Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
363.1.1
) Ἡ δὲ Κτιμένη Ὀδυσσέως ἀδελφή. ἧς ἀνὴρ ὑπονοεῖται, ὡς καὶ προεγράφη, Εὐρύλοχος. (ῃερς. 364.) Ἰφθίμην δὲ αὐτὴν λέγει, καθὰ καὶ τὴν ἄλοχον τοῦ Λαέρτου δαΐφρονα, καὶ πρὸ αὐτῆς τὴν Πηνελόπην, ὡς εἴ τις εἴπῃ ἀνδρείαν γυναῖκα. Τὸ δὲ, τὴν ὁπλοτάτην τέκεν, ἁπλοϊκῶς κεῖται πρὸς ἱστορίας ἐντέλειαν. (ῃερς. 365.) Τὸ δὲ τῇ ὁμοῦ ἐτρεφόμην ὑποβάλλει νοεῖν δεῖν εἶναι τὸν δοῦλον τοῦτον Εὔμαιον κληθῆναι καὶ διὰ τὸ εὖ μαιωθῆναι παρὰ τοῖς δεσπόταις. Τὸ δὲ ὀλίγον δέ τί με ἧσσον ἐτίμα, ὅμοιον τῷ, μικροῦ ἐμὲ κατὰ τὴν θυγατέρα ἐτίμα. δουλοῖ δὲ μάλιστα τὸν Εὔμαιον ἡ τοιαύτη τιμὴ, ὥς περ καὶ τὸ, εἵματα καλὰ μάλα ἀμφιεσθῆναι καὶ εἰς τὸν ἀγρὸν προπεμφθῆναι. χαίρει γὰρ αὐτὸς τοιούτοις ὡς ἀφελὲς πρόσωπον. (ῃερς. 372.) Τὸ δὲ ᾧ ἐπιμίμνω, παιδευτικόν ἐστιν, ὡς ἐκείνων μάλιστα τῶν ἔργων ἐπαυξομένων οἷς ἐπιμένει τις. (ῃερς. 373.) Τὸ δὲ ὧν ἔφαγον, καινῶς ἐσχημάτισεν. ἦν γὰρ τὸ ἀκόλουθον οὕτως· ἀλλά μοι ἔργον αὔξεται οὗ ἔφαγόν τε ἔπιόν τε. ὁ δὲ πληθυντικῶς ἔφη, ὧν ἔφαγον, δηλῶν τῷ πληθυσμῷ τῆς πτώσεως τὴν τοῦ ἔργου αὔξησιν. Ἰστέον δὲ ὅτι τε τραχύτερον τῇ φωνῇ τὸ ἔτραγον τοῦ ἔφαγον, ὡς καὶ τοῦ φαγεῖν τὸ τραγεῖν καὶ τοῦ ὁ φάγος τὸ ὁ τράγος. καὶ ὅτι τοῦ τραγεῖν μὲν πρωτότυπον θέμα τρῶ, ὅθεν τὸ τρώγω, ὡς καὶ τοῦ ἀνώγω τὸ ἄνω ἤγουν τελειῶ, ἐξ οὗ τὸ ἀνύω. τοῦ δὲ φαγεῖν προσεχὲς μὲν θέμα τὸ φήγω ἢ φάγω. πρωτόθετον δὲ τὸ φῶ ἤγουν φονεύω, συντρίβω, κλῶ, θλῶ, ἀφ' οὗ καὶ ἄλευρον μυλήφατον. καὶ ὅτι ἐκ τοῦ φαγεῖν ἄλλα τε παράγονται καὶ ἡ φηγὸς κατ' ἐξαίρετον διὰ τὴν πάλαι ποτὲ βαλανηφαγίαν. ἴσως δὲ καὶ ὁ φάγρος ἰχθύς. πάντως δὲ καὶ ὁ κατὰ διάλεκτον Κρητῶν φάγρος ἡ ἀκόνη, ὡς ἱστορεῖ ὁ παρὰ τῷ Ἀθηναίῳ Σιμμίας. ἔργον γὰρ καὶ πάθος δὲ ἀκόνης τὸ φαγεῖν, ἐσθιούσης τε δηλαδὴ τὰ τριβόμενα καὶ ἐσθιομένης ὑπ' αὐτῶν. ἔτι δὲ ἐκ τοῦ φαγεῖν καὶ ἡ φάτνη, τροπῇ τοῦ ˉγ εἰς ˉτ, ἣν ἀντιστοιχία ἰδιωτικὴ πάθνην καλεῖ. τῆς δὲ φάτνης ῥῆμα οὐ μόνον ἐκφατνίζειν κατὰ τὸ, ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερεν ὁλομελῆ κρέα, καὶ τὸ, ἐκφατνίζει ὀδόντας, ἀλλὰ καὶ φατνοῦν. ὅθεν καὶ φάτνωμα ὀδόντων. ἐξ οὗ λέγονται αὐτοὶ ἐκφατνίζεσθαι, ἤγουν ἐξάγεσθαι ἐκριζούμενοι. Τὸ δὲ, αἰδοίοισιν ἔδωκα, ἀντὶ τοῦ, ἀνδράσιν αἰδοῦς ἀξίοις, ξένοις δηλαδὴ καὶ ἱκέταις. παραιτητέον γὰρ τοὺς ἄλλους ἀναξίως Ὁμήρου νοοῦντας ἐνταῦθα τὸ αἰδοίοις, καὶ κίναιδον διομολογουμένοις τὸν Εὔμαιον. κωμικευομένῳ μέντοι ἀνδρὶ χρήσιμος ἔσται ποτὲ ὁ λόγος κατὰ παράχρησιν, ὡς δυναμένου τοῦ, ἔφαγόν τε καὶ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα, καὶ λάγνῳ προσαρμόσαι ἀνδρὶ, ὁποῖα καὶ ἕτερα τῶν Ὁμήρῳ σεμνῶς λεχθέντων ἄλλως ἐκληφθέντα ὡς ἐπὶ θυμέλης ἐπαίχθησάν τε καὶ εἰσέτι δὲ παίζονται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς ὕστερον ἐπενοήθη ἀντὶ τοῦ αἰδοῖος τὸ αἰδήμων καὶ τὸ αἰδέσιμος. τούτων μὲν γὰρ ἡ ὅλη κλίσις ἔννοιαν ἔχει σεμνήν. ὁ δὲ αἰδοῖος ἔν τε τῷ οὐδετέρῳ γένει καὶ ταῖς πλαγίαις συνεμπίπτει τῷ σωματικῷ μορίῳ καὶ παρεμφαίνει ἐννοίας οὐκ εὐσχήμονας, καὶ οὕτω γελοιασμοὺς ὑποκινεῖ φίλους κιναιδολόγῳ, οὗ χρῆσις, ὅπου κεῖται καὶ ἡ κιναιδία καὶ τὸ κιναίδισμα. ὅτι δὲ ταῦτα οὐκ ἐκ τῆς ἐναρέτου αἰδοῦς παρῆκται, ἧς παρώνυμος ὁ αἰδοῖος ἱκέτης, ἀλλ' ἐκ τῆς κατὰ σῶμα, ἧς ἐν Ἰλιάδι χρῆσις τὸ, τά τ' αἰδῶ ἀμφικαλύπτει, δῆλον ἐστίν. (ῃερς. 374.) Ἐν δὲ τῷ, οὔτ' ἔπος ἀκοῦσαι οὔτε τι ἔργον, προσυπακουστέον τῷ ἔργῳ τὸ ἰδεῖν ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὡς οὔτε ἔπος ἔστιν ἀκοῦσαι μείλιχον, οὔτε τι ἔργον ἰδεῖν ἢ μαθεῖν ἢ γνῶναι μείλιχον. (ῃερς. 376.) Τὸ δὲ ἄνδρες ὑπερφίαλοι, πάνυ στενῶς ἔφη ὁ Εὔμαιος, μιᾷ ταύτῃ λέξει καὶ οὐδὲ πάνυ σφοδρᾷ δηλώσας ἀφελῶς καὶ ἀγροικικῶς τὸ μέγα κακὸν, ὃ τῷ δεσποτικῷ οἴκῳ ἐνέπεσεν. Ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δημόκριτος μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδόνιος Δαναὴν, Ὅμηρος δὲ τοῦτο μὲν οὐκ ἀξιώσει λόγου, ἄλλως δέ γε ἱστορήσει τὰ κατ' αὐτὸν ὅθεν τε ἦν καὶ ὅπως περιῆλθε τῷ τοῦ Ὀδυσσέως οἴκῳ, πορισάμενος ἀφορμὴν λόγου, ἐξ ὧν αὐτὸς εἶπεν ὁ Εὔμαιος. ἀκούσας γὰρ ὁ ξένος Ὀδυσσεὺς ὡς ἡ τοῦ Λαέρτου γυνὴ αὐτὸν ἔθρεψεν ἅμα τῇ ὁπλοτάτῃ θυγατρὶ δράττεται ἀφορμῆς ὡς οἷον οἰκτιζόμενος, εἰ οὕτω νεώτατος τῆς πατρίδος ἐξέπεσε, καὶ ἐρωτᾷ τὴν αἰτίαν καὶ μανθάνει τὰ ἐφεξῆς. (ῃερς. 381.) Ὅτι οἶκτος ἐπί τινι ἐκ νέου ᾐχμαλωτισμένῳ ἢ ἄλλως ἐστερημένῳ τῶν οἴκαδε τὸ, ὦ πόποι ὡς ἄρα τυτθὸς ἐὼν πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. (ῃερς. 383.) ὁ δὲ τὸν τοιοῦτον ἐρωτῶν, περὶ ὧν ἔπαθεν, ἐρεῖ ἂν, ὡς εἰκὸς, τὸ, ἀλλ' ἄγε μοι τόδε εἰπέ, (ῃερς. 384.) ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, ᾗ ἔνι ναιετάεσκε πατὴρ καὶ πότνια μήτηρ, τουτέστι διεπράθετό σοι ἡ πατρίς· τοῦτο γὰρ καὶ μόνον περιφραστικῶς οἱ δύο στίχοι φασίν· ἤ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν ἢ ἀλλαχοῦ που ἄνδρες δυσμενέες λάβον. ὁ δὲ Ὀδυσσεὺς ἐνταῦθα προστίθησι καὶ τὸ, (ῃερς. 387.) ἠδ' ἐπέρασαν ἀντὶ τοῦ, καὶ πέραν ἐνταῦθα κατὰ τὴν Ἰθάκην ἀπέδοντο τοῦδ' ἀνδρὸς πρὸς δώματα, ὁ δ' ἄξιον ὦνον ἔδωκεν, ὅ περ ἐν ἄλλοις ἄσπετον ὦνον ἔφη, μετὰ δὲ ὀλίγα μυρίον ὦνον. (ῃερς. 386.) Τὸ δὲ παρ' οἴεσι διὰ διφθόγγου γράφεται πρὸς εὐγενείας δήλωσιν. εἰ γὰρ καὶ ὑφορβός ἐστιν ἄρτι ὁ Εὔμαιος, ἀλλὰ τοῦτο μὲν δουλικὸν καὶ οὐδὲ ἄλλως εὐγενές. ὄϊας μέντοι νέμειν οὐδὲ βασιλέων παῖδες ἀπηξίουν, ὥς περ οὐδὲ βουκολεῖν. (ῃερς. 391.) Ὅτι ὁ κελευόμενος ἐν τῷ ἐπιδόρπια ἐσθίειν, καθῆσθαι ἡσυχῇ καὶ ἀκούειν καὶ μᾶλλον ὅτε μακραὶ νύκτες εἰσὶν, ἀκούσοι ἂν τὸ, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενος. αἵδε δὲ νύκτες (ῃερς. 392.) ἀθέσφατοι, ὡς καὶ προϊστόρηται, τουτέστι πάνυ μακραί. διὸ καὶ ἑρμηνεύων φησίν· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν. οὐδέ τί σε χρὴ, πρὶν ὥρη, καταλέχθαι. ἀνίη καὶ πολὺς ὕπνος. τῶν δ' ἄλλων ὅ τινα κραδίη καὶ θυμὸς ἀνώγει, εὑδέτω ἐξελθών. Εὔμαιος δὲ ταῦτα πρὸς τὸν δεσπότην ξένον λαλεῖ. ἔνθα φαίνεται, ὡς καὶ ἀλλαχοῦ, ὁ τῆς ἐπανόδου καιρὸς τῷ Ὀδυσσεῖ οὔτε ἐαρινὸς εἶναι οὔτε θερινὸς, ἀλλ' ὅτε νύκτες ἀθέσφατοι. (ῃερς. 391.) Τὸ δὲ σιγῇ, ἐκτείνει μὲν τὴν ἄρχουσαν, ὠνοματοπεποίηται δὲ ἐκ τοῦ σίζω, οὗ μέσος παρακείμενος σέσιγα, ἐξ οὗ ἡ σιγή. ὡς τῶν ἐγκελευομένων σιγᾶν τῷ σιγμῷ ἔστιν ὅτε χρωμένων. Τὸ δὲ, πῖνέ τε οἶνον, ἐκ μέρους καὶ τὸ ἔσθιε συμπαραδηλοῖ. μετ' ὀλίγα οὖν φησί· πίνοντέ τε δαινυμένω τε. (ῃερς. 393.) Τὸ δὲ μὴ χρῆναι πρὸ ὥρας κοιμᾶσθαι γνωμικῶς κεῖται, καὶ μάλιστα τὸ, ἀνία καὶ πολὺς ὕπνος, ἀφοριστικῶς λεχθὲν κατὰ συντομίαν ἀποφθεγματικήν. (ῃερς. 394.) Δῆλον δὲ, ὡς οὐ μόνον ἄλλως ἀνία ὁ μακρὸς ὕπνος, ἀλλὰ καὶ ἡμισεύει τὸ ζῆν ἡμῖν. διὸ καὶ θανάτῳ ἄγχιστα ἔοικε. (ῃερς. 395.) Τὸ δὲ ὅ τινα, ποιητικὸν δύσχρηστον κατὰ τὸ, ὅ τινας. Σημείωσαι δὲ ὅτι, ὥς περ νῦν ἀνία ὁ μακρὸς λέγεται ὕπνος, οὕτως ἑτέρωθι ἀνίη καὶ τὸ φυλάσσειν παννύχιον ἐγρήσοντα. (ῃερς. 396.) Ὅτι ἀγροτικὸν τὸ, ἅμα ἠοῖ φαινομένῃφι δειπνήσας, ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. Ἔνθα ὅρα τὸ ἅμα ἐν ταυτῷ καὶ χρονικῶς κείμενον καὶ κατὰ τοπικὴν διατριβήν. Ἀνακτορίας δὲ ὕας Ἀρίσταρχος μὲν τὰς δεσποτικάς φησιν, Ἀριστοφάνης δὲ, ὧν ἕκαστος βόσκων, ἀνάσσει, ὅ ἐστιν ἄρχει. ἀπὸ τοιούτου δὲ ἀνάσσειν γίνεται καὶ χειρώναξ ὁ τῆς χειρὸς ἢ τῶν ἐν χερσὶν ἀνάσσων. (ῃερς. 398.) Ὅτι τοῖς παρὰ πότον ἀφηγουμένοις, ἃ ἔπαθον, ἐπιπρέπει τὸ, ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, μνωομένω, ἤγουν μιμνησκόμενοι. (ῃερς. 400.) εἶτα, ἐπεί περ οὐ πιθανὸν τὸ ἐπὶ τοιούτοις τέρπεσθαί τινα, ἐπάγει κατασκευὴν τοῦ λόγου ταύτην· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνὴρ, ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ. γνωμικὴ δὲ καὶ αὕτη ἔννοια, δηλοῦσα, ἡδονήν τινα εἶναι καὶ τὸ διηγεῖσθαι, ἃ πάθοι τις ἀλγεινά. αἴτιον δὲ τοῦ τερπεσθαί τινα οὕτως, οἷς ἔπαθεν, ὁ ἔπαινος ὃν οἶδεν ἔχειν ἐντεῦθεν ἐπί τε πολυπειρίᾳ καὶ φερεπονίᾳ καὶ εὐτυχίᾳ ἤτοι θείᾳ προμηθείᾳ. τούτων γὰρ πάντων ἐπήβολος ὁ πολλὰ μὲν παθὼν, περισωθεὶς δέ. (ῃερς. 403.) Ὅτι δυνάμενος ὁ ποιητὴς μετὰ τὸν ἐκ Πύλου ἀνάπλουν τοῦ Τηλεμάχου εὐθὺς ἐπαγαγεῖν ὡς ἡμέρας ἐλθούσης ἐπὶ χέρσου οἱ Τηλεμάχου ἕταροι λύον ἱστία καὶ τὰ ἑξῆς, ὅμως οὐκ ἠθέλησεν οὕτω ποιῆσαι, ἀλλὰ τὸν Τηλέμαχον πλέειν ἀφεὶς ἀπησχόλησεν ἑαυτὸν τοῖς περὶ Ὀδυσσέα, καὶ εἰπὼν μέχρι νῦν, ὅσα δὴ καὶ εἶπε· πορίζεται καὶ ἀπὸ τοῦ Εὐμαίου πλατυσμὸν διηγήσεως, ἀποσεμνύνων αὐτὸν ὡς εὔνουν τῷ δεσπότῃ καὶ ποιῶν μνήμης ἄξιον δι' ἱστορίας. καὶ τοίνυν ὁ δοῦλος διηγούμενος τὰ καθ' ἑαυτὸν τῷ δεσπότῃ, ὡς ἐκεῖνος ἠρώτησεν, οὐκ ἀγεννέστερον ἴσως τοῦ δεσπότου ψευδολογήσει πρὸς πιθανότητα. φησὶ γοῦν· νῆσός τις, Συρίη κικλήσκεται, εἴ που ἀκούεις, Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο. οὔτι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μὲν, εὔβοτος, εὔμηλος, οἰνοπληθὴς, πολύπυρος. πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν. ἀλλ' ὅτε γηράσκωσι πόλιν κατὰ φῦλ' ἀνθρώπων, ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν, αἴφνης δηλαδὴ θνήσκοντας νόσου τε δίχα καὶ οὐδὲ πρὸ ὥρας, ἀλλ' ἐν γήρᾳ λιπαρῷ, εἴ γε μηδὲ πεῖναν οἴδασι. τοιαύτην δέ τινα εὐδαιμονίαν καὶ τοῖς ἐπὶ Κρόνου ζῶσιν Ἡσίοδος ἐπιμαρτύρεται, οὓς εἰπὼν ζῆν ἄτερ πόνων καὶ παντὸς κακοῦ, μηδὲ νοσεῖν λέγει, ἀλλ' εἰς βαθὺ γῆρας ἐλάσαντας θνήσκειν ἅ τε ὕπνῳ δεδμημένους. καὶ οὕτως ἐπαινέσας Εὔμαιος τὴν πατρίδα εἴτε πρὸς ἱστορίαν εἴτε ἴσως καὶ πρὸς πλάσμα, ὡς δέον ὂν τοιαύτην εἶναι τὴν ἀγαθὴν νῆσον, φησὶν ἐφεξῆς καὶ ὅτι (ῃερς. 412.) δύο πόλεις ἐκεῖ, αἷς δίχα πάντα δέδασται, αἷς ἀμφοτέραις πατὴρ ἐμὸς ἐμβασίλευε Κτήσιος Ὁρμενίδης ἐπιείκελος ἀθανάτοισι. (ῃερς. 415.) λέγει δὲ καὶ ὅτι Φοίνικες ἐκεῖ ἐλθόντες ἠπερόπευον τὴν τούτου μητέρα. Φοίνισσα δὲ ἦν ἐκείνη, καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ' εἰδυῖα. ἡ δὲ μετὰ πολλὰ τὰ ἐν μέσῳ, ὧν μνεία τις ἔσται εἰς ὅσον χρὴ ἐν τοῖς ἑξῆς, χειρὸς τοῦτον ἑλοῦσα συναπέπλευσε λάθρα τοῖς Φοίνιξιν ὡς οἴκαδε ἀπελευσομένη. (ῃερς. 478.) καὶ αὐτὴ μὲν ὑπὸ Ἀρτέμιδος βληθεῖσα, τουτέστιν αἰφνιδίῳ θανάτῳ περιτυχοῦσα, (ῃερς.
363.1.2
) Νεόδαρτον δὲ ὑπέδυ δέρμα ὁ Μέδων, καθά που καὶ οἱ τοῦ Μενελάου ἑταῖροι τὰ τῶν φωκῶν, ἵνα περιχυθὲν ὡς ὑγρὸν συσχηματίζοιτο τῷ κειμένῳ καὶ κρύπτοι ἀσφαλῶς πάντοθεν ὡς οἷον ἐνδύον ἐκεῖνον ἱματίου δίκην. διὸ καὶ ὁ ποιητὴς ἐνταῦθα τὸ μὲν περιθέσθαι ἀμφιέσασθαι λέγει, εἰπών· ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον. τὸ δὲ ἀποθέσθαι ἀντὶ τοῦ ἐκδύσασθαι· φησὶ γάρ· βοὸς δ' ἀπέδυνε βοείην. ταυτὸν δὲ πάντως ἀποδύσασθαι καὶ ἐκδύσασθαι. (ῃερς. 364.) Τὸ δὲ βοὸς περιττῶς κεῖται ἐν τῷ βοείην· ἤρκει γὰρ βοείην, ᾗ συνεπινοεῖται πάντως καὶ ὁ βοῦς. τοιοῦτον καὶ τὸ, βοῶν ἐπιβουκόλος ἀνὴρ, καὶ ποδάνιπτρα ποδῶν, καὶ ἕτερα ὅμοια, περὶ ὧν καὶ ἀλλαχοῦ ἱκανῶς εἴρηται. (ῃερς. 372.) Τὸ δὲ, οὗτος ἐρύσατο καὶ ἐσάωσε, ταυτά εἰσι κατὰ ἔννοιαν. Ἀδίπλαστον δὲ τὸ ῥῶ ἐν τῷ ἐρύσατο κοινότερον ἢ μᾶλλον ἀπὸ τοῦ εἰρύσατο ἐκβληθέντος τοῦ ἰῶτα. (ῃερς. 374.) Εὐεργεσίαν δὲ τὴν ἀγαθοεργίαν ἐνταῦθα λέγει, ἀντικειμένην τῇ κακοεργίᾳ. δύναται δὲ νοηθῆναι ἡ λέξις καὶ ἐπὶ τοῦ παρὰ τοῖς ὕστερον λεγομένου εὐεργετεῖν· κάλλιον δὲ τὸ πρῶτον. (ῃερς. 376.) Ἐν δὲ τῷ, ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν, δύναται φόνος καὶ τὸ χεθὲν αἷμα λέγεσθαι καὶ ὁ τόπος ἔνθα οἱ φόνοι τῶν μνηστήρων. Πολύφημος δὲ ἀοιδὸς ὁ Φήμιος ἢ ὡς σοφὸς καὶ πολυΐστωρ καὶ οὕτω πολλὰς φήμας εἰδὼς, ἢ ὡς πολλοὺς φημίζων, ἢ ὡς ὑπὸ πολλῶν τοῦτο πάσχων, ἢ καὶ ἄλλως ὡς μαντικὰς φήμας εἰδὼς, περὶ ὧν πολλαχοῦ εἴρηται· ὑπόκεινται γὰρ καὶ μαντικοὶ εἶναι οἱ ἀοιδοί· ἢ καὶ ἄλλως πολύφημος, ἐπεὶ θεὸς αὐτῷ ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσε. συμβάλλεται δέ τι ἐνταῦθα καὶ ἡ προδηλωθεῖσά που πολύφημος ἀγορά. (ῃερς. 381– 389.) Ὅτι ἐναχθεὶς, ὡς ἐῤῥέθη, ὁ Ὀδυσσεὺς εἰς ὑποψίαν ὑπὸ Μέδοντος καὶ Φημίου, μή ποτέ τινες τῶν μνηστήρων σώζοιντο, ἐπάπτηνέ, φησι, καθ' ἑὸν δόμον, εἴ τις ἔτι ἀνδρῶν ζωὸς ὑποκλοπέοιτο ἤγουν ὑποκλέπτοι τὸ ζῆν ἢ κρύπτοιτο, ἀλύσκων Κῆρα μέλαιναν, ὃ καὶ ὁ Μέδων ἐποίησε. καὶ ὅρα τὸ ὑποκλοπέοιτο καιριωτάτην λέξιν εἰς δήλωσιν ἐπικρύψεως. πρωτότυπον δὲ τοῦτο τοῦ κλοπεὺς, ὃ κεῖται παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλεῖ δ' ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεύς· καθὰ καὶ ἐκ τοῦ ἡνιοχεύω γίνεται ἡνιοχεὺς καὶ ἡγεμονεύω ἡγεμονεύς. καὶ οὕτω μὲν ἐπάπτηνεν Ὀδυσσεύς. τοὺς δὲ ἴδε μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτηῶτας πολλοὺς ὥς τ' ἰχθύας, οὕς θ' ἁλιεῖς κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ, οἱ δέ τε πάντες κύμαθ' ἁλὸς ποθέοντες ἐν τῷ ἔτι ζῆν ἐπὶ ψαμάθοισι κέχυνται· τῶν μέν τ' ἠέλιος φαέθων ἐξείλετο θυμόν· ὣς τότ' ἄρα μνηστῆρες ἐπ' ἀλλήλοισι κέχυντο. χρήσιμος δὲ ἡ παραβολὴ ἐπὶ τοιαύταις νεκρῶν πτώσεσι καὶ μᾶλλον ἀγεννῶς πεσόντων. Ὅρα δὲ ὅτι μεγαλεῖον μυράγματος, εἰ καὶ μὴ πολὺ εὑρὼν ὁ ποιητὴς ἐπλεόνασε παραβολαῖς, πρὸ ὀλίγων μὲν χρησάμενος τῇ ἀπὸ βοῶν, ἔτι δὲ καὶ αἰγυπιῶν, ἐνταῦθα δὲ τῇ ἀπὸ ἰχθύων, προϊὼν δὲ λέοντι τὸν Ὀδυσσέα παραβαλεῖ. ἐρεῖ δὲ ἐφεξῆς καὶ ἀπὸ κιχλῶν καὶ πελειῶν παραβολὴν ἐν τῷ τῶν ἀμφιπόλων θανάτῳ. καὶ νῦν μὲν οὕτως. ἄλλως μέντοι τὸ τῆς Ὀδυσσείας βιβλίον σπανίζει παραβολῶν, ὧν ἡ Ἰλιὰς εἰς πλῆθος μεμέστωται διὰ τὸ τῶν ἐκεῖπράξεων πολυμέγεθες, ἐναργείας δεομένων ἄλλης τε καὶ τῆς ἐκ παραβολῶν. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἅπαξ ἐνταῦθα μνησθῆναι τὸν ποιητὴν ἰχθύων θήρας τῆς διὰ δικτύων. τὸ γὰρ ἐν Ἰλιάδι, μή πως ὡς ἀψίσι λίνου ἁλόντες πανάγρου, ἄδηλόν φασιν εἴτε ἰχθύων εἴτε πεζῶν ζώων εἴτε καὶ πτηνῶν ἄγραν δηλοῖ. τὴν δέ γε δι' ὁρμιᾶς καὶ ἀγκίστρου θήραν πολλάκις εἶπεν. (ῃερς. 383.) Ἐκ δὲ τοῦ, ἐν αἵματι καὶ κονίῃσι, σημειοῦνται οἱ παλαιοὶ, ὡς οὐ κατέστρωτο λίθοις τὸ τοῦ ἀνδρῶνος ἔδαφος, εἴ γε κονίαν εἶχε. διὸ καλῶς ἐν τοῖς πρὸ τούτων ὕδατι ῥαίνεται. (ῃερς. 385.) Κοῖλος δὲ αἰγιαλὸς ἁπλῶς ὁ βαθύς. οὐ γὰρ ἂν ἦν αἰγιαλοῦ ὀφρὺς μὴ βάθους ὑποκειμένου τοῦ κατὰ τὸ ὕδωρ. (ῃερς. 386.) Πολυωπὸν δὲ δίκτυον κατὰ τοὺς παλαιοὺς τὸ πολλὰς ἔχον ὀπὰς, ἐκταθέντος τοῦ ˉο. βίαιον γάρ, φασι, πολυωπὸν εἰπεῖν τὸ πολυόφθαλμον. καὶ τοῦτο μὲν ὀρθόν. εἰ δέ τις ἐνθυμηθείη καὶ τεχνητοὺς εἶναι ὀφθαλμοὺς, ὁποῖοι καὶ οἱ κατὰ τὰς τριήρεις, λέγονται γὰρ ὀφθαλμοὶ ῥητορικῶς ἐν ἐκείναις αἱ ὀπαὶ ὧν αἱ κῶπαι διείρονται, οὐκ ἂν ἀπαγορεύσοι πολυωπὸν εἰρῆσθαι δίκτυον, οὗ πολλοὶ τεχνικῶς οἱ ὀφθαλμοί. πολυοπὸν μέντοι ῥάκος οὐ κατὰ τέχνην ἔχον ὀφθαλμοὺς ἀλλὰ τετρημένον ἄλλως ἐκ πάθους εἰς ὀπὰς ἐθέλει τῷ ˉο μικρῷ παραλήγεσθαι. (ῃερς.

Intertext edge

Open linked passage

Note