Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
365.1.1
) Καὶ ὅρα τὸ μαψιδίως ψεύδεσθαι, δηλοῦν ὡς τὸ μὴ μάτην ψεύδεσθαι οὐ πάνυ ψεκτόν. (ῃερς. 361.) Ἰστέον δὲ ὅτι τὸ ἆ κλητικὸν ἐπίῤῥημα ὂν, καθὰ καὶ τὸ ὦ, ἔχει πρὸς τῇ κλίσει, ὡς πολλαχοῦ φαίνεται, καί τινα πλείω ἔμφασιν ἐπὶ σχετλιασμῷ ἢ θαύματι κατὰ τοὺς παλαιοὺς ἢ καὶ ἄλλως οἴκτῳ. ὁμοίῳ δέ τινι λόγῳ καὶ τὸ αἲ δυσφορικόν τέ, φασιν, ἐστὶ καί που καὶ μεμπτικὸν, ὡς δηλοῖ καὶ τὸ, αἲ τάλαν, παρὰ τῷ κωμικῷ, εἰ καὶ ὡς ταπολλὰ θρηνητικόν ἐστιν. Ὅτι δὲ τὸ ἆ ψιλούμενον καὶ περισπώμενον καὶ ἀντὶ τοῦ αἴθε λαμβάνεται, δῆλον ἐκ τῶν 2. 78 παλαιῶν, οἳ καὶ χρῆσιν εἰς τοῦτο παράγουσιν. (ῃερς. 366.) Ὅτι καθάπερ ἐν Ἰλιάδι καθ' Ὅμηρον ὁ Βελλεροφόντης ἀπήχθετο πᾶσι θεοῖς, οὕτω καὶ Ὀδυσσεὺς ἐνταῦθα κατὰ τὸν Εὔμαιον εἰπόντα· ἐγὼ δ' εὖ οἶδα καὶ αὐτὸς νόστον ἐμοῖο ἄνακτος, ὅτ' ἤχθετο, ἤγουν ὃς ἤχθετο πᾶσι θεοῖς πάγχυ μάλα, ὅ περ ἐκ παραλλήλου δηλοῖ τὸ λίαν. σημεῖον δὲ τοῦ τοιούτου ἔχθους τῷ δούλῳ τὸ ἀκλειῶς ἐκεῖνον Ἁρπυίαις ἀπαχθῆναι. Ἰστέον δὲ ὅτι τὸ ὅτ' ἤχθετο δύναται νοηθῆναι καὶ ἀντὶ τοῦ, ὅτι ἐμισήθη, ὁ νόστος δηλαδὴ ἢ ὁ Ὀδυσσεύς. (ῃερς. 372.) Ὅτι ὑπότροπος μὲν ἐν τοῖς ἑξῆς ὁ ὑποστραφεὶς καὶ παλιννοστήσας, ἀπότροπος δὲ ὁ κεχωρισμένος καὶ οἷον ἐξόριστος. φησὶ γὰρ Εὔμαιος τῷ δεσπότῃ· αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπος, ἐφ' οἷς ἑρμηνεύων τί ἐστι τὸ ἀπότροπος, ἐπάγει· οὐδὲ πόλινδε ἔρχομαι, εἰ μή πού τι ἡ δέσποινα κελεύσει. (ῃερς.

Intertext edge

Open linked passage

Note