Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
374.1.1
) εἶτα οἱονεὶ ψέγων καὶ αὖθις ἀπολογούμενος φησίν· ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ἄνδρες ὑπερφίαλοι. μέγα δὲ δμῶες χατέουσιν ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ἀγρόνδε, (ῃερς. 379.) οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. ὃ δὴ λόγου ἐστὶν οἰκονομικοῦ, ὡς τῶν δούλων οὕτω δελεαζομένων. Ὅρα δὲ καὶ ὡς ἀφελῶς ὁ Εὔμαιος οἷα δοῦλος λαλεῖ, γλυκέα φράζων, οὐ μὴν σπουδαῖα τινά. οὗ περ κἀκεῖνο ἀφελὲς, ὡς ἐρωτηθεὶς εἰ ζῶσιν οἱ τοῦ Ὀδυσσέως τοκέες, ὁ δὲ πολὺν λόγον ἐδαπάνησεν εἰς οὐδὲν δέον, χορηγῶν τῷ Ὁμήρῳ πλατυσμὸν ποιήσεως. πολλὰ δὲ τοῦ τοιούτου λόγου καὶ εἰς πεζολογικὴν παραπλοκὴν χρήσιμα, οἷον, εἰς προσπάθειαν δεσποτικὴν καὶ εἰς λύπην τὴν ἐπὶ στερήσει καλοῦ τινὸς, καὶ εἰς εὐχαριστίαν τὴν ἐπὶ εὐτυχίᾳ, καὶ εἰς γογγυσμὸν εἰ παρὰ τοῦ δεσπότου πάσχει τις κακόν. (ῃερς. 354.) Τὸ δὲ θυμὸν φθίσθαι, ὅ ἐστι φθαρῆναι, πολλὰ μὲν τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι διὰ τὸ φθέω φθῶ· τινὰ δὲ καὶ διὰ τοῦ ἰῶτα, ὡς ἐκ τοῦ φθίω, ὅθεν καὶ τὸ ἤκαχεν ἀποφθιμένη, καὶ τὸ, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο. (ῃερς. 357.) ὠμὸν δὲ καὶ νῦν γῆρας τὸ παρὰ καιρὸν, ἵνα δηλοῖ τὸ ὠμὸν γῆρας ἄωρον πέπανσιν, ὡς καὶ εἰ καρπός τις πεπανθείη κατασαπείς. εἰ δὲ τὸ ἐνταῦθα ὠμὸν γῆρας τὸν ἐν τῇ Ἰλιάδι ὠμογέροντα συντίθησιν, οὐκ ἂν εἴη στεῤῥῶς ἀποφῄνασθαι. δοκεῖ γὰρ ὠμογέρων ἐκεῖνος ἡλικίας ὄνομα εἶναι γεροντικῆς, εὖ ἐχούσης καὶ ὑγιῶς, οὐ μὴν πεπονθυίας γῆρας ἔκ τινος νοσερᾶς ὠμότητος. καὶ ἔστιν οὕτως ὠμογέρων ὁ λεγόμενος προπόλιος, οὗ πέρας ὁ σύφαρ, ὡς ἐν ἄλλοις δεδήλωται, ὥς περ γραὸς ἡ ἐσχατόγηρως κατὰ τὴν τοῦ γραμματικοῦ Ἀριστοφάνους παράδοσιν. ἴσως γὰρ οὐκ ἐχρῆν ἀνδρὶ τὴν τοιαύτην προσρηθῆναι λέξιν διὰ τὸ ἀδρανὲς καὶ δυσοιώνιστον. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν τὴν Ὀδυσσέως μητέρα ὠμῷ γήραϊ δοῦναι λέγει τὸν ἄνδρακατὰ συμβεβηκὸς διὰ τὸ ἐπ' αὐτῇ πένθος ὡς ἀγαθῇ γυναικί. ἡ δὲ παρὰ τῷ Ἡσιόδῳ δειπνολόχη γυνὴ ἄλλως ὠμῷ γήραϊ τὸν ἄνδρα δίδωσι διὰ τὴν αὐτῆς φαυλότητα. ἔστι δὲ εἰπεῖν ὡς καὶ ἄλλως τὸ τοιοῦτον ὠμὸν γῆρας τρόπον ἄλλον ἐξοπτᾷ ἢ ἀφέψει ἐκείνη ἐν τῷ εὕειν ἄτερ δαλοῦ. (ῃερς. 360.) Τὸ δὲ φίλος εἴη καὶ φίλα ἔρδοι ἀκριβῶς κεῖται διὰ τὸ πολλοὺς φίλους εἶναι δοκοῦντας μὴ φίλα ἔρδειν ἢ διὰ χαυνότητα ἢ καὶ διὰ τὸ φιλουμένους, μὴ τὸ ἶσον ἀντιφιλεῖν. (ῃερς.