Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1.1
) Ἰστέον δὲ ὅτι ἐν τῷ, ὄλβιε Πηλέος υἱὲ, Ἰωνικῶς ἐκλίθη τὸ Πηλέος· διὸ συστέλλει τὴν λήγουσαν ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. (ῃερς. 39.) Στροφάλιγγα δὲ κονίης καὶ ἀέλλης εἰπεῖν ταυτόν ἐστιν, ἐπεὶ καὶ τὸ στρέφειν καὶ τὸ εἰλεῖν ὅμοια, ὧν τὸ μὲν τὴν στροφάλιγγα παράγει, τὸ δὲ τὴν ἄελλαν. (ῃερς. 44.) Χρόα δὲ καλὸν λέγει τὸν τοῦ νέκυος Ἀχιλλέως ἢ ὡς ποτὲ τοιοῦτον ὅτε δηλαδὴ ἔζη ἢ καὶ ὡς μετὰ θάνατον. τερατεύεται γὰρ καὶ τοιαῦτα ἡ ποίησις ὡς δηλοῖ καὶ ἐπὶ τοῦ νεκροῦ Πατρόκλου τὸ, ἔμπεδος αὐτῷ ἔσται χρὼς ἢ καὶ ἀρείων. (ῃερς. 45.) Ἐν δὲ τῷ, ὕδατι λιαρῷ καὶ ἀλείφατι, ἄλειφαρ ἢ τὸ ἔλαιόν φησιν ἢ καὶ εἶδός τι ἀλείμματος εὐώδους ἕτερον. (ῃερς. 52.) Ὁ δὲ τοῦ Νέστορος ἐνταῦθα ἔπαινος παντὶ ἁρμόζει γέροντι συνετῷ. (ῃερς. 54.) Τὸ δὲ, ἴσχεσθ' Ἀργεῖοι μὴ φεύγετε κοῦροι Ἀχαιῶν, ἐξ Ἰλιάδος παρείλκυσται καὶ αὐτό. (ῃερς. 47. 58.) Τὰς δὲ Νηρηΐδας παραφράζων ἀθανάτας τε ἁλίας λέγει καὶ κούρας ἁλίοιο γέροντος τοῦ Νηρέως δηλαδή. Ἐνταῦθα δὲ ἰστέον ὅτι κοινῶς μὲν Νηρηΐδες πᾶσαι αἱ τοῦ Νηρέως θυγατέρες. παραδέδοται δὲ ἄλλως ὅτι ἐν ὑπομνήματι Βακχυλίδου τοῦ λυρικοῦ διαφορὰ Νηρεΐδων φέρεται καὶ Νηρέως θυγατέρων οὕτως· εἰσὶν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν τοῦ Νηρέως θυγατέρων, καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νομίζεσθαι, τὰς δὲ ἐξ ἄλλων κοινότερον Νηρεΐδας καλεῖσθαι. πιθανὸν οὖν τὰς μὲν ἐκ μιᾶς τῆς Δωρίδος γνησιωτέρας τῶν ἄλλων οὔσας Νηρέως θυγατέρας λέγεσθαι, Νηρεΐδας δὲ τὰς συνεισάκτους. Καὶ ὅρα ἐν τούτοις τὸ Νηρεΐδας κοινὸν ὂν ἢ καὶ Ἀττικόν· τὸ γὰρ Νηρηΐδας Ἰωνικώτερον ἐκ τῆς Νηρῆος Ἰώνων γενικῆς. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς.