Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
375.1.1
) εἶτα δηλῶν τὸ ἐν μὲν τοῖς ἄλλοις φύσει φιλοπαθὲς ἑαυτοῦ, ὀκνηρὸν δὲ εἰς τὸ πολυπραγμονεῖν τὰ δεσποτικὰ, φησίν· ἀλλ' οἱ μὲν ἕκαστα παρήμενοι ἐξερέουσι καὶ οἳ, ἄχνυνται περὶ Ὀδυσσέως, τουτέστιν οἱ αὐτῷ φίλοι· καὶ οἳ, χαίρουσι βίοτον νήποινον ἔδοντες, ἤγουν οἱ ἐχθροί. ἀλλ' ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἔρεσθαι. (ῃερς. 379.) οὗ καὶ αἰτίαν προσθεὶς ἐπάγει· ἐξ οὗ δή μ' Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ, ὃς δὴ ἄνδρα κτείνας πολλὴν ἐπὶ γαῖαν ἀληθεὶς ἤλυθ' ἐμὸν πρὸς σταθμὸν, ἐγὼ δέ μιν ἀμφαγάπαζον, τουτέστιν ἐφίλουν, ἐφιλοφρονούμην. φῆ δέ μιν οὐκ ἀκοῦσαί που κατὰ σὲ, ἀλλὰ ἐν Κρήτεσι παρ' Ἰδομενῆϊ ἰδέσθαι νῆας ἀκειόμενον, τὰς οἱ ξυνέαξαν ἄελλαι. καὶ φάτ' ἐλεύσασθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, πολλὰ χρήματ' ἄγοντα σὺν ἀντιθέοις ἑτάροισι. καὶ ὅρα ὡς ἑνὸς πτωχοῦ ψευσαμένου καὶ λυπήσαντος τὸν Εὔμαιον ὑπόπτως ἐκεῖνος ἔχει καὶ πρὸς τοὺς λοιποὺς, καὶ ὅτι καὶ ὁ τοιοῦτος Αἰτωλὸς κατὰ Κρήτην σκηνοβατεῖ τὰ κατ' αὐτὸν ψεύσματα. μή ποτε δὲ καὶ εὐφυῶς καὶ ἀστείως τὸ τοιοῦτον ἐθνικὸν ὁ Αἰτωλὸς, ἐπελέγη ἐκ τῶν ἄλλων ἐθνῶν τῷ ποιητῇ, ἵνα τὸν ἐπαίτην δηλώσῃ. κἀντεῦθεν καὶ ὁ κωμικὸς εἴτε καὶ ἄλλως ἡ παροιμία ὠφέληται εἰπεῖν τὼ μὲν χεῖρ' ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κρωπιδῶν. εἶτα κατὰ παραγραμματισμὸν Κλωπιδῶν, ἵνα σκωπτικῶς δηλώσῃ τὸν ταῖς χερσὶ μὲν αἰτοῦντα καὶ οἱονεὶ καὶ αὐτὸν λαλοῦντα ἔμβαλε κυλλῇ, τῷ δὲ νῷ κλέπτοντα. ὅτι δὲ οἱ παλαιοὶ καὶ κατὰ παραγραμματισμὸν τραυλισμοῦ ἐκωμῴδουν, δηλοῖ μὲν καὶ τὸ Κλωπιδῶν. Κρωπιδῶν γὰρ ὤφειλεν εἶναι ὡς ἀπὸ γένους ἢ τόπου. δηλοῖ δὲ παρὰ τῷ αὐτῷ κωμικῷ καὶ τὸ, ὁ λᾶς; θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. βούλεται μὲν γὰρ δῆθεν Ἀλκιβιάδης ὡς ἐν ὀνείρῳ εἰπεῖν ἐρωτηματικῶς, ὁρᾶς; ὁ Θέωρος τὴν κεφαλὴν κόρακος ἔχει. τραυλίζων δὲ ἐκεῖνος, οὐδὲ γὰρ οὐδὲ τορῶς εἶχε τῆς γλώσσης, φησίν· ὁ λᾶς, τουτέστιν ὁ λίθος, διὰ σκληρότητα καὶ δυσαισθησίαν ὁ θέωλος, τουτέστιν ὃν θεὸς ἐξολέσει, κεφαλὴν κόλακος ἔχει. ἐσκώπτετο γὰρ καὶ ἐπὶ κολακείᾳ ὁ κωμῳδούμενος Θέωρος. οὐ μόνον δὲ ἡ κωμῳδία ἐκπίπτουσά ποτε τῆς τοῦ ἀμεταβόλου ῥῶ κραυγῆς εἰς τὴν κλαγγὴν τοῦ λάμβδα κατολισθαίνει, ἀλλὰ καὶ ὁ ποιητὴς οἶδε τοιοῦτον μεταγραμματισμὸν, οὐ παίζων μέντοι ἀλλὰ σπουδάζων. ἐν γοῦν τοῖς κατὰ Φαίακας εἰπὼν ἐπὶ τοίχων τὸ ἐρηρέδαται ἀπὸ τοῦ ἐρείδω, ἐρήρεισται γὰρ ὁ τοῖχος ἐῤῥοίζησεν οἷον τῷ ἀμεταβόλῳ, ἐληλέδαται εἰπὼν ἀπὸ τοῦ ἐλῶ ἐλάσω, διττὴ γὰρ φέρεται γραφὴ, ἔλιγξε μέν πως τῷ ἤχῳ, γελοῖον δὲ εἶπεν οὐδέν. ὅμοιον δέ τι γίνεται καὶ εἴ τις ἐκ τοῦ κρώζω εἰς τὸ κλώζω καιρίως μεταπέσοι ποτὲ, ἢ ἐκ τοῦ ῥυσόμενος εἰς τὸ λυσόμενος καὶ οὕτω μὲν ταῦτα. Τετραχῶς δὲ λεγομένων τῶν ἐθνικῶν ἀπὸ ἔθνους, ἀπὸ χώρας, ἀπὸ πόλεως, καὶ ἀπὸ βασιλείας, χωρικὸν ἐθνικόν ἐστιν ὁ Αἰτωλός. δύναται δὲ καὶ ἀπὸ ἔθνους λεχθῆναι, καὶ ἀπὸ βασιλείας δὲ, καὶ μὴν καὶ ἀπὸ πόλεως. καὶ χωρικὸν μέν ἐστιν, ὡς ἀπὸ χώρας τῆς τῶν Αἰτωλῶν. ἐθνικὸν δὲ, καθότι ἔθνος τι καὶ οἱ Αἰτωλοί. ἀπὸ βασιλείας δὲ, διὰ τὸν προϋπάρξαντα Αἰτωλόν. οὕτω καὶ ὁ Ἀργεῖος, ἀπὸ βασιλείας τὸ τοιοῦτον ἔχει ἐθνικόν. ὁμοίως καὶ ὁ Ἕλλην καὶ ὁ Δαναὸςκαὶ ὁ Ἀχαιὸς, ὃς ὅτι καὶ Ἀχαὸς λέγεται ἐκδρομῇ τοῦ ἰῶτα, ὁμοίως τῷ, παλαιὸς παλαὸς, δηλοῦται ἐν τοῖς παλαιοῖς. διὸ καὶ οἱ λέγοντες Ἀχαιϊκὸν Ἄργος ἢ ἄλλο τι τοιοῦτον διὰ τῆς αˉι διφθόγγου, καὶ αὖ πάλιν Ἀχαϊκὸν διὰ μόνου τοῦ ἰῶτα ὀρθῶς φράζουσιν, ἐκεῖνο μὲν διὰ τὸν Ἀχαιὸν, τοῦτο δὲ διὰ τὸν Ἀχαόν. (ῃερς. 383.) Τὸ δὲ νῆας ἀκειόμενον οὐκ ἐπὶ νεοπαγῶν λέγεται νηῶν. πῶς γὰρ νέαι ἃς ξυνέαξαν ἄελλαι; εἴρηται δὲ ἀντὶ τοῦ, φιλοκαλοῦντα, ἀναῤῥάπτοντα. ὅθεν καὶ ἀκέστριαι αἱ ῥάπτριαι ἢ ἀνυφάντριαι. εἴρηται δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἀλλαχοῦ. εἰκὸς δὲ καὶ ἰατρικῶς εἰρῆσθαι τὴν λέξιν πρὸς τὸ πάθος τῶν νεῶν. οὕτω γάρ τις ἀκέσεται νῆας ἃς συνέαξαν ἄελλαι. (ῃερς. 384.) Ἐν δὲ τῷ, ἐς θέρος ἢ ἐς ὀπώρην, ὀπώρα, ὡς καὶ ἀλλαχοῦ, ἢ τὸ μεταξὺ θέρους καὶ φθινάδος ὥρας ἢ τὸ μετόπωρον, ὡς καὶ 2. 79 αὐτὸ οἱ παλαιοί φασι. τοῦτο δὲ ἤγουν τὸ εἰς θέρος ἢ εἰς ὀπώραν τὸν Ὀδυσσέα ἐλεύσεσθαι, καὶ τὸ, πολλὰ χρήματ' ἄγοντα, πρὸς τὰ τοῦ ψευδοξένου Ὀδυσσέως εἶπεν ὁ Εὔμαιος. ὃς καὶ αὐτὸς κτήματά τε εἶπε πολλὰ συναγηγερμένα εἶναι τῷ Ὀδυσσεῖ, καὶ καιρὸν ἔθετο τῆς ἐκείνου ἐλεύσεως ἡμέραν τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ' ἱσταμένοιο, μονονουχὶ λέγων ὅτι ὡς ὁ Αἰτωλὸς ἐψεύσατο, οὕτω καὶ σὺ ὁ Κρητικός. (ῃερς. 386 σθθ.) Ὅτι ὁ μὴ ἀνεχόμενος πλανήτου γέροντος ψευδομένου ἐρεῖ τὸ, καὶ σὺ γέρον πολυπενθὲς, ἐπεὶ σέ μοι ἤγαγε θεὸς, μήτε τί μοι ψεύδεσσι χαρίζεο, μηδέ τι θέλγε, τουτέστιν ἀπάτα. οἱ γὰρ τοὔνεκ' ἐγώ σ' αἰδήσομαι οὐδὲ φιλήσω, ἤγουν ἀμφαγαπάσω, ὡς πρὸ βραχέων εἴρηται, ἀλλὰ τὸν ξένιον δείσας αὐτόν τ' ἐλεαίρων, ἤγουν σέ. ὁ δὲ ξένος εἴ περ ἀληθεύειν θαῤῥεῖ, οὐκ ἂν ὀκνήσοι τοιαῦτα εἰπεῖν· ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, οἷόν σε οὐδ' ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω, ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, οὐδ' ὀμόσας ἐπήγαγον. ἀλλ' ἄγε νῦν ῥήτρην ποιησόμεθ'· αὐτὰρ ὕπερθε μάρτυρος ἀμφοτέροισι θεὸς, ὃς Ὄλυμπον ἔχει. δεῖ γὰρ καὶ μαρτύρων τῇ ῥήτρῃ. ἔστι δὲ ῥήτρη συμφωνία καὶ συνθήκη ἐπί τισι ῥητοῖς, ὅ ἐστιν ὡρισμένοις. οἱ μέντοι μετὰ τὸν Ὅμηρον ῥήτρην τὴν δημηγορίαν φασὶ, καθὰ καὶ ὁ Λυκόφρων. (ῃερς.

Intertext edge

Open linked passage

Note