Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
377.1.1
) Ὅτι ἔδοξεν Ὁμήρῳ ἠθοποιΐαν ἐνταῦθα πλάσαι τί ἂν ὁ Ἥλιος εἶπε παρὰ τῷ Διῒ μαθὼνὡς ἀπώλοντο αὐτῷ αἱ βόες. καὶ λαλεῖ μὲν εἰς τοῦτο, οὐ μακρολογεῖ δὲ, ὅτι μηδὲ ἦν εἰκός. καὶ ἃ δὲ λαλεῖ, γλυκέως λαλεῖ, ὡς ἂν ἡ κατὰ νοῦν γλυκύτης παραγάγῃ τὸν ἀκροατὴν καὶ ὑποκλέψῃ τὴν ἐξ αὐτοῦ μέμψιν. (ῃερς. 380.) ἀξιώσας οὖν ἐν δυσὶ στίχοις τιμωρηθῆναι τοὺς βοοκτόνους, ἐπάγει γλυκέως κατὰ ἀφέλειαν, ὅτι ἔχαιρον μὲν ταῖς βουσὶν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην. εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβὴν, (ῃερς. 383.) δύσομαι εἰς Ἀΐδαο, καὶ ἐν νεκύεσσι φαείνω, ὡς μηκέτι δηλαδὴ τὴν ἡμέραν ἔχειν, φόως φέρειν ἀθανάτοις τε καὶ βροτοῖς. (ῃερς. 385.) καὶ ὁ Ζεὺς αὐτῷ μὲν τῷ Ἡλίῳ οὐκ ἐφίησι τίσασθαι τοὺς κακούργους. οὐ γὰρ ὁπλοφορεῖ καὶ Ἥλιος κατὰ τὸν τοῦ μύθου Ἀπόλλωνα, ὃς τοξεύων ἐκάκωσέ που τοὺς Ἀχαιοὺς, οὐδὲ κατὰ τὸν Ποσειδῶνα, ὃς τὸ Ἑλληνικὸν ἐν Τροίᾳ τεῖχος τῇ τριαίνῃ ἀνεμόχλευσεν. ἀλλὰ τῷ μὲν Ἡλίῳ ἐπιτρέπειφαείνειν, ὡς καὶ πρὶν, ἀθανάτοις τε καὶ θνητοῖς. (ῃερς. 387.) αὐτὸς δὲ κατὰ σχῆμα προεκθέσεως τὰ μέλλοντα ἐκτιθέμενος ὑπισχνεῖται μετὰ βραχὺ τὴν νῆα ἐκείνων ἀργῆτι κεραυνῷ τυτθὰ βαλὼν κεάσαι μέσῳ ἐνὶ οἴνοπι πόντῳ. καὶ γίνεται οὕτως ἐν τοῖς ἑξῆς. Πιθανῶς δὲ ὁ Ζεὺς ἀναδέχεται τὴν τῶν 2. 31 Ἰθακησίων τούτων ποινὴν, οὐ μόνον ὡς ταυτιζόμενός ποτε τῷ Ἡλίῳ κατὰ τὸ, ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων, ἔτι δὲ καὶ ὡς χαριζόμενος τῷ ὁμοίῳ, εἱμαρμένη γάρ τις θεωρεῖται καὶ κατὰ τὸν Ἥλιον καθὰ καὶ παρὰ τῷ Διῒ, ὡς πολλαχοῦ δηλοῖ ὁ ποιητὴς, ἀλλὰ καὶ διότι ὅπλα ἔχει προσφυῆ τῷ μέλλοντι κακῷ, κατὰ τὸ, τὰ ἃ κῆλα πιφασκόμενος. κῆλα δὲ Διὸς τὰ περὶ τὸν ἀέρα δείματα, ὧν καὶ ὁ κεραυνὸς ὁ τὴν τοῦ Ὀδυσσέως ὀλέσας νῆα. περὶ ἧς σημειωτέον ὡς εἰ καὶ εἰς πλοῖον ἡ ναῦς ἑρμηνεύεται,
377.2.1
Ὁμήρῳ ἡ τοῦ πλοίου λέξις οὐκ ἔγνωσται. καὶ ὅτε δὲ πλοῖον εὑρέθη λέγεσθαι, διαφορὰ ἦν τῶν λέξεων. Ἐρένιος οὖν Φίλων διαφέρειν φησὶ νῆας πλοίων κατὰ Δίδυμον. τὰ μὲν γὰρ στρογγύλα, αἱ δὲ στρατιώτιδες. εἰς ὃ φέρει καὶ χρῆσιν Ἀριστοτέλους ταύτην. Ἀλέξανδρος ὁ Μολοττὸς αὐτὸν μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς τε καὶ στρατιωτικοῖς. Ἰστέον δὲ ὅτι πολλαχοῦ μὲν ὁ μῦθος πλάττει τοὺς παρ' αὐτῷ θεοὺς ποιοῦντας καὶ ἀφ' ἑαυτῶν πολλὰ δυναστευτικῶς καὶ αὐτονόμως. ἔστι δὲ οὗ κατὰ μίμησιν τῶν ἐν ἀνθρώποις ποιεῖ ἐκείνους καὶ ἐν κοινῷ σκεπτομένους τὸ ποιητέον. καὶ τὰ μὲν τῆς Ἰλιάδος ἐκδηλοῦται. ἡ δὲ Ὀδύσσεια οὐ προοιμίων εὐθὺς τὴν Ἀθηνᾶν ἔχει μὴ δίχα τοῦ πατρὸς Διὸς ποιοῦσαν τὰ ὑπὲρ Ὀδυσσέως. ἰδοὺ δὲ καὶ ὁ Ἥλιος ἐν κοινῷ κατηγορεῖ τῶν λυπησάντων καὶ ἀκούειτὸ γενησόμενον. καὶ μετ' ὀλίγα δὲ ὁ Ποσειδῶν κατάῤῥησιν τῶν Φαιάκων ποιήσεται ὡς περισωσαμένων τὸν ἐχθρὸν Ὀδυσσέα, καὶ ἐπιτρέπεται τὰ κατ' ἐκείνων. (ῃερς. 383.) πάνυ δὲ ἀφελὲς ἐνταῦθα τὸ τοῦ μυθικοῦ Ἡλίου ἦθος καὶ ἀκκιστικὸν, εἰ διὰ βόας ἑαυτὸν συστελεῖ τοῦ λάμπειν καὶ, ὡς εἰπεῖν, ταρταρώσει γεγονὼς ὑπόγαιος. ὅ περ ὁ Κρόνος καὶ οἱ περὶ αὐτὸν οὐχ' ἑκόντες ἐποίησαν ἀλλὰ πρὸς βίαν ἔπαθον. καὶ ἔστιν εὐηθικὸν τὸ μικρᾶς λύπης ἀνθελέσθαι μέγα κακόν. πιθανεύεται δὲ ὅμως ἡ ποίησις τὴν μεγίστην ταύτην λύπην, ὡς ἂν ἀκολούθως μέγα κακὸν τοῖς βουφάγοις γένηται καὶ ἀντιτίσωσι τῶν φιλτάτων Ἡλίῳ βοῶν τὰς οἰκείας ψυχάς. (ῃερς. 380.) Ἀστερόεις δὲ οὐρανὸς ὁ ἀστέρας ἔχων, τύπῳ δηλαδή τινι περιεκτικῷ. ὅτε δέ που θώραξ ῥηθείη ἀστερόεις ἢ ἄλλο τι τοιοῦτον, τὸν λαμπρὸν δηλοῖ τροπικῶς. τοιούτου δὲ λόγου καὶ τὸ παραβολικῶς ἀστέρι ἐναλίγκιον εἰπεῖν τινὰ ἢ στεροπῇ ἐοικέναι, καὶ ὅσα τοιαῦτα. (ῃερς. 381.) τί δὲ τὸ προτραπέσθαι τὸν Ἥλιον ἐπὶ γαῖαν ἐξ οὐρανοῦ, προδεδήλωται. (ῃερς. 382.) Ἐπιεικέα δὲ ἀμοιβὴν τὴν ἐοικυῖαν φησὶ καὶ ἀναλόγως πρέπουσαν. οὐδαμοῦ γὰρ οἶδεν ἐπὶ πρᾳότητος τὸ ἐπιεικές. Ἀμοιβὴν δὲ νῦν τὴν ποινὴν λέγει, εἰ καὶ ἄλλως οἱ περὶ Εὐρύλοχον ὑπέσχοντο ἑτεροίαν ἀμοιβὴν ὑπὲρ τῶν βοῶν, ἤγουν ναοῦ τε κατασκευὴν καὶ ἀναθημάτων πολλῶν καὶ ἐσθλῶν, εἰ περισωθῶσιν οἴκαδε. (ῃερς. 385.) Ἰστέον δὲ ὅτι ὁπηνίκα λαμπρός τις ἀνὴρ καὶ πολύχρηστος λελυπημένος ἀπαγαγεῖν ἑαυτὸν ἐκ τοῦ μέσου μελετᾷ εἰς παράβυστον, εἰκὸς ἐπ' αὐτῷ προσαρμόσαι ἢ κατὰ παρῳδίαν ἢ καθ' ἕτερόν τινα τρόπον ῥητορικῶς τὴν τοῦ Ἡλίου τε ἀπειλὴν καὶ τὴν τοῦ Διὸς παραμυθίαν, ἵνα τις δυσχεραίνων εἴπῃ περὶ τοῦ τοιούτου, μὴ χρῆναι δῦναι τοιοῦτον Ἥλιον καὶ ἀποκρύψαι τηλικοῦτον φῶς καὶ ἀλαμπῆ τὰ κατὰ τὸν τόπον ἐκεῖνον ἐάσαι, ἀλλὰ φαείνειν ἐπὶ ζείδωρον ἄρουραν, καὶ εἴ τι ἕτερον τοιοῦτον ὑποβαλεῖ ἡ κατὰ τέχνην μέθοδος. (ῃερς. 389.) Ἰστέον δὲ καὶ ὅτι χαίρων μὲν τοῖς μύθοις ὁ ποιητὴς, ὑπειδόμενος δὲ ἀπορίαν ἐνταῦθα, ὡς ἐροῦντος τινὸς πόθεν Ὀδυσσεὺς εἰδὼς, λέγει τὰ κατὰ τὸν Ἥλιον καὶ τὸν Δία οἷς αὐτὸς οὐ παρέτυχε, τὸν μὲν μῦθον οὐκ ἀνατρέπει, τὸ δὲ ἀπορούμενον ἀπίθανον θεραπεύων λύει, εἰπόντος Ὀδυσσέως οὕτως· ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς, ἡ δ' ἔφη Ἑρμείαο αὐτὴ ἀκοῦσαι. δῆλον δ' ἐκ τούτου, ὅτι τε ἡ Καλυψὼ καὶ ὅσαι κατ' αὐτὴν οὐδήεσσαι οὐκ οἴδασι τὰ τῶν θεῶν εἰ μή τις ἐκεῖθεν ἐλθὼν αὐτὰ εἴπῃ, καὶ ὅτι καὶ τὰ ἄλλα, ὅσα εἰκὸς μὴ αὐτόθεν εἰδέναι τὸν Ὀδυσσέα, ἐκ τῆς Καλυψοῦς καὶ τῆς Κίρκης ἔχει μαθών. οὕτω γὰρ καὶ τὴν Ἀρτακίαν ἐῤῥέθη κρήνην εἰδέναι καὶ τὸν Ἀντιφάτην Λαιστρυγόνα καὶ ὡς θυγατέρα ἐκεῖνος εἶχε, καὶ ὅτι δὲ οἱ Κύκλωπες παίδων καὶ γυναικῶν ἐθεμίστευον, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον. (ῃερς. 385.) Περὶ δὲ τοῦ φαείνω καὶ τῶν κατ' αὐτὸ, εἰ καὶ σποράδην πολλὰ δηλοῦνται, ὅμως οὐκ ἄχαρι συλλαβεῖν ἐνταῦθα τὰ πλείω εὐκρινῶς ὡς οἷόν τε οὕτω. τοῦ φαείνω, ἐξ οὗ δύναται εἶναι καὶ τὸ φαεινὸν, πρωτότυπόν ἐστι τὸ φάω. οὗ εὕρηται παρατατικὸς ἐν χρήσει. ἐκεῖθεν δὲ πλεονασμῷ τοῦ ˉυ φαύω Αἰολικῶς, ὅθεν ἡ φαῦσις. τοῦ δὲ τοιούτου φάω παράγωγον ῥῆμα μὲν φαέθω, ἐξ οὗ καὶ Φαέθων τὸ κύριον, ὄνομα δὲ τὸ φάος καὶ τὰ παρ' αὐτὸ, ὧν καὶ ἡ Πασιφάη. ἐν οἷς καὶ τὸ φάλιον, ὅ πέρ ἐστι λαμπρὸν, καὶ ὅσα 2. 32 παρ' αὐτό. ἐκ δὲ τοῦ, ὡς ἐῤῥέθη, φάω ῥήματος συνῄρηται τὸ φῶ τὸ σύστοιχον τῷ φωτὶ, δοκοῦν αὐτὸ τρίτης εἶναι συζυγίας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ φάσκω φαίνεται. καὶ τοιοῦτον μὲν τὸ δεδηλωμένον φάω καὶ φῶ. ἔστι δὲ καὶ ἕτερον φῶ, κατάρχον τοῦ φένω καὶ τοῦ φόνος καὶ τῶν ὅσα ἐκ τούτων. μυρία δὲ ἐκεῖνα. τὸ δὲ φῶ τοῦτο, προσλήψει τοῦ ˉθ γενόμενον φθῶ, γεννᾷ τὸ φθείρω καὶ τὸ φθίνω καὶ τὰ τούτων παράγωγα, πολλὰ καὶ αὐτὰ ὄντα. τοῦ δ' αὐτοῦ φῶ παράγωγον τὸ φάζω. ἐξ οὗ ἀρηΐφατος ὁ ἐν μάχῃ φονευθεὶς, καὶ ἐπίσφατος πλεονασμῷ συνήθει τοῦ ˉσ, ὁ ὀλέθριος παρὰ τὸ πεφάσθαι, οὗ χρῆσις ἐν τῷ, τρεῖς ἑνὸς ἀντιπεφάσθαι, καὶ νεκρὸς πρόσφατος ὁ ἐγγὺς χρόνῳ ἤγουν ἐκ νέου πεφονευμένος. αὐτοῦ δὲ καὶ δύο παθητικοὶ παρακείμενοι, ὁ μὲν εἷς μετὰ τοῦ ˉσ, οὗ μετοχὴ πεφασμένος ταῦρος ὁ παρὰ Λυκόφρονι, καὶ ἕτερος δίχα τοῦ ˉσ ἔχων τρίτον πληθυντικὸν, τὸ πέφανται, οἷον, πλέοντες σόοι ἠὲ πέφανται ἤγουν ἐφονεύθησαν. ὅτι δὲ τὸ δηλωθὲν φάζω προσθέσει τοῦ ˉσ σφάζω γίνεται, καὶ ὡς ἐξ αὐτοῦ σὺν ἄλλοις μυρίοις καὶ ἡ διασφὰξ, δῆλον ἐκ τῶν παλαιῶν. ἔτι φάω φῶ λέγεται καὶ τὸ λαλῶ τὸ πρωτότυπον τοῦ φημί. ἐκεῖθεν δὲ φάσις ὁ λόγος καὶ πρόφασις καὶ τὰ ἐξ αὐτῶν. καὶ φατὸς καὶ φατειὸς ὁ λεκτός, καὶ πρόφατος ὁ πρὸ ὀλίγου φατὸς, ἄλλος οὗτος παρὰ τὸν δεδηλωμένον πρόσφατον νεκρόν. τοῦ δὲ φῶ ἤτοι λέγω πρόεισι καὶ τὸ φαίνω τὸ ἁπλοῦν τοῦ ἀποφαίνω καὶ τῆς ἀποφάνσεως, ἕτερον ὂν αὐτὸ παρὰ τὸ φαίνω τὸ λάμπω, οὗ τρίτον ἑνικὸν παθητικοῦ παρακειμένου τὸ, τέλος δ' οὔπω τι πέφανται, ἤγουν ἐφάνη, ἐξέλαμψεν. οὗ διαφέρει πάντως τὸ, κλεινὸν ἔπος πέφανται παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ ἀπεφάνθη ἐγνωματεύθη. ἔτι τοῦ φῶ τὸ λέγω παράγωγον τὸ φάσσω ὡς βράσσω· χρῆσις δὲ αὐτοῦ σύνθετος ἐν τῷ ἀλλοφάσσειν, ὅ περ ἐν τῷ Ἰλιακῷ ἐπιταφίῳ παρασεσημείωται. ἔτι ἐκ τοῦ φῶ τὸ φαίνω καὶ τοῦ φῶ τὸ λέγω παράγωγα φάσκω, καὶ ἐπενθέσει τοῦ ˉυ φαύσκω, καὶ ἀναδιπλασιασμῷ φιφάσκω, καὶ μεταβολῇ τοῦ δασέως εἰς τὸ ἀντίστοιχον αὐτοῦ ψιλὸν πιφαύσκω, ἤγουν φαίνω ἐπιδεικνύμενος, ἢ λέγω. χρῆσις δὲ ἀμφοῖν πολλαχοῦ. ὡς δὲ ἐκ τοῦ φῶ καὶ τὸ φράζειν ἐστὶ, προδεδήλωται ἐν τῇ ˉα ῥαψῳδίᾳ. (ῃερς. 392.) Ὅτι ἐν τῷ, Νείκεον ἄλλοθεν ἄλλον ἐπισταδὸν, ἀντὶ τοῦ ἑστηκότως, εἴ πέρ ἐστιν οὕτω ἓν ἀνθ' ἑνὸς φράσαι. πλείων δὲ ἐν ἄλλοις ἡ χρῆσις τοῦ ἐπισταδὸν ἀντὶ τοῦ ἐπιστημόνως. ἔστι δὲ τοῦτο μὲν ἐκ τοῦ ἐφίστασθαι, ἐκεῖνο δὲ ἐκ τοῦ ἐπίσταθαι. (ῃερς. 393.) Ὅτι ἀμηχανίας δηλωτικὸν τὸ, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεθα. κεῖται δ' ἐνταῦθα καὶ τὸ τεθνάναι ἐπὶ βοῶν. ἐπάγει γάρ· βόες δ' ἀποτέθνασαν ἤδη. (ῃερς. 394.) Ὅτι τέρατα προὐφαίνοντο τοῖς Ὀδυσσέως ἑταίροις ἐν τῇ τῶν βοῶν τοῦ Ἡλίου σφαγῇ τοιαῦτα· εἷρπον μὲν ῥινοί. κρέα δ' ἀμφ' ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά. (ῃερς. 396.) εἶτα ἑρμηνεύων τὸ ἐμεμύκει καὶ διαστέλλων αὐτὸ ἀπὸ τοῦ δηλοῦντος τὸ ἔμυσεν ἐπάγει· βοῶν δ' ὣς γίνετο φωνή. ἔστι γὰρ μυκηθμὸς φωνὴ βοός. Ὅρα δὲ ὡς καὶ ὁ ποιητὴς παρασημειοῦται τέρατα εἶναι τὰ ῥηθέντα. διὸ καὶ ὡς πάνυ τερατώδη λαβὰς γελοιασμοῦ δέδωκε τοῖς παίζειν ἐθέλουσιν. δῆλον δὲ ὅτι τὸν τοῦ συνειδότος ἔλεγχον ταῦτα ἐμφαίνουσι. καθ' ὃν ἀνειδωλοποιοῦντες τὰ γεγονότα οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰ ῥηθέντα φαντάζονται. ἡ δὲ καθ' Ἡρόδοτον ἱστορία δηλοῖ ὅμοιόν τι τέρας καὶ αὐτὴ, φαμένη ὅτι ἐν τοῖς Περσικοῖς τάριχοι που ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπερον ὡς νεάλωτοι ἰχθύες. ἐδήλουν δέ, φησιν, ἐκεῖνοι περὶ τὸν τόπον ἔνθα τὸ τέρας ἦν, ὅτι Πρωτεσίλαος καὶ τεθνεὼς καὶ τάριχος ὢν δύναται βλάψαι τὸν ἀδικοῦντα. οὐ τοιαύτη μέντοι καὶ νῦν δήλωσις τῶν τεράτων ἐστὶν, ἀλλ' ἔνδειξις ποινῆς τῆς ὑπὲρ τῶν βοῶν. ἐν τούτοις δὲ φαίνεται Ὀδυσσεὺς μὴ ἀπογεύσασθαι καὶ αὐτὸς τῶν βοῶν, διὸ καὶ περιεσώθη. (ῃερς. 398.) ἐρεῖ γάρ· ἑξῆμαρ μὲν ἑτάροι δαίνυντο, οὐ μὴν δαινύμεθα. (ῃερς. 400.) Ὅτι ἀνάπλου εὐδιεινοῦ φράσις τὸ, καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων. ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ, ἱστὸν στησάμενοι, ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες. (ῃερς. 401.) Τοῦ δὲ ἐνήκαμεν ὁ μέλλων πρὸ βραχέων ἐῤῥέθη ἐν τῷ, ἐνήσομεν εὐρέϊ πόντῳ. Ὅτι ἀχανὲς ὑπογράφων πέλαγος ὁ ποιητὴς καὶ πλοῦν κινδυνώδη, φησίν· (ῃερς. 403.) ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα, δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὑπὲρ γλαφυρῆς. (ῃερς. 406.) ἤχλυσε πόντος ὑπ' αὐτῆς, τουτέστιν, ἀχλύος ἐπλήσθη. (ῃερς. 407.) ἡ δ' ἔθει, τουτέστιν ἔθεεν, οὐ μάλα πολλὸν ἐπὶ χρόνον. αἶψα γὰρ ἦλθε κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων. ἱστοῦ δὲ προτόνους ἔῤῥηξεν ἀνέμοιο θύελλα ἀμφοτέρους. ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυντο. ὁ δ' ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν. σὺν 2. 33 δ' ὀστέ' ἄραξε πάντ' ἄμυδις κεφαλῆς. ὁ δ' ἂρ ἀρνευτῆρι ἐοικὼς κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν. δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ. ἐν δὲ θεείου πλῆτο. πέσον δ' ἐκ νηὸς ἑταῖροι. (ῃερς. 418.) οἱ δὲ κορώνῃσιν ἴκελοι κύμασιν ἐφορέοντο. Θαλασσίας δὲ κορώνας ἐνταῦθα λέγει, ὁποίων καὶ ἐν τοῖς πρὸ τούτων ἐμνήσθη. προϊὼν δὲ ἐρεῖ καὶ ὅτι ἀπὸ τοίχους λῦσε κλύδων τρόπιος. (ῃερς. 404.) Ὅρα δὲ ὅτι γαιάων ἔφη πληθυντικῶς, εἰ καὶ ἀρέσκει τοῖς παλαιοῖς μὴ εἶναι πληθυντικὸν τῆς γῆς, ὥς περ οὐδὲ τῆς ἁλός. δοκεῖ δὲ τὰς νήσους οὕτω λέγειν, ὡς δηλοῖ καὶ τὸ, Κρήτη τίς ἐστι γαῖα μέσῳ ἐν πόντῳ. (ῃερς. 405.) ἡ δὲ ὑπὲρ τῆς νηὸς σταθεῖσα νεφέλη ἐκνεφίαν εἶναι παραδηλοῖ τὸν πνεύσαντα ἄνεμον. βίαιοι δὲ οἱ τοιοῦτοι καὶ μεγάλην κινοῦντες θύελλαν. (ῃερς. 409.) Ἐν δὲ τῷ, προτόνους ἀμφοτέρους, ὅρα ὅτι τε ἀρσενικῶς οἱ πρότονοι, ὡς καὶ Ὀππιανὸς δηλοῖ, πρότονος νηὸς εἰπὼν ὁμοίως τῷ ἐπίτονος, καὶ ὅτι οὐχ' ἁπλῶς πρότονος ἅπαν σχοινίον, ἀλλὰ δύο τινὰ, περὶ ὧν καὶ προδεδήλωται. εἰ δὲ ῥαγέντων τῶν προτόνων ἱστὸς ὀπίσσω ἔπεσε, δῆλον ὅτι συνεκτικοὶ τοῦ ἱστοῦ οἱ πρότονοι. (ῃερς. 410.) ὁ δὲ ὀπίσω πεσὼν ἱστὸς, (ῃερς. 411.) ὃς καὶ τὴν τοῦ κυβερνήτου κατέαξε κεφαλὴν, ἀντίπρωρον πνεῦσαι δηλοῖ ἄνεμον. (ῃερς. 412.) ἄντλον δὲ ὁ τόπος ἔνθα ὕδωρ συῤῥέει τό, τε ἄνωθεν καὶ τὸ ἐκ τῶν ἁρμονιῶν. (ῃερς. 411.) ὃ δὴ ἀντλίαν ἡ κοινὴ γλῶσσα φησὶν, ἔτι δὲ καὶ ἡ παλαιὰ, ὡς δηλοῖ ὁ εἰπὼν οὕτως· ἄντλος, ἀντλία, δεξαμενή. λέγεται δέ, φησι, καὶ γαῦλος ἡ ἀντλία. ἐντεῦθεν δὲ καὶ τὸ ἀγγεῖον, ᾧ ἀντλεῖται τὸ τοιοῦτον ὕδωρ, ἀντλίον, φασὶν, ἐκαλεῖτο, κατὰ δέ τινας καὶ ἀντλιαντλητήρ. λέγει οὖν τῶν τις παλαιῶν, ὅτι ἀντλιαντλητῆρα, κάδδον δὲ οὐ δεῖ λέγειν. χρῆσις δὲ τοῦ ἄντλου καὶ παρὰ τῷ Ὀππιανῷ. (ῃερς. 412.) Τὸ δὲ ἀράσσειν τραχύτερον τοῦ λακεῖν. διὸ καὶ τὸ, ἔλακεν ὀστέα, λειοτέραν ἔχει φωνὴν τοῦ ἄραξεν ὀστέα. (ῃερς. 413.) Ἀρνευτὴρ δὲ ὅτι ὁ κυβιστητὴρ λέγεται, καὶ ὅτι ἐκ τῶν ἀρνῶν ἡ λέξις παράγεται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. (ῃερς. 414.) Ἐν δὲ τῷ, κάππεσεν ἀπ' ἰκριόφιν, τὰ περὶ τὴν πρύμναν ἴκρια δηλοῖ. ὡς δὲ καὶ περὶ πρώραν καὶ περὶ τὸ μέσον εἰσὶ, προδεδήλωται. Τὸ δὲ ἀγήνωρ εἰκῇ παρέῤῥιπται πρὸς ἐντέλειαν ἔπους ἐν τῷ, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. (ῃερς.
377.1.2
) Τὸ δὲ, μεθίεν χόλοιο, δηλοῖ μὲν τὸ μεθίεσαν καὶ ἠμέλουν. γίνεται δὲ συνήθως ἐκ τοῦ μεθιεὶς, μεθιέντος, ἀποβολῇ τοῦ τˉος ὁμοίως τῷ τράφεν καὶ κόσμηθεν καὶ ἑτέροις μυρίοις. (ῃερς. 380.) Ὅτι τὰ τόξα ἐν χερσὶ τῷ δεσπότῃ θεὶς ὁ Εὔμαιος, εἶτα ἐκκαλεσάμενος τὴν Εὐρύκλειαν, ἐγκελεύεσθαι λέγει αὐτῇ τὸν Τηλέμαχον κληῗσαι μεγάροιο θύρας, ἤγουν τῆς γυναικωνίτιδος, ὡς μηδεμίαν θύραζε προβλώσκειν, ἀλλ' αὐτοῦ μένειν παρὰ ἔργῳ. καὶ οὐκ ἀληθεύει μὲν ὁ Εὔμαιος εἰπὼν ὡς ὁ Τηλέμαχος οὕτω κελεύει, πλὴν ὡς πεπνυμένος ψεύδεται καὶ αὐτός. οὐ γὰρ ἔδει πάντως εἰπεῖν ὅτι Ὀδυσσεὺς κέλεταί σε τάδε ποιῆσαι· οὐ γὰρ οἶδε τὸν αὐτῆς ἐκείνου ἀναγνωρισμόν. συνετὸς δὲ καὶ ἄλλως Εὔμαιος. ἐκεῖνος μὲν γὰρ ἐκέλευσε τῷ Εὐμαίῳ εἰπεῖν γυναιξὶ κληῗσαι μεγάροιο θύρας, ἀορίστως εἰπών· ὁ δὲ διέκρινε δεῖν εἶναι ὡρισμένως τοῦτο περὶ τῆς γυναικωνίτιδος τῇ Εὐρυκλείᾳ εἰπεῖν, ᾗ καὶ ἄπτερος ἔπλετο μῦθος, ὃ καὶ ἀλλαχοῦ προεγράφη, καὶ ἔκλεισε θύρας μεγάρων, ὡς ἐκελεύσθη. (ῃερς. 387.) Καὶ ὅρα τὸ μεγάρων· ἐπλήθυνε γὰρ συνήθως τὸ προῤῥηθὲν, μεγάροιο θύρας. (ῃερς. 388.) Ὅτι Φιλοίτιος κατὰ τὴν τοῦ Ὀδυσσέως κέλευσιν ἔκλεισε θύρας εὐερκέος αὐλῆς, κεῖτο δ' ὑπ' αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης βίβλινον, ᾧ δὴ ἐπέδησε θύρας. Καὶ ὅρα καὶ ἐνταῦθα κλείδωμα θυρῶν, εἶτα καὶ δεσμὸν οὐκέτι δι' ἱμάντων· οὐ γὰρ ἦν τὰς τηλικάσδε θύρας οὕτω συνδεθῆναι· ἀλλὰ διὰ σχοινίου ναυτικοῦ, εἴτε καινὸν ἐκεῖνο εἴτε καὶ τέτριπται. (ῃερς. 391.) Βίβλινον δὲ οὐ τὸ ἐκ βίβλου, ὅ ἐστι παπύρου Αἰγυπτίας, ἀλλὰ βοτάνης τινὸς ἐμφεροῦς παπύρῳ. οἱ δὲ καννάβινόν φασιν, ἕτεροι δὲ τὸ ἐκ φιλύρας. ὅτι δὲ, καθὰ καὶ ὁ μόλυβδος παρὰ τοῖς παλαιοῖς, οὕτω καὶ ἡ ῥηθεῖσα βύβλος διφορεῖται κατὰ τὸ δίχρονον, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι βύβλινον καὶ βίβλινον διχῶς. Ἐνταῦθα δὲ σημείωσαι ὅτι τε ἡ Βύβλος ἐπὶ πόλεως μὲν τῆς καὶ ἐν τῷ περιηγητῇ μόνως διὰ τοῦ ˉυ γράφεται, ἐπὶ δὲ φυτοῦ ὡς ἐπιπολὺ μὲν καὶ μάλιστα παρὰ τοῖς ἀρχαίοις ὁμοία ἡ γραφὴ, οἱ δὲ νεώτεροι τρέψαντες κατὰ τὸ δύφρος, δίφρος, μῦσος, μῖσος, μοῦσα, μοῖσα, τύπτουσα, τύπτοισα, καὶ ὅσα τοιαῦτα Δωρικὰ καὶ Αἰολικὰ, βίβλος διὰ τοῦ ἰῶτα φασί. καὶ τὸ πλέον ἐπὶ τῆς ὑποκειμένης βίβλου τοῖς γράμμασι. καὶ ὅτι εἰ κατὰ τὴν ἱστορίαν καὶ σχοινία ἐκ τῆς φυτικῆς βίβλου ἐπλέκοντο, ὡς καὶ ἐκ τῆς σχοίνου καὶ τῆς σπάρτου τῶν φυτῶν, ἔχει τι ἄρα ἡ βύβλος ἰνῶδες, ἐξ οὗ εἰκὸς γίνεσθαι σώματα συντελοῦντα εἰς γραφὰς, ἵνα ὥς περ ἀπὸ ἀρχεγόνου ἀφορμῆς τῆς κατὰ τὴν χελώνην χέλυς ὕστερον πᾶσα κιθάρα ἐκλήθη, ἐπειδὴ χελώνης ὄστρακον μέγα πήχεως περιθέσει καὶ χορδῶν ἐντανύσει λύραν ἀπήρτησεν, ἣν Ἑρμῆς Ἀπόλλωνι ἐχαρίσατο εἰς λύτρον, ἀνθ' ὧν ἔκλεψεν ἐκείνου βοῶν, οὕτω καὶ πᾶσαι γραφικαὶ βίβλοι ἔκ τινος ἀρχαίας χρήσεως τοὔνομα φέροιεν. ἐγίνοντο γάρ, φασιν, ἀπὸ βύβλων Αἰγυπτίων, ὡς οἷα παπύρων ὑδροχαρῶν, καθὰ οἱ τότε μεθώδευον, ὑποκείμενα τοῖς γραφεῦσι χαρτάρια· ὁποῖα ἴσως καὶ τὰ ὕστερον ἰδιωτικῶς λεγόμενα ξυλοχάρτια, ὧν ἡ τέχνη ἄρτι ἀπήλειπται. δόξοι δὲ ἂν καὶ τὸ τῆς δέλτου ὄνομα ἐκ τῶν κατ' Αἴγυπτον βύβλων ἐπιτεθῆναι ταῖς ἄρτι βίβλοις διὰ τὸ καθ' ἱστορίαν περιηγητικὴν Αἰγύπτιον δελτωτόν. ὡς δὲ ἡ βύβλος τὸ φυτὸν συνετέλει καὶ εἰς τὸ ὑποδεῖσθαι, ὁ βυβλινοπέδιλος δηλοῖ, οὗ χρῆσις παρὰ τοῖς παλαιοῖς. εἰς δὲ τὴν ἀντιμεταχώρησιν τοῦ ˉυ καὶ τοῦ ἰῶτα πρὸς ἄλληλα χρήσιμον καὶ τὸ στρυφνὸς ἐκ τοῦ στύφω παρὰ Ἡρῳδιανῷ. καὶ μεταθέσει στιφρὸς, ὅθεν ἴσως καὶ ῥῆμα στιφρῶ· οἷον, ὅταν δὲ τέκωσιν αἱ σηπίαι, τὰ ὠὰ ὁ ἄῤῥην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ, ἵνα δηλαδὴ στρυφνωθέντα μὴ διαῤῥυῶσι τῇ ἄγαν ἁπαλότητι. (ῃερς. 395–