Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
380.1.1
) αἰτιατικῇ δὲ νῦν συντάσσεται τὸ ἀμύνειν οἷα ληφθὲν ἀντὶ τοῦ ἀποσοβεῖν· ἀμύνειν γὰρ ἔφη ἄνδρας μνηστῆρας. Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ Λαέρτης οὐδὲν, ὅ φασι, πρὸς ἔπος λαλεῖν τῷ υἱῷ οἷα μὴ λέγων πρὸς ἅ περ ἤκουσεν, ἀλλ' ὅμως ἔστιν αὐτῷ συμβιβάσαι οὕτω τὸν λόγον· ἐθαύμασεν Ὀδυσσεὺς πατέρα νῦν τοῦ αἴφνης ἐπιφανέντος εἴδους τε καὶ μεγέθους. ὁ δὲ μᾶλλον ἂν φρένας ἔνδον ἰανθῆναι φησὶν αὐτὸν, εἴ περ ἦν δυνατὸν ἀνακάμψαι τὸν πατέρα εἰς ἡλικίαν καὶ ἰσχὺν καθ' ἣν εἷλε τὸ Νήρικον. (ῃερς. 386.) Ὅτι τὸ ἄρξασθαι δειπνεῖν, δείπνῳ ἐπιχειρεῖν λέγει, περιφραστικῶς εἰπών· ἔνθα οἱ μὲν δείπνῳ ἐπεχείρεον, καὶ μετ' ὀλίγα, (ῃερς. 395.) σίτῳ ἐπιχειρήσειν μεμαῶτες. καὶ ἔστιν ἐνταῦθα ἐπιχειρεῖν τὸ χεῖρας ἐπιβάλλειν κατὰ τὸ, ἐπὶ χεῖρας ἴηλαν. (ῃερς. 390.) Ὅτι τὸ, κομέεσκεν ἐπεὶ κατὰ γῆρας ἔμαρπτεν, ἤγουν ἐπιμελείας ἠξίου τὸν Δολίον ἢ τὸν Λαέρτην ἡ Σικελὴ γραῦς ἐπεὶ ἐγήρασε, τὴν ὕστερον γηρωκομίανσυνέθετο· δῆλον γὰρ ὡς γηρωκομεῖν ἐστὶ τὸ κομεέσκειν κατὰ γῆρας ἤγουν κομεῖν τοὺς γηρῶντας. (ῃερς. 393.) Ὅτι καὶ ἐνταῦθα κεῖται τὸ, μειλιχίοις ἐπέεσσι καθαπτόμενος Ὀδυσσεὺς, πρὸς διαστολὴν τοῦ ἄλλως καθάπτεσθαι. (ῃερς. 394.) Ὅτι μετὰ ἐνδημίαν τὴν ἐξ ἀλλοτρίας γῆς παύων μὲν τὸ ἔκ τινων θάμβος, προκαλούμενος δὲ αὐτοὺς εἰς βρῶσιν εἴποι ἂν τὸ, ὦ δεῖνα, ἷζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς ἤτοι θάμβους· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροισιν, ὑμέας ποτιδέγμενοι αἰεί. Ὀδυσσεὺς δὲ τοῦτο πρὸς τὸν γέροντα Δολίον φησὶ, μαθόντα περὶ Ὀδυσσέως καὶ ἑστῶτα καὶ θαυμάζοντα σὺν καὶ τοῖς υἱοῖς, οὓς καὶ αὐτοὺς ἐπίτηδες ὁ ποιητὴς προεκτίθεται διὰ τὸ εἰσέπειτα χρήσιμον· χρείαν γὰρ ἔχει καὶ αὐτῶν διὰ πληθυσμὸν εἰς τὴν ἐφεξῆς τῶν πολιτῶν ἐπέλευσιν. Ὅρα δὲ ὡς δυνάμενος εἰπεῖν καὶ ἐκλελάθεσθε θάμβους, ὅμως εἵλετο θάμβευς εἰπεῖν ποιητικώτερον. (ῃερς. 397– 407.) Ὅτι Δολίος ὁ ἀλλαχοῦ προδηλωθεὶς δοῦλος ἀγρότης τῆς Πηνελόπης, γνοὺς τὸν δεσπότην, ἰθὺς κίε χεῖρε πετάσσας, ἤγουν ἐξαπλώσας, ἀμφοτέρας. Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ καὶ, ὦ φίλε, φησὶν, ἐπεὶ νοστήσας ἐελδομένοισι μάλα ἡμῖν οὐδὲ ὀϊομένοις, θεὸς δέ σε ἤγαγεν αὐτὸς, οὖλέ τε καὶ μάλα ἢ μέγα χαῖρε, θεὸς δέ τοι ὄλβια δοίη. καὶ ἐρωτᾷ εἰ ἔμαθεν αὐτὸν ἡ γυνὴ ἐπανελθεῖν, ἵνα, εἰ μὴ ἔγνω, σταλείη τις ἄγγελος. ὁ δὲ, ὦ γέρον, φησὶν, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὅ περ ἀγγελίας ἐστὶ κώλυμα τῆς ἐπὶ γνωρίμῳ πράγματι. (ῃερς. 397.) Ἰστέον δὲ ὅτι τὸ, χεῖρε πετάσας, ἐκ μεταφορᾶς εἴρηται τῆς τῶν ζωϊκῶν πτερύγων ἐκπετάσεως. (ῃερς. 398.) Τὸ δὲ, Ὀδυσσεῦς δὲ λαβὼν κύσε χεῖρα, οὐ μακράν ἐστιν αἰνίγματος κατὰ τὸ Ὀδυσσεῦς· δόξοι μὲν γὰρ ἂν τῷ ἀπεριέργως ἀκούοντι, ὅτι ὁ Ὀδυσσεὺς ἔκυσε τὴν τοῦ δούλου χεῖρα. ἔστι δὲ οὐχ' οὕτως ἔχον, ἀλλὰ ἐν γενικῇ Αἰολικῇ ἢ Δωρικῇ εἴρηται κατὰ κρᾶσιν μετὰ περισπωμένου τόνου τὸ Ὀδυσσεῦς, καὶ δηλοῖ ὅτι ὁ Δολίος τὴν τοῦ Ὀδυσσέως λαβὼν ἐφίλησε χεῖρα. ὡς γὰρ πρὸ ὀλίγων (ῃερς. 394.) τὸ, ἐκλελάθεσθε θάμβεος, θάμβευς εἶπεν, οὕτω καὶ ἐνταῦθα τὸ Ὀδυσσέος Ἰωνικὸν συνεῖλεν εἰς τὸ Ὀδυσσεῦς. οὕτω γὰρτὸ ἕο ἀντὶ τοῦ αὐτοῦ, εὗ ἐν τῇ Ἰλιάδι κεῖται, πολλὰ δὲ καὶ ἄλλα δείγματα τῆς τοῦ ˉε καὶ ˉο εἰς τὴν εˉυ δίφθογγον κράσεως. (ῃερς. 402.) Τὸ δὲ οὖλε καὶ νῦν ἀντὶ τοῦ ὑγίαινε, τουτέστιν ὅλος καὶ ὑγιὴς ἔσο. ἐκ δὲ τοῦ τοιούτου ῥήματος καὶ ἡ τοῦ τραύματος οὐλὴ, ὁλότης οὖσα καὶ αὐτὴ σώματος. ἅπαξ δὲ εἴρηται καὶ τὸ οὖλε. (ῃερς. 410.) Ὅτι τὸ ἐν ἄλλοις ὑπερβατῶς φραζόμενον, ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἐνταῦθα κατ' εὐθὺ κεῖται ἐν τῷ, ἐδεξιοῦντο καὶ ἐν χείρεσσι φύοντο. ἔστι δὲ οὐδὲ νῦν ἡ φράσις συνήθης· τὸ γὰρ κοινότερον, ἐνεφύοντο χείρεσσιν. (ῃερς. 413. σθθ.) Ὅτι τὴν Ὄσσαν, ἣν ἐν ἄλλοις ἄγγελον Διὸς ἤγουν ἀέρος ἢ νοὸς εἶναι φησὶν, ἀγγεῖλαι νῦν λέγει τοῖς ἐν Ἰθάκῃ τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τοὺς μνηστῆρας· διεδόθη γὰρ ὡς εἰκὸς τῇ φήμῃ τὰ κατ' αὐτούς. φησὶ γοῦν· Ὄσσα δὲ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντῃ, μνηστήρων στυγερὸν θάνατον καὶ Κῆρα ἐνέπουσα, ἤγουν φημίζουσα. ἔνθα πάλιν φυσικῶς τὸ ἐνέπειν δι' ἑνὸς ἐκφέρεται ˉν καὶ οὐ διπλάζει αὐτὸ, ὡς ἐν τῷ, ἔννεπε Μοῦσα. οἱ δέ, φησι, μαθόντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθεν Ὀδυσῆος· ἐκ δὲ νέκυς φόρεον, τουτέστιν ἐξέφερον, καὶ θάπτον ἕκαστον. δῆλον δ' ὅτι ἐκ τοῦ τοιούτου ἐκφορέειν καὶ ἐκφορὰ λέγεται ἡ ταφή· διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε τὸ, καὶ ἔθαπτον. καὶ οὕτω μὲν ταφῆς ἐτύγχανον οἱ πολῖται. τοὺς δ' ἐκ τῶν ἄλλων πόλεων ἔπεμπον ἄγειν ἁλιεῦσιν ἐπὶ νηυσὶ τιθέντες, ἵνα οἵ τε Σαμαῖοι ταφῶσιν ἐν τοῖς ἑαυτῶν καὶ οἱ Ζακύνθιοι ὁμοίως, οὕτω δὲ καὶ οἱ Δουλιχιεῖς καὶ εἴ τινές που ἄλλοθεν. τοῦτο δὲ κατὰ λόγον φιλανθρωπίας οἱ Ἰθακήσιοι ὁσιούμενοι τυχὸν καὶ προσηρέθιζον τοὺς ἐγγὺς νησιώτας δι' ἀγγελίας κατὰ τοῦ Ὀδυσσέως. (ῃερς. 419.) Ἁλιεῖς δὲ τοὺς πορθμένας δοκεῖ λέγειν, ὧν μάλιστα χρεία ἦν εἰς τὸ νεκραγωγεῖν, ὅ πέρ ἐστι νεκροὺς ἄγειν ἐκφορηθέντας δηλαδή. λέγονται δὲ καὶ ἄλλως ἁλιεῖς οἱ ἁπλῶς περὶ ἅλα πονούμενοι, οὐ μὴν ἐξ ἀνάγκης οἱ ἰχθυβόλοι. (ῃερς. 416.) Μυχμὸν δὲ λέγει τὸ διὰ τῶν μυκτήρων ἆσθμα καὶ τὸν ἐντεῦθεν ἦχον παρὰ τὸ μύζειν, ἐξ οὗ καὶ ὁ μυκτὴρ καὶ τὸ μυχθίζειν παρὰ Αἰσχύλῳ. (ῃερς. 413.) Ἰστέον δὲ ὅτι καὶ ἐν τοῖς νῦν ῥηθεῖσι θεῖόν τι τὴν Ὄσσαν ὑπεμφαίνει ὁ ποιητής· οὐ γὰρ ὑπὸ ἀνθρώπων ὁρίζει λαληθῆναι τὰ κατὰ τοὺς μνηστῆρας, ἀλλ' αὐτὴ ἡ Ὄσσα τὸ πραχθὲν ἤγγειλεν. ὕστερον δὲ ἐπεβεβαιώθη ἐκ τοῦ κήρυκος Μέδοντος. Ἐνταῦθα δὲ ἐνθυμητέον καὶ τὴν ἐν τῷ τέλει τῆς ψˉι ῥαψῳδίας προεκθετικὴν οἰκονομίαν τοῦ ποιητοῦ· ἐν ᾗ πέπλασται Ὀδυσσεὺς παραγγείλας τῇ γυναικὶ, ἀναβῆναι εἰς ὑπερῷα καὶ μηδένα προβλέπειν μήτε προσφωνεῖν. ἰδοὺ γὰρ νῦν, εἰ μὴ οὕτω γέγονεν ἀλλὰ παρέπεσέ τις ἀντιβαίνων ἢ ἀντιλέγων ἢ σκώπτων τοὺς πολίτας, οὐκ ἂν ἐξέφυγε τὸ μὴ ἀπολωλέναι, οἵ γε καὶ κατ' ἀγρὸν ἔνοπλοι ἐπῆλθον κακὰ βουλευσάμενοι. προμηθέστατα οὖν καὶ ἀνέῳγεν ὁ τοῦ Ὀδυσσέως οἶκος τοῖς ἐθέλουσιν ἐκφορεῖν τοὺς νεκροὺς, καὶ οὐδεὶς αὐτοῖς ἐπιφαίνεται μὴ ὅτι γε κωλύων ἀλλ' οὐδὲ ὁμιλῶν ἁπλῶς. (ῃερς. 421– 465.) Ὅτι Εὐπείθης ὁ Ἀντινόου πατὴρ, ὃν δὴ Ἀντίνοον πρῶτον, φησὶν, ἐνήρατο δῖος Ὀδυσσεὺς, ἀνσόβησε κατὰ τοῦ Ὀδυσσέως τοὺς Ἰθακησίους οἷα εἰκὸς εἰπὼν τοιαῦτα πάνυ δυνατῶς καὶ δεινῶς καὶ οἰκτρῶς, ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδε μήσατ' Ἀχαιοῖς· τοὺς μὲν ἐν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς, ὤλεσε μὲν νῆας ἀπὸ δ' ὤλεσε λαούς· τοὺς δ' ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχ' ἀρίστους. ἀλλ' ἄγετε πρὶν τοῦτον ἢ ἐς Πύλον ἱκέσθαι ἢ ἐς τὴν τῶν Ἐπειῶν Ἤλιδα, ἴομεν κατ' αὐτοῦ δηλαδή. ἢ καὶ ἔπειτα κατηφέες ἐσσόμεθ' αἰεί· λώβη γὰρ τάδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας τισόμεθ', οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. ἀλλ' ἴομεν μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι, εἰς Πύλον δηλαδὴ ἢ καὶ ἐς Ἤλιδα. ἐφ' οἷς πλείονα οἶκτον ἀνακινῶν δακρυχέει, οἶκτος δ' ἕλε πάντας Ἀχαιοὺς ἔλεον εἰσδεδεγμένους. καὶ οὕτω μὲν ὁ Εὐπείθης. ἐπὶ δὲ τούτοις, ὁποῖα πολλὰ γίνεται, ἀναφύεταί ποθεν ὁ κῆρυξ Μέδων καὶ ὁ θεῖος ἀοιδὸς, ἀγχίμολον ἐλθόντες ἐκ μεγάρων Ὀδυσσέως, ἐπεί περ αὐτοὺς ὕπνος ἀνῆκε. καὶ ὁ Φήμιος μὲν λαλεῖ οὐδὲν, Μέδων δὲ πεπνυμένα εἰδὼς ἀποδίδωσιν οἷον λύτρα τῷ Ὀδυσσεῖ· καὶ ὑπερηγορῶν ἐκείνου λαλεῖ τι ἐκφοβητικὸν περὶ θείας ἐναργείας, εἰπὼν, οὐκ ἀέκητι θεοῦ τὸν Ὀδυσσέα τάδε μήσασθαι ἔργα· αὐτὸς γάρ, φησιν, ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὃς Ὀδυσῆι ἐγγύθεν εἱστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τότε μὲν, ἢ μᾶλλον τοτὲ μὲν, προπάροιθεν Ὀδυσῆος φαίνετο θρασύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων θῦνε κατὰ μέγαρον, τοὶ δ' ἀχρηστῖνοι ἔπιπτον. καὶ οὕτω θροεῖ Ἰθακησίους, καὶ τὸν αὐτοῖς ἐντεθέντα οἶκτον ὑπὸ τῆς τοῦ Εὐπείθους δημηγορίας ἐκκρούεται τῷ φόβῳ οἷς οὐκ ἀθεεὶ μαρτυρεῖται Ὀδυσσεὺς ποιῆσαι τὸ μέγα ἔργον. φησὶ γάρ· τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε, δεδιότας μὴ καὶ θεομαχήσωσιν. εἶτα καὶ ὁ γέρων ἐκεῖνος Ἁλιθέρσης, ὃς οἶος ἤγουν μόνος ὅρα πρόσσω καὶ ὀπίσσω οἷα μαντικὸς, ἀντιδημηγορήσας τῷ Ἀντινόῳ διασχίζει τὸν ὄχλον, καὶ τέως ἀνύεται τὸ μὴ πάντας τοὺς πολίτας τῷ Ὀδυσσεῖ ἐπελθεῖν μὴ καὶ γένηταί τι ἄλλως ἀνήκεστον κακόν· καὶ ἐντεῦθεν ἡ ἐφεξῆς ἱστορία λαμβάνει τὸ πιθανόν· καὶ οἱ μὲν ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ κατὰ τοῦ Ὀδυσσέως ἡμίσεων οἱ πλείους, μάλιστα μὲν οὖν ἡμισέων· οὐ γὰρ Ἀττικῶς ὁ ἥμισυς κλίνεται, ἵνα καὶ προπαροξύνωνται αἱ μετὰ τὴν εὐθεῖαν πλάγιοι κατὰ τὸ πῆχυς πήχεως πήχεων καὶ πέλεκυς πελέκεως πελέκεων. καὶ οὕτω μὲν οἱ πλείους ἀνήϊξαν, ὡς ἂν εἴη τὸ ἔργον τῷ Ὀδυσσεῖ ἐναγώνιον· οἱ δὲ λοιποὶ ἀθρόοι αὐτόθι μίμνον. οὐ γάρ σφιν ἤρεσκε μῦθος ἐνὶ φρεσὶν ὁ τοῦ Ἁλιθέρσου, τοῖς ἀναΐξουσι δηλαδή· καθυπέρβατον γὰρ ὁ λόγος· ἀλλ' Εὐπείθει πείθοντο, ὃς καὶ πίπτει πρῶτος βληθεὶς καθὰ καὶ ὁ υἱὸς Ἀντίνοος· ὃν καὶ ἐπίτηδες ὁ ποιητὴς διατοῦτο ἀνωτέρω (ῃερς. 424.) παρεσημειώσατο ἐν τῷ, ὃν πρῶτον ἐνήρατο Ὀδυσσεὺς, ὡς καὶ τοῦ πατρὸς οὕτω πεσουμένου. ἔστι δὲ ἡ τοῦ μαντικοῦ Ἁλιθέρσου δημηγορία τοιαύτη τις κατὰ ἀντιπαράστασιν προϊοῦσα. δέχεται μὲν γὰρ ὁ γέρων τὸν τοῦ Εὐπείθους λόγον ὡς ἀληθῆ, ὅτι δηλαδὴ τοὺς τῶν Κεφαλλήνων ἀρίστους Ὀδυσσεὺς ἀνεῖλεν· ἀντιπαριστάμενος δὲ λέγει ὅτι καλῶς ἐκείνους ἐφόνευσε. φησὶ γάρ· (ῃερς. 455. σθθ.) ἡμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· οὐ γὰρ ἐμοὶ πείθεσθε, οὐ Μέντορι ποιμένι λαῶν, ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων· οἳ μέγα ἔργον ἔρεζον ἀτασθαλίαις, κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν ἀνδρὸς ἀριστῆος. καὶ οὕτω δείξας ἐν τῷ, ἡμετέρῃ κακότητι, ὡς ὑπεύθυνοι τῷ Ὀδυσσεῖ καὶ οἱ ζῶντες εἰσὶν, ὅθεν καὶ εὐλόγως ὁ Ὀδυσσεὺς εἶπε δώσειν τοὺς Ἀχαιοὺς πολλὰ μῆλα, δι' ὧν πάντας ἐνιπλήσει ἐπαύλους. αὐξήσας δὲ καὶ τὸ κακὸν τῶν μνηστήρων ἐν ὀλιγίστῳ μὲν, πάνυ δὲ δυνατῶς διὰ τὸ μὴ ἁπλῶς αὐτοὺς μνᾶσθαι δι' ἕδνων, ἀλλ' ἀτιμάζειν τε ἀνδρὸς ἀριστέως γυναῖκα καὶ κτήματα δαπανᾶν, συμβουλεύει ἐπὶ τούτοις τὸ ποιητέον, εἰπών· καὶ νῦν ὧδε γένοιτο· πίθεσθέ μοι ὡς ἀγορεύω, μὴ ἴομεν, καθὰ ὁ Εὐπείθης ἐθέλει, μή πού τις ἐπισπαστὸν κακὸν εὕρῃ, τουτέστιν αὐθαίρετον ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. καὶ ἔχει τι ἀστειότητος τὸ εὕρῃ, ὡς μὴ ἀγαθοῦ τούτου ἑρμαίου εὑρεθησομένου τοῖς μὴ πεισθεῖσιν αὐτῷ. (ῃερς. 435.) Σημείωσαι δ' ἐν τοῖς τοῦ Εὐπείθους λόγοις, ὡς ἐπιδεξίως αὐτὸν ὁ ποιητὴς ἔπλασενεἰπόντα, οὐκ ἂν ἔμοιγε μετὰ φρεσὶ γένοιτο ζῆν, ἀλλὰ τάχιστα θάνοιμι· ἔστι γὰρ τοῦτο κακὸν οἰώνισμα τῷ κακῷ. γίνεται γοῦν αὐτῷ τὰ τῆς τύχης. οὕτω φέρεται καὶ ἐν ταῖς ἱστορίαις πρὸς ἄλλοις καὶ τοιοῦτόν τι· στρατηγὸς διὰ ζεύγματος ποταμὸν περαιωθεὶς, εἶτα λῦσαι τὸ ζεῦγμα κελεύσας εἶπεν αἰτίαν τούτου, ἵνα μή τις ὑποστρέψῃ. καὶ ὁ μὲν ἐβουλεύετο λέγειν, ἵνα μή τις τῶν αὐτοῦ στρατιωτῶν δειλανδρήσας ἀναχωρήσῃ διὰ τοῦ γεφυρώματος. τὸ δ' ἄλλως ἀπέβη κατὰ οἰωνὸν ἀπαίσιον· ἡττηθέντων γὰρ οὐδεὶς ἐστράφη. (ῃερς. 426.) Ὅρα δ' ἐν τοῖς αὐτοῖς καὶ τὸ, ἦ μέγα ἔργον, πληθυνθὲν μετ' ὀλίγα ὑπὸ τοῦ Μέδοντος ὁμολογητικῶς ἐν τῷ, (ῃερς.