Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
372.1.1
) Αἴθωνες δὲ βόες οἱ θερμοὶ ἐργάζεσθαι, ἢ μέλανες, οἱ ἐν ἄλλοις οἴνοπες, ἢ καὶ πυῤῥοὶ, ὡς ἀπὸ τοῦ, οἶνος ἐρυθρός. Τὸ δὲ, κεκορηότε ποίης, σύστασις βοῶν, ὡς καὶ ἵππων τὸ ἀκοστεῖν. κυριολεκτεῖται δὲ πάντως ἐπὶ ἀλόγων ζῴων τὸ κεκορηότες. Ἰστέον δὲ καὶ ὅτι τὸ, βόες ἄριστοι αἴθωνες καὶ τὰ ἑξῆς, ἔπαινός ἐστιν ἀγαθῶν βοῶν. (ῃερς. 373.) Τὸ δὲ ἥλικες καὶ τὸ ἰσοφόροι καὶ αὐτὸ πρὸς ἰσότητα κεῖται, ἵνα τῷ ἀπαραλλάκτῳ τῶν βοῶν διαφαίνηται καὶ τοῖς ἀροτριῶσι τὸ ἔργον οἷον ἐστί. διὸ καὶ χρὴ τήν τε ἀροτριωμένην γῆν ἐπίσης νενεμῆσθαι καὶ ἀμφοῖν ὑπείκειν εἰς τὸ τέμνεσθαι. Ἰσοφόροι δὲ ἢ εἰς ἶσον φερόμενοι καὶ ὡς εἰπεῖν ἰσοφαρίζοντες, ἢ ἶσον ἄχθος φέρειν δυνάμενοι, ἢ ἰσοκίνητοικαὶ ἶσοι κατὰ τὸ φέρεσθαι. (ῃερς. 374.) Τετράγυον δὲ διάστημά τι, ὅσον ἦν ἀροτριᾶν ὡς εἰκὸς δι' ἡμέρας τοὺς ἀγαθοὺς ἐργάτας καὶ χρωμένους βουσὶν ὁμοίοις. Τί δὲ τὸ τετράγυον, προγέγραπται. ὁ δὲ παραφράσας τετράπλεθρον ἡρμήνευσε τὸ τετράγυον, εἰπὼν, ἐλαύνειν ἐν νειῷ τετραπέλεθρον. Πολὺ δὲ ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ κομματικόν· τό τε ἀλλοῖον καὶ τὸ κατὰ λέξιν, ὡς ἡ ἀνάγνωσις παρίστησιν. (ῃερς. 375.) Ὦλξ δὲ ἡ αὖλαξ, ἀπὸ τοῦ ἀλέγω, τὸ λόγον ποιοῦμαι καὶ φροντίζω, ἀλέξω, ἄλοξ, καὶ μεταθέσει ἄολξ, καὶ ἐν συναιρέσει ὦλξ, ἡ ἐν λόγῳ δηλαδὴ οὖσα. Διηνεκὴς δὲ ὦλξ ἡ διόλου ἐνηνεγμένη μία καὶ κοιλανθεῖσα μιᾷ μακρᾷ τομῇ. Τὸ δὲ προταμοίμην ἀντὶ τοῦ, πρὸ σοῦ ἀροτριάσαιμι, καὶ, ὡς εἰπεῖν, προκόψαιμι, καὶ τὰ πάντα ἔχων ἶσα, ὅμως προβαλοίμην τῇ ἀρετῇ. (ῃερς. 384.) Τὸ δὲ, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα, διττολογία ἐστὶν ἐννοίας μιᾶς διὰ προσώπου ἀγωνίαν καὶ αὐτὴ γενομένη καθὰ καὶ τὰ ῥηθέντα κόμματα. (ῃερς. 376.) Τὸ δὲ, εἰ δ' αὖ καὶ πόλεμον ὁρμήσειέ ποθεν Κρονίων, περίφρασίς ἐστι τοῦ, εἴ ποθεν ἐκφανείη πόλεμος ὁ κατὰ τὸν μῦθον ἐκ Διὸς, ὃς ταμίης πολέμοιο τέτυκται. Ὅρα δὲ τὸ ποθὲν πρὸς ἐπίκρυψιν τεθὲν τοῦ ἀληθοῦς, καιριώτερον ὂν τοῦ ἴσως καὶ τοῦ τυχὸν καὶ τῶν τοιούτων, ὑπεμφαῖνον δὲ καὶ τὴν ἀλήθειαν, ἵνα λέγῃ, ὡς εἴ περ πόλεμος γένηται ἢ ἐξ ὑμῶν προϋπαρξάντων ἢ ἐξ ἐμοῦ ἢ ἐκ τῶν ἐμῶν. Τὸ δὲ ὁρμήσειεν ἀντὶ τοῦ κινήσειε καὶ, κατὰ τοὺς ὕστερον εἰπεῖν, παρορμήσειε. διχῶς οὖν τὸ ὁρμήσειν, ἰδιοπαθῶς τε κατὰ τοὺς μεθ' Ὅμηρον ἀντὶ τοῦ κινηθῆναι καὶ ἑτεροίως ἀντὶ τοῦ κινήσειν. εἰ δὲ ἐχρῆν καὶ αὐτὸ διάφορον σχεῖν διάθεσιν κατὰ τὸ πλουτῶ ἐγὼ, πλουτίζω δὲ ἕτερον καὶ τὰ ὅμοια, ἀλλὰ προελήφθη τοῦτο ὑφ' ἑτέρου ῥήματος τοῦ κατὰ τὸν ὅρμον, καθ' ὃν ὁρμεῖ μὲν ἡ ναῦς, ὁρμίζει δέ τις αὐτήν. καὶ ἄλλως δὲ ὁρμεῖ μὲν αὐτὴ, ὁρμίζεται δὲ ὑπ' ἄλλου. (ῃερς. 394.) Σφέλας δὲ ἢ τὸ ὑποπόδιον καὶ νῦν ἢ καὶ ἁπλῶς κατὰ τοὺς παλαιοὺς βλῆμά τι σφῆλαι δυνάμενον, ὡς καὶ αὐτὸ προείρηται. (ῃερς. 397.) Ἡ δὲ πρόχοος ἐνταῦθα ἡ καὶ κατὰ κυριολεξίαν βομβήσασα ἐν τῷ πεσεῖν ξέστης ἐστὶ ποτίζειν χρήσιμος, οὐ μὴν κατὰ τὴν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, δι' ἧς ὕδωρ χερσὶν, ἐπιχέεται, ἣν παραφράζων ἐκεῖ ὁ ἐκ Θρᾴκης σοφὸς εἶπε· τὸ πρῶτον μὲν οὖν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ, οὐδὲ μὴν κατὰ τὴν ὀστεοδόχον, ἣν δηλοῖ ὁ γράψας τὸ, ἐμβαλὼν εἰς πρόχουν ἀργυρᾶν τὰ ὀστᾶ καὶ ἐξέπεμπεν, ὁποῖόν τι ἴσως καὶ ἐν Ἰλιάδι τὸ δέπας, ἐν ᾧ θέσις ἡρωϊκῶν ὀστῶν ἱστόρηται. (ῃερς. 395.) Ἰστέον δὲ ὅτι δεξιότατα Ὀδυσσεὺς δοκεῖ προσφεύγειν τῷ Ἀμφινόμῳ, εἴ πως σχοίη συγκροῦσαι τοὺς μνηστῆρας ἀλλήλοις, ἐπικουρήσαντος μὲν ἐκείνου τῷ ξένῳ, ἀπαρασθέντων δὲ τῶν μνηστήρων. (ῃερς.

Intertext edge

Open linked passage

Note