τόπους, οὓς εἰκὸς τὸν ἥλιον ἔτι διαλευκαίνειν δυόμενον. ὅτι δὲ καθ' ἱστορίαν Λευκὰς τόπος Ἠπειρωτικὸς, ἧς οἱ ἐγχώριοι Λευκάδιοι, δῆλον ἐστί· καὶ ἔσται τις αὐτῆς μνεία καὶ ἐν τοῖς ἑξῆς. (ῃερς. 12.) Πύλας δὲ Ἡλίου λέγει τὰς οἷον συγκλειούσας ἐκεῖνον κρύψεις, γενόμενον πρὸς δυσμαῖς· ἃς δὴ πύλας εἰσδυόμενος ὡς ὑπὸ κευθμῶνας τινὰς γίνεται ἀφανής. Τὸ δὲ, δῆμον Ὀνείρων, ὡς ἐπὶ ἐμψύχων καὶ σωματοειδῶν εἶπε, νύκτωρ ἡμῖν ἐκεῖθεν δῆθεν ἐπιφοιτώντων. οἰκεῖον δὲ καὶ αὐτοῖς αἱ δυσμαὶ, οὐ μὴν ἡ ἀνατολή· τοῖς γὰρ νυκτὸς καὶ ἁπλῶς ἐν ὕπνῳ φαινομένοις προσφυὲς καὶ τὸ νυκτῶδες τοῦ τόπου. Δοκεῖ δὲ ὁ μῦθος εὐτάκτως τοπογραφεῖν, τάττων μετὰ τὸν Ὠκεανὸν τὴν Λευκάδα, μεθ' ἣν τὰς Ἡλίου πύλας, εἶτα τοὺς Ὀνείρους καὶ μετ' αὐτοὺς τὸν ἀσφοδελὸν λειμῶνα, περὶ ὃν αἱ ψυχαὶ, ὁμοιότητά πως κατὰ τὸν μῦθον σώζουσαι τοῖς ὀνείροις κατὰ τὸ, ψυχὴ δ' ἀποπταμένη ἠΰτ' ὄνειρος πεπότηται. Ἰστέον δὲ καὶ ὅτι πιθανεύεται ὁ μῦθος Ὀνείροις τόπον εἶναι περί που τὰ κατὰ τὸν Ἅιδην οὗ οἱ τεθνεῶτες, ἐπεὶ καὶ ἀδελφοὶ θάνατος καὶ ὕπνος εἶναι λέγονται. (ῃερς. 15. σθθ.) Ὅτι πρός τε πλατυσμὸν πρός τε παραδοξοποιΐαν πρός τε ποικιλίαν ποιήσεως τεχνᾶταί τι κἀνταῦθα Ὅμηρος, ὧν καὶ ἐν τῇ πρώτῃ νεκυίᾳ πεποίηκε, καὶ πλάττει ὡς ἐν ἠθοποιΐᾳ εἰδωλοποιητικῇ Ἀχιλλέα τε τὸν αὐτῷ φίλον, ἔτι δὲ καὶ τὸν εὐρυκρείοντα Ἀγαμέμνονα, διομιλουμένους ἀλλήλοις τὰ εἰκότα βιωτικώτερον. ἐν οἷς ἄλλα τε κατορθοῖ ὁ ποιητὴς καὶ Τρωϊκαῖς ἱστορίαις ἀρτύει συνήθως τὴν ποίησιν καὶ μύθοις χρᾶται, ὧν στερουμένη ποίησις οὐκ ἂν εἴη ἔτι ποίησις. καὶ τέως μὲν λέγει ὡς αἱ ψυχαὶ τῶν μνηστήρων κάτω ἐλθοῦσαι εὗρον τὴν τοῦ Ἀχιλλέως, τὴν τοῦ Πατρόκλου, τὴν τοῦ ἀμύμονος Ἀντιλόχου, Αἴαντός τε ὃς ἄριστος ἔην, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα. καὶ αὐτοὶ μὲν περὶ τὸν Ἀχιλλέα ὡμίλουν· ἦλθε δ' ἐπὶ ψυχὴ Ἀγαμέμνονος ἀχνυμένη· περὶ δὲ αὐτὸν οἱ σὺν ἐκείνῳ θανόντες οἴκῳ ἐν Αἰγίσθου, καθὰ καὶ ἡ πρώτη νεκυία δηλοῖ. (ῃερς. 24. σθθ.) καὶ τὸ ἐντεῦθεν ἄρχεται διαλογική τις ἠθοποιΐα ἔχουσα οὕτως ὡς ἀπὸ τοῦ Ἀχιλλέως· Ἀτρείδη, περὶ μέν σε φάμεν Διῒ ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, οὕνεκα πολλοῖσί τε καὶ ἰφθίμοισιν ἄνασσες δήμῳ ἐνὶ Τρώων ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί. ἦ τ' ἄρα καὶ σοὶ πρῶτα, ἤγουν πρὸ καιροῦ κατὰ τοὺς Ἀττικοὺς, παραστήσεσθαι ἔμελλε Μοῖρ' ὀλοὴ, ἣν οὔ τις ἀλεύεται ὅς κε γένηται, τουτέστιν ἣν ὀλοὴν μοῖραν οὐδεὶς ἐκφεύγει τῶν ἐν γενέσει κἂν εὐδαιμονοίη, ὡς καὶ ἡ Ἰλιὰς λαλεῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ περὶ τῶν δύο πίθων, οἳ Διὸς ἐν οὔδει κατάκεινται. (ῃερς. 30.) εἶτα ἐπάγει, ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, δήμῳ ἐνὶ Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· τῷ κέν τοι, ἤγουν οὕτως ἄν σοι, τύμβον μὲν ἐποίησαν Παναχαιοὶ, καὶ σῷ δὲ ἂν παιδὶ μέγα κλέος ἤραο ὀπίσω· νῦν δ' ἄρα σε οἰκτίστῳ θανάτῳ ἐχρῆν ἁλῶναι. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ἀχιλλέως. (ῃερς. 26.) ἐν οἷς ἔπαινός τέ τις κεῖται βασιλικὸς καὶ ἱστορία τοῦ εὐρυκρείοντα κατά γε τὰ Τρωϊκὰ μόνα εἶναι τὸν Ἀγαμέμνονα, ὡς δηλοῖ τὸ, πολλοῖσιν ἄνασσες δήμῳ ἐνὶ Τρώων. ἔτι δὲ καὶ φιλοσοφία τοῦ ἀπαθῆ κακομοιρίας εἶναι τὰ μὴ ὑπὸ γένεσιν καὶ ἠθικὴ διδασκαλία τοῦ αἱρετώτερον εἶναι καὶ γενναῖον ἄνδρα ἐν πολέμῳ θνήσκειν ἐνδόξως ἑαυτῷ τὸν τοῖς αὐτοῦ ἤ περ ὕστερον ἀκλεῶς. (ῃερς. 30.) ἐν οἷς καὶ τὸ, τιμῆς ἀπονήμενος ἧς περ ἄνασσες, εἴρηται ἀντὶ τοῦ κερδήσας καὶ ὄνησίν τινα σχὼν τῆς βασιλείας, δι' ἧς ἄνασσες ἢ ἧς ἕνεκεν ἄνασσες. οὐ γὰρ τιμῆς ἀνάσσει τις ἀλλὰ χάριν ἢ ἕνεκεν τιμῆς. (ῃερς. 26.) ἐν οἷς καὶ τὸ μὲν, πολλοῖς ἄνασσες, πρὸς διαστολὴν μικροβασιλείας εἴρηται, τὸ δὲ, καὶ ἰφθίμοις, πρὸς ἔνδειξιν τῆς Ἑλληνικῆς γενναιότητος. καὶ τοιαύτη μὲν ἡ τοῦ Ἀχιλλέως εἰδωλοποιΐα. (ῃερς. 36– 97.) ἡ δέ γε τοῦ βασιλέως ἐπὶ τῷ Ἀχιλλεῖ ἀντισεμνύνει μὲν τὸν Ἀχιλλέα μάλιστα διὰ μακροῦ λόγου. ἑαυτῷ δὲ ἀκερδὲς τὸ τοῦ Τρωϊκοῦ πολέμου δείκνυσι τέλος ἐν πάνυ ὀλιγίστῳ λόγῳ· ἔφθη γὰρ ἤδη ὁ Ἀχιλλεὺς ἐν τοῖς ῥηθεῖσι περὶ τῆς τοιαύτης πλατύτερον δυσπραγίας εἰπεῖν. ἔχει δὲ ὧδέ πως καὶ ἅ περ ἠθοποιεῖται κατὰ τὸν βασιλέα· ὄλβιε Πηλέος υἱὲ θεῷ ἐπιείκελ' Ἀχιλλεῦ, ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος, τοῦ Θετταλικοῦ δηλαδή· ἀμφὶ δέ σ' ἄλλοι κτείνοντο Τρώων καὶ Ἀχαιῶν ἄριστοι μαρνάμενοι περὶ σοῦ, σὺ δὲ στροφάλιγγι κονίης κεῖσο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. ὃς δὴ ὁλοδάκτυλος στίχος κεῖταί που καὶ ἐν Ἰλιάδι. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθα, οὐδ' ἂν πάμπαν παυσάμεθα πολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν, ἢ δηλαδὴ τὸν ἀέρα στροφάλιγγι κονίης συγχέας ἢ καὶ ἄλλως ἐκφοβήσας κατά τι πάθος αἰγίδος τῆς πολλαχοῦ δηλουμένης. αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, κάτθεμεν ἐν λεχέεσσι καθήραντες χρόα καλὸν ὕδατί τε λιαρῷ καὶ ἀλείφατι, πολλὰ δέ σε ἀμφὶς δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. ἅ περ εἴωθεν ἐπὶ νεκροῖς γίνεσθαι, ὡς καὶ ἐν τοῖς κατὰ τὸν Πάτροκλον φαίνεται. εἶτα λέγει ἡ εἰδωλοποιΐα καὶ ὡς ἡ μήτηρ Θέτις μαθοῦσα ἐξ ἁλὸς ἦλθε σύν γε ταῖς Νηρηΐσιν, βοὴ δ' ἐπὶ πόντον ὀρώρει θεσπεσίη, ἡ ἐξ ἐκείνων, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς. δι' ὧν φόβος θαλάττιος φράζεται. καὶ δή, φησιν, ἀναΐξαντες ἔβησαν ἂν οἱ Ἀχαιοὶ πεφοβημένοι, ὅ ἐστι πεφευγότες, ἐπὶ νῆας, εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδὼς, Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλὴ, δηλώσας μὴ χρῆναι φεύγειν διὰ τὸ τὴν μητέρα Θέτιν ἐξ ἁλὸς ἔρχεσθαι οὗ παιδὸς ἀντιόωσαν. καὶ οἱ μὲν οὕτως ἔσχοντο φόβου ἤγουν φυγῆς, ἀμφὶ δέ σε, φησὶν, ἔστησαν αἱ Νηρηΐδες οἰκτρὰ ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν, τουτέστιν ἐνέδυσαν. Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ θρήνεον· ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν γε νοήσας Ἀργείων· τοῖον γὰρ ἐπώρορεν, ἢ ἐπόρνυε, Μοῦσα λίγεια. ἑπτακαίδεκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν, ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι, ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρὶ, πολλὰ δέ σε ἀμφὶς μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ, πολλοὶ δ' ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐῤῥώσαντο πυρὴν περικαιομένοιο πεζοί θ' ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν, τουτέστι συνήγομεν, λευκὰ ὀστέα, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα, Διονύσοιο δὲ δῶρον φάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. τοῦτο μὲν διὰ τὸ ἐν πυρὶ τεχνικῶς κατειργάσθαι, ἐκεῖνο δὲ διὰ τὸ ἐπιτετηδεῦθαι ὑποδέχεσθαι οἶνον, εἰς ὃν ἀλληγορεῖται Διόνυσος. ἐν τούτῳ σοι κεῖται λευκὰ ὀστέα, φαίδιμ' Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο, χωρὶς δ' Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων ἄλλων ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα. διὸ καὶ ἀναμὶξ μὲν ἔκειτο τὰ Πατρόκλου καὶ Ἀχιλλέως ὀστέα συγκεχυμένα, ἰδίᾳ δὲ συμπαρέκειντο τὰ τοῦ Ἀντιλόχου. ἀμφ' αὐτοῖσι δὲ μέγαν καὶ ἀμύμονα τύμβον χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων ἀκτῇ ἐπὶ προὐχούσῃ ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, τῷ δηλουμένῳ ἐν Ἰλιάδι, ὡς ἂν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴης διὰ τοῦ τάφου, οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. μήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. ὃν δὴ ἀγῶνα ἐξαίρων ἐπαινετικῶς ἐπάγει· ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας ἡρώων, ὅτε ἄν ποτε ἀποφθιμένου βασιλῆος ζώνυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα, ἤγουν εἰς ἀγῶνας ὁπλίζονται. ἀλλά γε κεῖνα μάλιστα ἰδὼν θυμῷ ἐτεθήπεα ἢ ἐτεθήπεας, οἷα ἐπὶ σοὶ κατέθηκε μήτηρ περικαλλέ' ἄεθλα, μάλα γὰρ φίλος ἦσθα θεῷ. ὡς σὺ μὲν οὐδὲ θανὼν ὄνομα ὤλεσας, ἀλλά τοι αἰεὶ πάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλὸν, Ἀχιλλεῦ. αὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἤγουν ἡδονὴ καὶ ὄνησις, ἐπεὶ πόλεμον τολύπευσα, τουτέστι κατειργασάμην ὡς καὶ ἀλλαχοῦ κεῖται. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο, καθὰ καὶ προϊστόρηται. τοιαῦτα καὶ τὰ περὶ Ἀχιλλέως ἀφελῶς προηγμένα, ἤδη δὲ καὶ εὐτελῶς, καὶ τῆς μὲν Ὁμηρικῆς μεγαλονοίας οὐκ ἄξια, προσώπων δὲ ποιότητι πρέποντα, οὔτε χαιρόντων καὶ ἐν σκιαῖς εἰδώλων σωζόντων τὴν λογικότητα. ἔχει δὲ ὅμως ὁ λόγος ἱστορίας φίλας τῷ ποιητῇ καὶ λαλεῖ τι ὧν ἐνέλειψεν ἡ Ἰλιὰς, τὰ κατὰ τὸν θάνατον δηλαδὴ τοῦ Ἀχιλλέως, εἰ καὶ ἀτόνως γέγραπται καὶ ἐπελευστικῶς καὶ ὡς οὐκ ἂν ἐν Ἰλιάδι πεποίηκεν Ὅμηρος. μεγαλοπρεπῆ γὰρ ἐκεῖτὰ πάντα καὶ ὄντως ἡρωϊκά. καὶ ἴσως πάνυ φιλοτιμησάμενος κατὰ τὸν ἐκεῖ ἐπιτάφιον ὁ ποιητὴς ὤκνησεν ἐνταῦθα ἐγχειρῆσαι ποιῆσαί τι ὅμοιον, ἴσως μὲν ἵνα μὴ καὶ ἄκων εἰς ἀκαίρους ταυτολογίας ἐμπέσῃ, ἴσως δὲ καὶ διὰ τὸ μὴ ἔχειν ἐνταῦθα κρειττόνως φράσαι τὰ πράγματα ἤ περ ἐκεῖ. ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ τῆς Θέτιδος καὶ τῶν Νηρηΐδων ἔλευσις καὶ αἱ τῶν ζῴων σφαγαὶ καὶ τὸ περὶ ἀλείφατος καὶ μέλιτος καὶ τὸ πολλοὺς περὶ τὴν τοῦ Ἀχιλλέως πυρὰν Ἀχαιοὺς ἥρωας τεύχεσι ῥώσασθαι ἤτοι ἐῤῥωμένως κινηθῆναι καὶ τὰ κατὰ τὸν χρύσεον ἀμφιφορῆα καὶ ἡ περίοπτος τοῦ Ἀχιλλέως τύμβευσις ἐκ τῶν κατὰ τὴν Ἰλιάδα σποράδην κειμένων ἐνταῦθα εἰς ἓν εἵλκυσται. δοκεῖ δὲ ἡ πᾶσα κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα ὑποκινηθῆναι ἐκ τῆς κατὰ τὸν Ἀχιλλέα, οὗ περ οἰκτισαμένου τὸν βασιλέα ἐφ' οἷς μηδὲν ἀπονήμενος ὧν περὶ Τροίαν ἔκαμε δεινότατα τέθνηκεν ἐν τῇ πατρίδι, λαβὼν ἐκεῖθεν ἀρχὴν μακαρίζει ὁ βασιλεὺς τὸν Ἀχιλλέα ὡς ἐκ τοῦ ἐναντίου αὐτὸν ἀπονήμενον ἧς εἶχε τιμῆς καὶ θανόντα ἐκεῖ εὐκλεῶς ἐν Τροίῃ ἑκὰς Ἄργεος. (ῃερς. 62.) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι τὰς Μούσας εἰς ἐννεάδα ὁρίσας ὁ ποιητὴς ὅμως χαίρει καὶ οὕτω τῇ συνήθει ἑνικῇ προσηγορίᾳ ἐπαγὼν τὸ, τοῖον γὰρ ἐπώρορε Μοῦσα, ὡς ταυτὸν ὂν ἑνικῶς τε Μοῦσαν λόγῳ προσηγορικῷ καὶ Μούσας πληθυντικῶς εἰπεῖν. ἔνθα καὶ τοὺς ἐπιταφίους οἴκτους καὶ μονῳδικοὺς διὰ τῶν Μουσῶν αἰνίττεται ὁ ποιητὴς, αἳ κοσμοῦσι τὴν τοῦ Ἀχιλλέως ταφὴν ὡς καὶ ἐν Ἰλιάδι τὴν τοῦ Τρωϊκοῦ στρατηγοῦ ἀοιδοῦ θρήνων ἔξαρχοι. οὕτω γάρ πως θρηνῳδοὶ καὶ νῦν αἱ Μοῦσαι, ὡς δηλοῖ καὶ τὸ, (ῃερς. 60.) ὀπὶ καλῇ, εἴτουν ἀοιδῇ, θρήνεον· δι' ἧς ἐρεθιζόμενοι ἄνθρωποι οὐ δύνανται μένειν ἀδάκρυτοι. (ῃερς.