Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
388.1.1
) Ἐν τούτοις δὲ καὶ ἄλλως περιαυτολογῶν Ὀδυσσεὺς Τροίης ἐλύομέν, φησι, λιπαρὰ κρήδεμνα, λιπαρὰ μὲν λέγων κατὰ τοὺς παλαιοὺς τὰ ἔκδηλα καὶ λαμπρά. εἰκὸς δὲ δηλοῦσθαι οὕτω καὶ τὰ εὐδαίμονά ποτε. Κρήδεμνα δὲ μεταφορικῶς καὶ νῦν τὰς τῶν πύργων στεφάνας καὶ λοιπὰς ἐξοχάς. (ῃερς. 394.) Τὸ δὲ πενώμεθα ἤδη τὴν Ἀθηνᾶν συνεργοῦσαν τῷ Ὀδυσσεῖ παριστᾷ. Τὸ δὲ ὀΐω ἐπιεικῶς ἡ Ἀθηνᾶ λέγει. οὐ γὰρ ὀΐεται, ὃ λέγει, ἀλλ' ἀκριβῶς οἶδε. μάλιστα δὲ οὐκ ἐπιεικεύεται ἀλλὰ βαρέως λαλεῖ, ὡς καὶ μετ' ὀλίγα ἐρεῖ. (ῃερς. 395.) Παλάξειν δὲ τὸ ἀναδεύσειν, ὥς φασιν οἱ παλαιοὶ, καὶ φῦραι καὶ μολῦναι. δηλοῖ δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἡ Ἰλιάς. Ἄσπετον δὲ οὖδας περιφραστικῶς τὴν ἤπειρον λέγει, ὅ ἐστι τὴν ἁπλῶς γῆν. ἄλλως γὰρ πῶς ἄσπετος ἡ βραχεῖα καὶ εὐπερίγραπτος καθ' ἣν οἱ μνηστῆρες πεσοῦνται; οἱ δὲ παλαιοὶ λέγουσι περὶ τῆς ἐνταῦθα τοῦ Ὀδυσσέως βουλῆς δι' ἧς χερσὶν ὀλίγαις ἐπιθήσεσθαι τοῖς μνηστῆρσι μελετᾷ, ὅτι οὐκ ἠθέλησέ ποθεν συμμαχίαν λαβεῖν, ἐπειδὴ τοῖς μὲν πολίταις οὐ προέθετο πολεμήσειν, ὡς μηδὲν αἰτίοις, οἷα καὶ μαθὼν ἐν Ἅιδου φυλάττεσθαι τὰς βασιλικὰς τιμὰς τῷ υἱῷ. οἱ δὲ μνηστῆρες καὶ δίχα συμμαχίας εὐεπιχείρητοί εἰσιν, εἴ περ Ὀδυσσεὺς καὶ μόνος πρὸς τριακοσίους ἢ καὶ πρὸς λόχους ὅλους πολλοὺς ἀντίμαχός ἐστιν ἀξιόμαχος σὺν Ἀθηνᾷ, τουτέστι μετὰ καὶ φρονήσεως, καθ' ἣν καὶ μάλιστα τῶν μνηστήρων περιεγένετο. (ῃερς. 397.) Ὅτι ἐπεὶ ἔδει τὸν Ὀδυσσέα μὴ λαμπρὰ φοροῦντα μηδὲ φαιδρῷ προσώπῳ ἐμφανισθῆναι τοῖς ἑαυτοῦ, εἰκὸς μὲν καὶ ἄλλως τοῦτο ποιηθῆναι πρός γε αὐτοῦ Ὀδυσσέως. ὁ δὲ ποιητὴς κἀνταῦθα τερατῶδές τι ἐθελήσας πλάσασθαι παράγει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν οὕτως· ἀλλ' ἄγε σε ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι. ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας. ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, ἢ στυγέει τις ἰδὼν ἄνθρωπον ἔχοντα. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ' ἐόντε (ῃερς. 402.) ὡς ἂν ἀεικέλιος, καὶ διατοῦτο δηλαδὴ ἄγνωστος, πᾶσι μνηστῆρσι φανείης σῇ τ' ἀλόχῳ καὶ παιδὶ, τὸν ἐν μεγάροισιν ἔλιπες. (ῃερς. 430.) καὶ μετ' ὀλίγα δὲ, ὅτε ἡ Ἀθηνᾶ τοῦτο ποιεῖ, ὁμῶς φράζει ὁ ποιητὴς, πλὴν ὅσον καὶ προστίθησιν ἐκεῖ καὶ παραποιεῖ δέ τινα πρὸς σαφήνειαν. φησὶ γάρ· κάρψε μὲν οἱ χρόα καὶ ἑξῆς τὸν ὅλον στίχον, ξανθὰς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἀμφὶ δὲ δέρμα πάντεσσι μελέεσσι παλαιοῦ θῆκε γέροντος. κνύζωσε δέ οἱ ὄσσε καὶ ἐφεξῆς τὸ πᾶν τοῦ στίχου. ἀμφὶ δέ μιν ῥάκος κακὸν βάλεν ἠδὲ χιτῶνα ῥωγαλέα, ῥυπόεντα, κακῷ μεμορυγμένα καπνῷ. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ' ἐλάφοιο, ψιλόν. δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Ἐν οἷς ὅρα τὴν σκευὴν ἀρχοειδῆ τινὰ οὖσαν ὡσεὶ παράδειγμα τῇ ὕστερον κωμικῇ μεθόδῳ, ἢ πρὸς εὐτέλειαν τὰ σκηνικὰ διεσκεύαζεν, ὡς καὶ ὁ Ἀριστοφάνης δηλοῖ. πολλὴ δὲ ἡ τῆς ἀλλοιώσεως ταύτης τῷ Ὀδυσσεῖ συμβολὴ πρὸς ἃ μέλλει ποιεῖν. οὐ γὰρ ἔχει τι καλὸν ὡς καὶ περιεργασθῆναι, ἀλλὰ κατὰ τὸν ποιητὴν, καὶ στυγεῖται βλεπόμενος. διό περ οὐδ' ἂν πολυπραγμονηθεὶς γνωρισθείη τινί. Ἄγνωστος δὲ γίνεται πᾶσι, δίχα γε τῆς μαίας Εὐρυκλείας. 2. 54 πλὴν οὐδ' αὐτὴ ἐκ τοῦ εἴδους ἁπλῶς ἀναγνωρίζει τὸν Ὀδυσσέα, ἐκ τῆς κατὰ τὸν μηρὸν δὲ οὐλῆς, ὡς φανήσεται. (ῃερς. 398.) Κάρψαι δέ ἐστι τὸ ξηράναι καὶ συσπάσαι, ἐκ τοῦ κάρφω. ἀφ' οὗ καὶ τὸ κάρφος. κάρφεται δὲ χροῦς ὁ τοῦ γέροντος, ὡς δηλοῖ τὸ, ἀμφὶ δὲ δέρμα πᾶσι μέλεσσι παλαιοῦ θῆκε γέροντος. ταυτὸν γὰρ εἰπεῖν κάρψε χρόα, καὶ δέρμα γέροντος ἔθετο. ὠνοματοπεποίηται δὲ τὸ κάρφω, ἐξ οὗ καὶ καρφαλέον τὸ ξηρόν. ὡς τὸ, καρφαλέον δ' ἄϋσεν. ἔτι δὲ καὶ τὸ ὑπέρισχνον κατὰ τοὺς παλαιούς. ἐπειδὴ τῷ ὑπερίσχνῳ ξηρότης ἕπεται, ὡς εἶναι αὐτὸν οὕτω καὶ ἀλίβαντα καὶ αὗον μετὰ δασείας Ἀττικῶς. οὕτω δὲ καὶ ὕφαυον διὰ τὸ ἀποφαυάνθαι γήρᾳ, εἴποι ἂν ὁ κωμικός. ὡς δὲ ἐδάσυνον οἱ Ἀττικοὶ τὸ αὕω, καθὰ καὶ τὸ εὕω, ἡ παράδοσις δηλοῖ. τάχα γὰρ ἐκ τοῦ εὕω τροπῇ τοῦ ˉε εἰς ˉα παρῆγον τὸ αὕω. ἐξ οὗ ἴσως καὶ ἀφαυρὸς ὁ ἀσθενὴς καὶ μὴ διερὸς κατὰ τὸν ποιητὴν εἰπεῖν, ἤγουν ὑγρὸς καὶ ὑγιὴς, ἀλλ' οἷον ξηρός. δοκεῖ δὲ τοῦ κάρφω μέσος παρακείμενος εἶναι κέκαρπα, καὶ ἐξ αὐτοῦ καρπὸς, ὡς οἱ παλαιοί φασι καὶ αὐτό. (ῃερς. 399.) Περὶ δὲ τοῦ ξανθὰς εἶναι τῷ Ὀδυσσεῖ κόμας ἤδη τὸ δέον προγέγραπται. ὡς δὲ καὶ παρὰ τὸ ξαίνειν ὁ ξανθὸς καὶ ἡ ξανθὴ παρῆχθαι δοκεῖ, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται, ὁμοίως δὲ καὶ ὡς ἀλλήλοις ἀντιμεταχωροῦσι τὰ ψιλὰ καὶ τὰ δασέα, πλειστάκις. οὕτω γὰρ ἐκ τοῦ σκύτος μὲν ὁ Σκύθης, καὶ ἐκ τοῦ πιεῖν ἅλις ἡ φιάλη, καὶ ἐκ τοῦ ξαντὸς ὁ ξανθός. αὖθις δὲ ἐκ τοῦ ἱστία καὶ ἐφίστιος τὸ ἐπίστιον Ἰωνικῶς, καὶ ἐκ τοῦ κολφαβρὸς, καὶ ὅσα τοιαῦτα. Λαῖφος δὲ πτωχικόν τι ἱμάτιον κατὰ τὸ σπεῖρον. διὸ καὶ καθὰ σπεῖρον λέγεται νηὸς, οὕτω καὶ λαῖφος τὸ ἱστίον διὰ τὸ καὶ τοῦ σπείρου καὶ τοῦ λαίφους ἁδρὸν καὶ ἐπιτήδειον τοῖς πλέουσι. (ῃερς. 401.) Τὸ δὲ κνυζώσω ἀντὶ τοῦ ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοι, φασὶν, οἱ τῶν καθευδόντων ὀφθαλμοί. κατὰ δέ τινας καὶ οἱ τῶν κυνῶν· διὸ καὶ ἐντεῦθεν παρῆχθαι δοκεῖ τὸ κνυζοῦν. ὅθεν καὶ κνυζηθμὸς ἐν τοῖς ἑξῆς ἐπὶ κυνῶν εὑρεθήσεται κείμενος. Ἡρῳδιανὸς δὲ τοῦτο μὲν ἐμφαίνει ἀπὸ τοῦ κνύζειν γενέσθαι, τὸν κνυζηθμὸν δηλαδὴ, τὸ δὲ ἀπὸ κυνῶν εἰπεῖν τὸ κνυζώσω ὀκνεῖ, ἀπίθανον εἰπὼν καὶ δυσκατάστατον περιστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. ὁμοίως ἀπίθανον λέγει καὶ τὸ ἐκ τῆς κονύζης γενέσθαι αὐτὸ ἧς ἡ χρῆσις ἐν τῷ, χαμαιζήλοιο κονύζης. ἐπικρίνει δὲ, ἄμεινον εἶναι Φιλοξένῳ πείθεσθαι, εἰπόντι ὡς παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὂν, προφερόμενον δὲ καὶ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις· οὗτος πόθῳ μοὔκνυεν ἕλκων τὴν θύραν, ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥς περ ἑρπύω ἑρπύζω καὶ μύω μύζω τρύω τρύζω, οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ, ὁμοίως τῷ, δίζω διζῶ. καὶ ἄλλως δὲ παρὰ τὸ κνύζα κνυζῶ, ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ κνύμα δακτύλων προφέρει ἐκ τοῦ κωμικοῦ, καὶ κνύος δὲ τὴν φθορὰν κατὰ γένος οὐδέτερον ὁμοίως τῷ, θῶ θύος καὶ φλῶ φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας, φέρων καὶ χρῆσιν ἐκ τοῦ παρὰ Ἡσιόδῳ καταλόγου περὶ τῶν Προιτίδων. καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν· ἀλφὸς γὰρ χρόα πάντα κατέσχεν, ἐν δέ νυ χαῖται ἔῤῥεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. παράγει δὲ τὸ τοιοῦτον κνύω ἐκ τοῦ κνῶ, ἐξ οὗ καὶ ἡ κόνις, ὡς ἀλλαχοῦ φαίνεται, καὶ τὸ κναίω ἀντὶ τοῦ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ, καὶ τὸ κνίζω ἤγουν ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, ἀφ' οὗ περ οὐ μόνον ἡ κνῖσα, ὡς καὶ αὐτὸ ἐν ἄλλοις κεῖται, ἀλλὰ καὶ ἡ κνίζα, ὡς σχίζω σχίζα. Ἀνακρέων· κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. ὁμοίως δὲ ἐκ τοῦ κνῶ λέγει καὶ τὸ κνάπτειν γίνεσθαι. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω, καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον, καὶ θῶ θάπτω τὸ ἀποτίθημι εἰς ταφὴν, οὕτω καὶ κνῶ κνάπτω. ἀφ' οὗ κνάφος φυτὸν ἀκανθῶδες. ᾧ τὰ ἄθικτά, φησιν, ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δ' αὐτὸ καὶ γνάπτω. ὅθεν καὶ ὁ κναφεὺς καὶ γναφεὺς ὁ αὐτός. λέγει δὲ καὶ ὅτι τὰ εἰς ζˉω ῥήματα παραληγόμενα τῷ ˉυ φιλεῖ πως βαρύνεσθαι, οἷον τρύζω, γρύζω, σύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὀτοτύζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθ' ὅτε καὶ προκατάρχει ὄνομα, ὡς τὸ κορυζῶ καὶ τὸ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ, πεφυζότες ἠΰτε νεβροί· καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ, μεμυζότε μυδαλέω τε παρὰ Ἀντιμάχῳ. ἔτι λέγει καὶ ὅτι τὰ εἰς ζˉω περισπώμενα τῷ ˉυ παραληγόμενα ὀφείλει τρίτης συζυγίας εἶναι. τοῦτο δὲ ἐλέγχοιτ' ἂν ἐκ τοῦ κνυζηθμοῦ. ἐκεῖνο γὰρ οὐκ ἀπὸ τρίτης γίνεται συζυγίας. ἔτι ὁ αὐτὸς ἑρμηνεύων τὸ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖσθαι λέγει. διό, φησιν, ἐπιφέρει Ὅμηρος τὸ, πάρος περικαλλέ' ἐόντε. καὶ οὕτω μὲν Ἡρῳδιανός. 2. 55 Ἕτεροι δὲ κνυζῶσαι, φασὶ, τὸ διὰ ψώρας αἰσχῦναι. κνύζα γάρ, φασιν, ἡ ψώρα. Ὄσσε δὲ ὡς μὲν ἀπὸ τοῦ ὄσσω τὸ βλέπω γίνεται, καὶ ὡς κατά τινας μεταπέπλασται ἀπὸ εὐθείας δυϊκῶν τῆς, τὼ ὄσσω, γέγραπται ἀλλαχοῦ. ὁ δὲ Ἡρῳδιανὸς λέγει ὅτι καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ τὸ ὄσσος. οὗ ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπὴν, ἄδηλον γάρ φησι τὸ πάθος, ἐποίησε τὸ ὄσσε. βαρύνεται δέ, φασιν, οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ˉος μονογενῆ δισύλλαβα τῷ ˉο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄῤῥος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ, κομμός. θαυμαστὸν δέ, φησιν, οὐδὲν εἴ περ τὰ εἰς ˉος λήγοντα τῷ ˉο παραληγόμενα φιλεῖ ἓν ἔχειν ˉσ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ, τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ, νόσος καὶ δρόσος. τὸ γὰρ κροσσὸς οὐκ οἶδα, φησὶ, σύνηθες Ἕλλησιν. (ῃερς. 435.) Ῥωγαλέα δὲ ἱμάτια δηλαδὴ τὰ διεῤῥηγμένα, τροπῇ τοῦ μακροῦ εἰς μακρόν. οὕτω δὲ καὶ πήρη πυκνὰ ῥωγαλέη ἡ πολύσχιστος. γελοία δὲ αὐτὴ, εἴ περ πεποιημένη τηρεῖν τὰ ἐντὸς, ὅθεν καὶ πήρα λέγεται, ἡ δὲ εἰς πυκνὰ διέῤῥηκται. Μεμορυχμένα δὲ ἢ μεμορυγμένα, διχῶς γὰρ φέρεται καθὰ καὶ τὸ, βρεχμὸς καὶ βρέγμα, τὰ μεμολυσμένα καὶ πεφυρμένα κατὰ τοὺς παλαιούς. κρεῖττον δὲ ἠφανισμένα εἰπεῖν, παρὰ τὸν μόρον, ἐξ οὗ τὸ μορύσσω. (ῃερς. 436.) Μέγα δὲ δέρμα ἐλάφου καὶ ψιλὸν τὸ μὲν ἀναλόγως τῷ ἡρωϊκῷ σώματι, τὸ δὲ πρὸς γελοιασμὸν πλείονα, εἰ μὴ λεοντῆν, εἰ μὴ παρδαλῆν, εἰ μὴ λυκέην φορεῖ, ἀλλὰ ἐλάφου δέρμα καὶ αὐτὸ τριχῶν πενόμενον. (ῃερς. 437.) Ἐν δὲ τῷ, σκῆπτρον καὶ ἀεικέα πήρην τὸ ἀεικὲς καὶ ἐπὶ τοῦ σκήπτρου νοητέον. οὐ γὰρ βασιλικὸν δή που ἦν ἐκεῖνο, ἀλλὰ πτωχική τις ῥάβδος. Ἀεικὴς δὲ πήρα ἡ μὴ κατὰ τὸ εἰκὸς ἐσκευασμένη διὰ τὸ πυκνὰ ῥωγαλέον. ὃ κωλύει πάντως τὴν πήραν τηρεῖν τὰ βαλλόμενα. τοῦτο δὴ τὸ ἐτυμολογοῦν αὐτήν. παρὰ τὸ τηρεῖν γὰρ ἡ πήρα λέγεται γίνεσθαι. καὶ ἄλλως δὲ διὰ τὴν αὐτὴν αἰτίαν ἀεικὴς πήρα, ἣν οὐκ ἂν εἰκάσοι τις πήρᾳ, καθὰ καὶ ἀεικέλιος Ὀδυσσεὺς ἐῤῥέθη φανῆναι τοῖς μνηστῆρσιν, ἀντὶ τοῦ μὴ ἂν πρὸς Ὀδυσσέα εἰκασθησόμενος. διχῶς δέ, φασιν, ἡ πήρα. λέγεται γὰρ οὕτω καὶ ὃ φέρουσιν οἱ ποιμένες ἐπ' ὤμων καὶ ἰατρικὸν δέ τι ἐγχειρίδιον. (ῃερς. 438.) Στρόφος δὲ, σχοινίον ἐστραμμένον ἤτοι κλωστὸν, ἢ καὶ ἱμὰς τοιοῦτος, ὑφ' οὗ ἀείρεται ἤτοι βαστάζεται καὶ κουφίζεται πήρα. διὸ καὶ ἀορτὴρ λέγεται. οὕτω δὲ καὶ τελαμών τις λέγεται ἀσπίδος ἀορτήρ. ὅτι δὲ στρόφος οὐ μόνον ὁ ποιητικὸς, ἀλλὰ καί τι νόσημα ζωϊκὸν, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, στρόφος μ' ἔχει, ὦ ἄνερ, καὶ ὀδύνη τὴν γαστέρα. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ στρόφος ἡ στροφὴ, κατὰ τὸ, χόλος χολὴ καὶ τὰ ὅμοια. (ῃερς. 404.) Ὅτι τὸν συβώτην καὶ ὑῶν ἐπίουρον λέγει καὶ σύεσσι παρήμενον περιφραστικώτερον, προϊὼν δὲ καὶ ὑφορβόν. δῆλον δὲ, ὡς πλεονασμὸν προθέσεως ἔχει, καθὰ πρὸ ὀλίγων ὁ ἐπιβώτωρ, (ῃερς. 405.) οὕτω καὶ νῦν ὁ ἐπίουρος. περὶ Εὐμαίου δὲ ὁ λόγος, ὃν συνιστῶν ὁ ποιητὴς ὡς ἀγαθὸν οἰκέτην φησὶν αὐτὸν ἤπια τοῖς δεσπόταις εἰδέναι, Τηλέμαχόν τε φιλεῖν καὶ ἐχέφρονα Πηνελόπειαν, καθὰ καὶ Ὀδυσσεὺς ἂν αὐτοὺς φιλοίη. φησὶ γάρ· ὁμῶς δέ τοι ἤπια οἶδεν, ἤγουν ὁμοίως σοὶ τῷ Ὀδυσσεῖ ἤπιός ἐστι πρὸς τοὺς σούς. πολλὰ δὲ καὶ ἐν τοῖς ἐφεξῆς δείγματα τῆς αὐτοῦ πρὸς τοὺς δεσπότας εὐνοίας. διό περ εἰκότως καὶ ἐφιλεῖτο καὶ φιληθήσεται. (ῃερς. 408.) Ὅτι τόπους περὶ τὴν Ἰθάκην ἱστορεῖ, Κόρακος πέτραν καὶ κρήνην Ἀρέθουσαν, ἔνθα τὰ βασιλικὰ συβόσια. φησὶ γὰρ ὅτι αἱ δὲ σύες νέμονται πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, ἔσθουσαι βάλανον μονοεικέα καὶ μέλαν ὕδωρ πίνουσαι, τά θ' ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. ὑφὲν δὲ τίθεται ἐν τῷ, Κόρακος πέτρῃ, ὡς κύριον γάρ που εἴρηται, καθὰ καὶ τὸ, μεγάλη πόλις ἡ ἐν Ἀρκαδίᾳ. Κόραξ δὲ οὗτος ἦν ἐγχώριος ἀνὴρ, υἱὸς Ἀρεθούσης γυναικὸς ἐκ τῶν ἐκεῖ· ὃς διώκων λαγωὸν ἐν Ἰθάκῃ κατὰ κρημνοῦ ἠνέχθη καὶ τέθνηκεν. ἡ δὲ μήτηρ διὰ λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἀπήγξατο. ἐντεῦθεν ἀπὸ μὲν τῆς μητρὸς Ἀρέθουσα κρήνη ἐκεῖ, ἀπὸ δὲ τοῦ υἱοῦ Κόρακος πέτρα, ἧς ὁ ἐντόπιος Κορακοπετρίτης, ὡς τῆς ῥηθείσης μεγάλης πόλεως Μεγαλοπολίτης. ἔστι δέ, φασιν, Ἀρέθουσα καὶ ἐν Σμύρνῃ καὶ ἐν Χαλκίδι τῇ κατὰ Εὔβοιαν καὶ ἐν Συρακούσαις, ἣ καὶ μάλιστα ἐν ἱστορίαις τεθρύληται, ἧς λέγεται καὶ τὸν Ἀλφειὸν ἐρᾶν καὶ τὸ ἐκ Πελοποννήσου τέμνοντα ἕως καὶ εἰς Σικελίαν πέλαγος παρ' ἐκείνην φοιτᾶν, γλυκὺν ἐραστὴν ἁλμυρῷ θαλάσσης ὕδατι ἀμιγὲς τὸ ῥεῖθρον φυλάσσοντα. ἱστορεῖ δὲ μιᾶς τούτων ἀποτυφλωθῆναι σεισμῷ τὰς πηγὰς 2. 56 ὁ γεωγράφος, αἳ συχναῖς, φησὶν, ἡμέραις ὕστερον κατ' ἄλλο στόμιον ἀνέβλυσαν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν τοιαύτην οἶδε Κορακοσπέτραν. ἴσως δὲ ἐκ τοιούτου τινὸς καὶ τὸ ἐν Κιλικίᾳ ὠνόμασται Κορακήσιον. ἐξ αὐτοῦ δὲ τὸ, εἰς κόρακας, καθά φασιν οἱ παλαιοὶ, ὡς ἀπὸ τῶν οἰκούντων τὸ τοιοῦτον Κιλίκιον Κορακήσιον πονηρῶν ὡς εἰκὸς ὄντων. τινὲς μέντοι τὸ ἐς κόρακας, ἀντὶ τοῦ, εἰς κακὰ ὄρνεα, ὅμοιόν φασι τῷ, εἰς αἶγας ἀγρίας. Παυσανίας δέ φησιν ὅτι Βοιωτοῖς ἔχρησεν ὁ θεὸς, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησὶ, κόρακας πετομένους περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκακοι παῖδες ἐγύψωσαν, ᾤκησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας, καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ' ἐς κόρακας. ὁ δὲ Αἴσωπος πλάττει μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἐξισοῦσθαι, προσμίξαι αὐτοῖς, ἡττηθέντα δὲ ὑποστρέψαι πάλιν εἰς τοὺς κολοιούς. τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν καὶ βοᾶν, φεῦγ' ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς φεῦγ' ἐς κόρακας, ὅ ἐστιν εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν. δῆλον δὲ ὅτι πολλοὶ τόποι ἀπὸ ζῴων ἐκαλοῦντο, ὡς καὶ ἡ Λεοντάρνη, καὶ ἡ Λεοντόπολις, καὶ ἡ Βουκεφάλα καὶ τὸ Κυνόσαργες γυμνάσιον ἔξω τοῦ ἄστεος Ἀθήνῃσιν. ὅ τινες Κυνοσαργὲς ὀξυτόνως προέφερον ὁμοίως τῷ περικαλλές· κρατεῖ δὲ ὅμως ἡ τοῦ προπαροξυτόνου ἀνάγνωσις, ὡς δηλοῖ τὸ, ἐν Κυνοσάργει. οὕτω δὲ καὶ ἐν Ἄργει Κυνάδρα κρήνη, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι. ὅθεν τὸ ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ παροιμιακῶς ἐπὶ τῆς κατ' ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ ῥηθεῖσα κρήνη διὰ τὸ κύνα, φασὶ, ταύτῃ, τουτέστιν ἐκεῖ, διαδράναι, ὥς περ καὶ Κυνόσαργες ἀπὸ κυνὸς ἀργοῦ, ὅ ἐστι λευκοῦ, κρέας ἐκ θυσίας ἁρπάσαντος καὶ ἀπαγόντος ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ὥς περ τόποι γῆς, οὕτω καὶ νῆες ἐκληρώσαντό τινα μέρη παρώνυμα ζῴων. οὕτω συὸς τόπος παροιμιωδῶς, ἐπεί περ τὰ Σάμια πλοῖα συὸς εἶχε τύπον ἐν ταῖς πρώραις. ἐντεῦθεν ὁ Λουκιανὸς καὶ ἕτεροι χηνίσκον λέγουσι νηὸς τύπωμά τι χηνὸς παράσημον ἐν ναυσίν. ἐντεῦθεν δὲ καὶ τὸ παρὰ Λυκόφρονι ταυρόμορφον πλοίου τύπωμα. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 409.) Περὶ δὲ βαλάνου καὶ ὡς πιαίνει σύας αὕτη, προδεδήλωται. (ῃερς. 411.) Ὅτι προεκτιθέμενος ὁ ποιητὴς τὴν διάθεσιν τῆς ἐφεξῆς ἱστορίας πλάττει τὴν Ἀθηνᾶν παραγγέλλουσαν τῷ Ὀδυσσεῖ τοῖς ἀγροῖς παραμένειν καὶ πάντα ἐξερέεσθαι ὄφρ' ἂν αὐτὴ ἐπανακαλέσεται ἐκ Σπάρτης τὸν Τηλέμαχον καὶ συμμίξῃ τῷ πατρί. ὃ πάνυ ἀναγκαῖον τῇ ποιήσει ἐστὶν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (ῃερς. 412.) Ὅτι καλλιγύναικα τὴν Σπάρτην κἀνταῦθα λέγει διὰ τὴν Ἑλένην, (ῃερς. 414) καὶ Λακεδαίμονα δὲ εὐρύχορον. (ῃερς. 415.) ἑρμηνεύει δὲ καὶ τὸ ἐν τοῖς φθάσασί που γραφὲν περὶ Τηλεμάχου ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν, ὃ διττὴν ἔχον ἐκεῖ ἔννοιαν συγκροτεῖται ἐκ τῶν ἐνταῦθα. ἢ γὰρ λέγει ἐκεῖ ὅτι ἄπεισιν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς ὅπου κλέος ἤγουν φήμη ἔχει αὐτὸν εἶναι καὶ διατρίβειν, καί φησι κἀνταῦθα ὁμοίως ἡ τοῦ μύθου Ἀθηνᾶ, ὅτι ᾤχετο Τηλέμαχος πευσόμενος μετὰ σὸν κλέος εἴ που ἔτι εἴης· ἢ δηλοῖ ἄλλως ἐκεῖνο, ὅτι ᾤχετο γνωσόμενος περὶ τοῦ πατρὸς ὁ Τηλέμαχος, ἵνα κλέος αὐτὸν ἤγουν τὸν Τηλέμαχον ἔχῃ, τουτέστι τιμὴ, ὡς φιλοπάτορα ὄντα. καὶ λέγει καὶ ἐνταῦθα (ῃερς. 422.) πάλιν μετ' ὀλίγα ἡ αὐτὴ Ἀθηνᾶ, ὅτι αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσε ἐλθών. Ἔνθα ὅρα τὸ πόμπευον, ἐξ οὗ ὁ πομπεὺς, ὡς ἡγεμονεὺς ἐκ τοῦ ἡγεμονεύω, καὶ ἡνιοχεὺς ἐκ τοῦ ἡνιοχεύω. (ῃερς. 418.) ἐν τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἀπορίαν λύει τὴν ὡς εἰκὸς λέγουσαν· τί δή ποτε Τηλέμαχος ἀποδημεῖ ἔξω καιροῦ; ἢ ἵνα που κἀκεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπ' ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι; λύουσα γὰρ τῷ Ὀδυσσεῖ τοῦτο ἡ Ἀθηνᾶ φησὶν, ὡς οὔ τινα ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Μενελάου δόμοις, (ῃερς. 424.) παρὰ δ' ἄσπετα κεῖται, ἤγουν παρατέθειται αὐτῷ πολλὰ εἰς τρυφὴν, καὶ θεοῦ πέμποντος κλέος ἐσθλὸν αἴρεται εἶτα καὶ προαναφωνουμένη τὸ μέλλον φησὶν ὡς λοχῶσι μὲν αὐτὸν οἱ μνηστῆρες ἱέμενοι κτεῖναι, ἀλλὰ τά γ' οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει. βαρέως δὲ καὶ νῦν εἴρηται τὸ οὐκ ὀΐω, ἤτοι οὐ νομίζω. ἄλλως γὰρ οὐκ ἂν ἀγνοεῖν λέγοιτο ἡ Ἀθηνᾶ. (ῃερς. 427.) Τὸ δὲ, πρὶν καί τινα γαῖα καθέξει, περιφραστικῶς ἀντὶ τοῦ, πρὶν τεθνήξεταί τις. παραπέφρασται δὲ αὐτὸ ἐκ τοῦ πρὸ ὀλίγων ῥηθέντος, καί τινα ὀΐω αἵματί τε 2. 57 ἐγκεφάλῳ τε παλάξειν οὖδας. (ῃερς. 421.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω, ἀντὶ τοῦ, μὴ ἐνθυμοῦ ἐκεῖνον, κατὰ περίφρασιν λεχθὲν καὶ αὐτό. (ῃερς. 429.) λέγει δὲ καὶ ὡς ῥάβδῳ ἐπεμάσατο Ἀθήνη καὶ μετεποίησε τὸν Ὀδυσσέα εἰς εἰδεχθῆ γέροντα ὁποῖος ἐσκηνογραφεῖτο προσεχῶς, καθὰ καὶ ἡ Κίρκη ῥάβδῳ πλήττουσα ἠλλοίου μορφάς. (ῃερς. 439.) Ὅτι διατμαγῆναι οὐ μόνον τὸ διακοπῆναι ἤτοι ἀποτμηθῆναι, ἀλλὰ καὶ τὸ χωρισθῆναι τοπικῶς, ὡς δηλοῖ ἐνταῦθα τὸ, ὣς βουλεύσαντε διέτμαγον, ὃ καὶ διασαφῶν Ὅμηρος ἐπάγει· ἡ μὲν ἐς Λακεδαίμονα δῖαν ἔβη, Ὀδυσσεὺς δὲ εἰς τὸν ἀγρόν. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι Ἀθηνᾶς οὔσης καὶ Ὀδυσσέως τὸ, βολεύσαντε, ἀρσενικῶς ἀπεδόθη, ὡς πανταχοῦ γίνεται. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρ' Εὐμαίῳ καὶ ποικίλη τις ὁμιλία. ἄλλως Ὀδυσσέως παρουσία πρὸς Εὔμαιον καὶ λόγοι γίνονται ἀναπλάττοντος ἑαυτὸν καὶ πράξεις τινὰς ἐκτιθεμένου. ΟΔΥΣΣΕΙΑΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (ῃερς. 2.) Ὅτι τῷ δούλῳ Εὐμαίῳ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐντυγχάνει Ὀδυσσεὺς εἰς ἀγαθὸν ἑαυτῷ. διὸ καὶ ἐπιγραφὴ ταύτης αὕτη· Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία. ἄρχεται δὲ οὕτως· Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀν' ὑλήεντα δι' ἄκριας, ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὅθεν καὶ Ζεὺς ἐπάκριος, ᾧ ἐπ' ἄκρων ὀρέων ἱδρύοντο βωμοί. εἰκὸς δὲ πάντως, τὴν κραναὴν Ἰθάκην καὶ τραχείας ἔχειν ἀταρποὺς καὶ ὕλην καὶ ἄκριας. (ῃερς. 1.) Ἐκ δὲ τῆς ἀτραποῦ, καὶ ἀτραπίζειν ἐν ῥητορικῷ λεξικῷ κεῖται τὸ βαδίζειν ἢ ὁδοποιεῖν. (ῃερς. 3.) Ὅτι σεμνύνων τὸν Εὔμαιον δῖον ὑφορβὸν λέγει ἐνταῦθα. μετ' ὀλίγα δὲ (ῃερς. 22.) καὶ ὄρχαμον ἀνδρῶν, ἤγουν ἀρχικὸν ἄνδρα, ἢ καὶ ἄρχοντα δούλων ἑτέρων, ὡς καὶ μετὰ ταῦτα φανεῖται καὶ νῦν δὲ δηλοῦται ἐν τῷ, ὃς οἱ βιότοιο μάλιστα κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεὺς, καὶ ὅρα ὅτι δῖον καὶ τὸν δεσπότην προσεῖπε, καθὰ καὶ τὸν δοῦλον ὑφορβόν. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι οἰκῆες οὐ μόνον οἱ οἰκέται, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ τῆς οἰκίας ἐλέγοντο, καθὰ καὶ ἐν ἄλλοις εἴρηται. (ῃερς. 5.) Ὅτι τὴν τοῦ Εὐμαίου παραδεικνὺς σπουδὴν περὶ τὰ δεσποτικὰ πράγματα φράζει οὕτως· τὸν δ' ἂρ ἐνὶ προδόμῳ εὗρεν Ὀδυσσεύς, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι καλή τε (ῃερς. 7.) μεγάλη τε περίδρομος ἤγουν περιοδευομένη, ἀγειτόνευτος, ἢ κυκλοτερὴς διὰ τὸ πολυχωρητότερον, ἣν δὴ συβώτης αὐτὸς δείματο ὕεσσιν ἀποιχομένοιο ἄνακτος νόσφι δεσποίνης καὶ Λαέρταο γέροντος ῥυτοῖσι λάεσσι, καὶ ἐθρίγκωσεν ἀχέρδῳ, σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, πυκνοὺς καὶ θαμέας ἢ μεγάλους, τὸ μέλαν δρυὸς ἀμφικεάσας. ἔντοσθεν δ' αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει πλησίον ἀλλήλων εὐνὰς συσίν. (ῃερς. 14.) εἶτα τὰς σύας ἀριθμῶν φησίν· ἐν δ' ἑκάστῳ πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο θήλειαι τοκάδες. τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον, (ῃερς. 17.) πολλὸν παυρότεροι, οὗ καὶ τὴν αἰτίαν προστιθεὶς ἐπάγει· τοὺς γὰρ μινύθεσκον ἔδοντες ἀντίθεοι μνηστῆρες. ἐπεὶ προΐαλλε συβώτης αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων. (ῃερς. 20.) οὓς καὶ αὐτοὺς μετρῶν ἐπιφέρει· οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. καὶ τοιαῦτα μὲν ἃ περὶ τῶν τοιούτων ἱστορεῖ Ὅμηρος. (ῃερς. 6.) Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ κατωρυχέεσσι λίθοισι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα περισκέπτῳ ἐνὶ χώρῳ γράφουσιν. ἐχρῆν γὰρ τοιοῦτον εἶναι ἀναγκαίως τὸν τῆς αὐλῆς τόπον, ἵνα περισκοπῆται τὰ πέριξ, ὁποῖός τις καὶ ὁ τοῦ Τηλεμάχου πρὸ τούτου θάλαμος ἦν. (ῃερς. 5.) Ὅρα δὲ καὶ νῦν ὅτι πρόδομος ὁ ἔξω, μεθ' ὃν εὐθὺς ἡ αὐλή. (ῃερς. 8.) Τὸ δὲ αὐτὸς δείματο, κατ' ἐξοχὴν ἔχει τὸ αὐτὸς, ὅ περ ἑρμηνεύων ἐπάγει τὸ, ἀποιχομένοιο ἄνακτος, καὶ τὸ, νόσφι δεσποίνης καὶ Λαέρτου, ὡς αὐτὸς δαπανήσας δίχα ἐκείνων, ὃ τὴν περὶ τὰ δεσποτικὰ ἐμφαίνει κηδεμονίαν τοῦ δούλου. (ῃερς. 10.) Ῥυτοὶ δὲ λίθοι, οἱ μεγάλοι καὶ μὴ φορητοὶ 2. 58 ἀλλ' ἑλκυστοὶ, οὓς οὐκ ἔστι δηλαδὴ φέρειν ἀλλ' ἕλκειν διὰ τὸ πολὺ τοῦ μεγέθους, οἳ λέγοιντ' ἂν, ὡς εἰκὸς, καὶ κατωρυχέες διὰ τὸ ἐξαρκεῖν ἐπί τι μὲν ὀρωρύχθαι κατὰ γῆς, πῇ δὲ καὶ ὑπερκεῖσθαι. Θριγκῶσαι δὲ τὸ χαρακῶσαι, ἢ στεφάνην καὶ οἷον τρίχα τινὰ ἐπιθεῖναι οἰκοδομήμασιν, ἢ καὶ ἄλλοις φραγμοῖς, κόσμου ἢ ἀσφαλείας χάριν. ἀπὸ τῆς τριχὸς γὰρ ὁ θριγκὸς κατὰ ἀντιστοιχίαν συμφώνων, ὡς προγέγραπται. διὸ παρὰ πολλοῖς τῶν ῥητόρων καὶ τριγχίον γράφεται. Ἄχερδος δὲ περὶ ἧς ἤδη καὶ ἡ κατὰ τὸν Μελάμποδα ἱστορία ἐδήλωσέ τι, φυτόν φασιν ἀκανθῶδες, ἐξ οὗ αἱμασιαὶ γίνονται θριγκοῦσαι τὰ ἔνδον. οἱ δὲ τὴν ἀγρίαν ἄπιόν φασιν, ἀκανθώδη καὶ αὐτὴν οὖσαν. πλεονάζει δὲ τὸ ˉδ καὶ ἐν ταύτῃ. ἄλλως γὰρ ἄχερός ἐστιν, ἧς ἅψασθαι οὐκ ἔστι χειρί. (ῃερς. 11.) Σταυροὶ δὲ ὀρθὰ καὶ ἀπωξυμμένα ξύλα. τὰ καὶ σταύαρα παρὰ τοῖς μὴ λαλοῦσιν εὐγενῶς. γίνονται δὲ παρὰ τὴν εἰς ἀέρα στάσιν ἢ παρὰ τὸ εἰς εὖρος ἵστασθαι. οἱ δ' αὐτοὶ καὶ σκόλοπες λέγονται, ἀφ' ὧν τὸ ἀνασκολοπίζεσθαι καὶ ἀνασταυροῦσθαι. Τὸ δὲ ἔλασεν ἀντὶ τοῦ ἐξήπλωσε, παρέτεινεν, ὃ δὴ ἐπὶ πάντων νοεῖται τῶν σημαινομένων τοῦ ἐλαύνειν. Τὸ δὲ ἔνθα καὶ ἔνθα ἑρμηνεία ἐστὶ τοῦ διαμπερές. Τὸ δὲ πυκνοὺς καὶ θαμέας καὶ νῦν τῇ παραλλήλῳ θέσει τὴν ἄγαν δηλοῖ πυκνότητα. Μέλαν δὲ δρυὸς οἱ μὲν τὴν ἐντεριόνην φασὶν, ἤγουν τὸ ἐγκάρδιον τῆς δρυὸς, μέλαν ὡς ταπολλὰ ὄν· Ἀρίσταρχος δὲ τὸν φλοῦν οὕτω νοεῖ· Κράτης δὲ τὴν δασύτητα καὶ πολλὴν πυκνότητα τῶν φύλλων μελάνδρυον καλεῖ, ὡς αἰτίαν τῷ ξύλῳ μελανίας διὰ τῆς σκιᾶς. φέρεται δὲ καὶ Αἰσχύλου χρῆσις ἐν Φιλοκτήτῃ, κρεμάσας τόξον πίτυος ἐκ μελανδρύου. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ὅτι μήτρα τὸ μέσον τοῦ ξύλου, ὅ τινες ἐντεριόνην λέγουσιν, ὥστε ταυτὸν εἶναι τῷ λόγῳ τούτῳ μήτραν, ἐντεριόνην καὶ μέλαν δρυός. (ῃερς. 14.) Τὸ δὲ εὐνὰς συσὶν ἑρμηνεία ἐστὶ τοῦ συφεούς. συφεὸς γάρ ἐστι συῶν εὐνή. ὅθεν καὶ παρετυμολογεῖται ὡς φέρων σύας. (ῃερς. 15.) Περὶ δὲ χαμαιευνάδων συῶν προγέγραπται. ὧν καὶ ἡ ˉαˉι δίφθογγος συστέλλεται παρὰ τῷ ποιητῇ, ὡς ἐκεῖ δηλοῦται. Ἰστέον δὲ, ὅτι ἐπὶ συῶν ἡ λέξις αὕτη κυρία. ἄνθρωποι μέντοι χαμαιεῦναι παρὰ τῷ ποιητῇ ἐν Ἰλιάδι, ἐπειδὴ καὶ χαμεῦναι καὶ χαμευνάδες παρὰ τοῖς παλαιοῖς ψίαθοι καὶ στιβάδες, οἵ φασι καὶ ὅτι χαμεύνα ἡ ταπεινὴ κλίσις καὶ στιβάς. καὶ ὅρα οἵα διαφορὰ τοῦ χαμαιευνάδες πεντασυλλάβου ταύτης λέξεως πρὸς τοὺς ἐν τετρασυλλαβίᾳ χαμαιεύνας καὶ τὰς χαμευνάδας καὶ τὰ λοιπά. Τὸ δὲ ἐρχατόωντο καινῶς παρῆκται. προϋπάρχει μὲν γὰρ Ἰωνικὸν τὸ ἔρχατο. ἐξ αὐτοῦ δὲ γίνεται τὸ ἐρχατῶ, οὐκ ἀγαθὸν ῥῆμα εἰς πεζὴν γραφήν. Ὅρα δὲ καὶ ὡς μεταξὺ ἀρσένων συῶν καὶ τοκάδων οὐκ ἔθετο μὲν τὰς στείρας, ἐνέφῃνε δὲ ὅμως καὶ αὐτὰς διὰ τοῦ εἰπεῖν θήλειαι τοκάδες διὰ τὸ εἶναι καὶ ἑτεροίας θηλείας αἳ μὴ τοκάδες εἰσί. (ῃερς. 18.) Τὸ δὲ ἀντίθεοι μνηστῆρες, εἰ μὲν τοὺς ἀσεβεῖς δηλοῖ, πάνυ σφοδρῶς ἔχει. ἐπιεικέστερον δὲ αὐτοῦ μετ' ὀλίγα τὸ, μνηστῆρσιν ὑπερφιάλοισιν. εἰ δὲ τοὺς ἰσοθέους λέγει διά τε γένος τυχὸν καὶ κάλλος καὶ πλοῦτον καὶ ἀνδρίαν, Ὁμηρικώτερόν ἐστι, καθὰ καὶ τὸ θεοειδῆ που εἰπεῖν τὸν Πάριν. εὐλογητικὸς γάρ ἐστι καὶ οὐκ οἶδεν ἔξω καιροῦ κακολογεῖν ὁ ποιητής. Ζατρεφέας δὲ νῦν μὲν σιάλους λέγει, ὥς περ καὶ μετ' ὀλίγα αἶγας. πρὸ δὲ τούτων καὶ φώκας ζατρεφέας ἱστόρησε. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄριστον καὶ ἐνταῦθα ἐπὶ συὸς ἔθηκεν, ὡς καὶ ἐν τοῖς ἐφεξῆς, οὐ πάνυ κυριολεκτῶν. (ῃερς. 21.) Ὅτι καὶ τοῖς σμικροτάτοις καλά τινα παραπλέκων ὁ ποιητὴς πλάττει ἐνταῦθα καὶ ὅτι ἐκινδύνευσεν ἂν μικροῦ ὁ Ὀδυσσεὺς ἐκ τῶν κυνῶν τοῦ Εὐμαίου, εἰ μὴ οἷα σοφὸς ἐφυλάξατο. φησὶ γάρ· πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες, λύκοις τυχὸν ἢ λέουσιν, ὀκνεῖ γὰρ διασαφῆσαι τὴν λέξιν, ἐκτὸς ἴαυον τέσσαρες, οὓς ἔθρεψε συβώτης ὄρχαμος, ὡς ἐῤῥέθη, ἀνδρῶν τῶν ἐφεξῆς δηλωθησομένων, αὐτὸς δ' ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκεν, ἤγουν ἥρμοττε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές. (ῃερς. 24.) οἱ δὲ δὴ ἄλλοι, ὧν δηλαδὴ ἦρχεν ὁ Εὔμαιος, ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισιν ὕεσσιν οἱ τρεῖς. τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε, σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρα ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ἐξαπίνης δ' Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. οἱ μὲν κεκλήγοντες ἐπέδραμον. αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. (ῃερς. 32.) ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον ἤτοι ἀπρεπὲς πάθεν ἄλγος. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν, ἤγουν ἐπιδραμὼν, ἔσσυτ' ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρὸς, τοὺς μὲν ὁμοκλήσας σεῦεν, ἤγουν ἐδίωξε πυκνοῖσι λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα· ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ἐξαπίνης καὶ κέν μοι ἐλεγχείην κατέχευας. (ῃερς. 39.) εἶτα εὐμεθόδως δεικνὺς 2. 59 Ὅμηρος, ὁποῖος τῷ Ὀδυσσεῖ ὁ δοῦλος ἦν, πλάττει αὐτὸν μνησθέντα ἐκείνου περιπαθῶς ἐν τῷ εἰπεῖν, καὶ δ' ἐμοὶ ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων ἧμαι, ἄλλοισι δὲ σύας σιάλους ἀτιτάλλω ἔδμεναι. αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς πλάζεται, εἴ που ἔτι ζώει καὶ ὁρᾷ φῶς Ἠελίοιο. (ῃερς. 45.) εἶτα καὶ προκαλεῖται τὸν γέροντα δεσπότην εἰς τὴν κλισίαν ἐλθεῖν, εἰπὼν ἃ δή τις ἐρεῖ προκαλούμενος τοιοῦτον ἄνδρα ἐπὶ ξενίᾳ. ἔφη γάρ· ἀλλ' ἕπεο κλισίηνδε ἴομεν γέρον, ὄφρα καὶ αὐτὸς σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμὸν εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης. καὶ ὅρα τὸ, καὶ αὐτὸς κορεσσάμενος, ὡς πρὸς τοὺς μνηστῆρας γὰρ ἀποτείνεται, οἳ ἀεὶ κρεῶν ἐκορέννυντο. (ῃερς. 23.) Τὸ δὲ ἀραρίσκειν ἐκ τοῦ ἀράρω ἀχρείου ῥήματος παρῆκται ὁμοίως τῷ τελίσκω ῥυίσκω καὶ τοῖς τοιούτοις. (ῃερς. 24.) Τὸ δὲ τάμνων δέρμα συνέθετο παρὰ τοῖς ὕστερον τὸ σκυτοτομεῖν. δῆλον δ' ὅτι ἄλλο δέρμα καὶ ἄλλο κῶας ἢ κῶος. δέρμα μὲν γὰρ τὸ ἁπλῶς ἐκδερόμενον, κῶας δὲ ἐν ᾧ κεῖταί τις ἢ κοιμᾶται, ἀπὸ τοῦ κῶ ῥήματος. ὅθεν οὐ μόνον σὺν ἄλλοις καὶ ὁ κῶμος καὶ τὸ κωμάζειν, ἀλλὰ καὶ ἡ κώμη καὶ ὁ κωμήτης καὶ ὁ κώμαξ, ὃς δηλοῖ φλύαρον, τὸν καὶ κόπιν κατὰ τοὺς παλαιοὺς καὶ βωμολόχον. Τὸ δὲ εὐχροὲς δέρμα ὑγίειαν ζῴου δηλοῖ, οὗ τὸ δέρμα εἴη ἂν καὶ πυκνὸν καὶ οὕτως εὔχρηστον εἰς πέδιλα. ἔοικε δὲ καὶ ἀδέψητον εἶναι τὸ τοιοῦτον δέρμα καὶ τρίχας ἔχον δι' ὧν ἦν εὐχροές. (ῃερς. 27.) Τὸ δὲ ἀνάγκῃ, τουτέστι κατὰ βίαν, τὸ αἴτιον ἔστιν οὗ ἕνεκα δυσπαθήσας ὁ ποιητὴς ὑπερφιάλους ἀνωτέρω τοὺς μνηστῆρας ὕβρισεν. οὓς φθάσας ἀντιθέους εἶπε. (ῃερς.
388.1.2
) Τὸ δὲ, ἥλιος ἐξείλετο θυμὸν, δηλοῖ οὐ τὸν ἀέρα αἴτιον ἁπλῶς οὕτως εἶναι τοῦ θνήσκειν ἰχθύας, ἀλλὰ τὸ θερμόν. οὐ δύνανται γὰρ ἡλίῳ θέρεσθαι οἷς ὁ βίος αἰεὶ ἐν ὑγρῷ. (ῃερς. 391.) Ὅτι καὶ ἐνταῦθα ἐν ἀρχῇ λόγου κεῖται ἀναντιῤῥήτως τὸ, εἰ δ', ἄγε ἀντὶ τοῦ εἴα ἄγε. φησὶ γάρ· εἴ δ', ἄγε μοι κάλεσον τροφόν. (ῃερς. 392.) Λέγει δὲ καταθύμιον τὸ κατὰ νοῦν νόημα, εἰπών· ἔπος τό μοι καταθύμιόν ἐστιν. (ῃερς. 394.) Ὅτι κινῆσαι θύραν φησὶ τὸ διασαλεῦσαι ἐπὶ κλήσει τινὸς τῶν ἔνδον. καὶ ἔστιν ἕτερον τοῦτο τοῦ κόψαι καὶ κροῦσαι. Τηλέμαχος οὖν κελευσθεὶς ὑπὸ τοῦ πατρὸς, κινήσας θύρην, καλεῖ τὴν μαῖαν. ἣν καὶ δμωάων σκοπὸν λέγει, ὅ ἐστιν ἐπιμελήτριαν, ἐπίτροπον. ἡ δὲ τοιαύτη καὶ ἐπίσκοπος λέγοιτ' ἂν κατὰ τὸ, ἐπίσκοπος ἦσιν ὁδαίων. (ῃερς. 399.) Ὅτι ἐξελθοῦσα μεγάρων ἤτοι τοῦ γυναικῶνος Εὐρύκλεια εὗρεν Ὀδυσσέα μετὰ κταμένοισι νέκυσιν αἵματι καὶ λύθρῳ πεπαλαγμένον, ὥς τε λέοντα ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο, πᾶν δ' ἄρα οἱ στῆθός τε παρήϊά τε ἀμφοτέρωθεν αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσθαι· ὣς Ὀδυσσεὺς πεπάλακτο χεῖρας καὶ πόδας ὕπερθεν. καὶ ἡ μὲν ὡς νέκυας καὶ ἄσπετον εἴσιδεν αἷμα, ἴθυσεν ὀλολύξαι· ἐπεὶ μέγα εἴσιδεν ἔργον. ἀλλ' Ὀδυσσεὺς κατέρυκεν εἰπών· ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο, μηδ' ὀλόλυζε. (ῃερς. 412.) εἶτα καὶ εἰπὼν γνωμικῶς ὅτι οὐχ' ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι, ἐπιφέρει ἅ περ ἂν εἴποι τις ἐπὶ θανάτῳ ἀδίκων ἀνδρῶν. φησὶ γάρ· τούσδε δὲ δίκη ἐδάμασε θεοῦ καὶ σχέτλια ἔργα. ποῖα δὲ σχέτλια ἔργα; οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν ὅ τις σφέας εἰσαφίκοιτο· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. (ῃερς. 403.) Ὅρα δὲ ὅτι καλῶς ἡ ῥηθεῖσα παραβολὴ οὐ πεινῶντι λέοντι τὸν Ὀδυσσέα εἰκάζει, ἀλλ' ἤδη κεκορεσμένῳ καὶ οὕτως ἐρχομένῳ ἤτοι ἁπλῶς βαδίζοντι ἢ ἀπερχομένῳ· καὶ ὅτι παιδευτικὸν τὸ μὴ ἐθέλειν ἐπικαυχᾶσθαι ἀνδράσι τεθνεῶσιν, ἢ μᾶλλον ἄλλως εἰπεῖν, οἳ οὐκ ἐξ ἀνδρίας τῶν καταβαλόντων ἀλλ' ἐκ θεομηνίας ἔπεσον. οἱ μέντοι ἀκριβέστεροι λέγειν φασὶ τὸν ποιητὴν ὅτι οὐ καλὸν οὐδὲ ὅσιον κταμένοις ἐπ' ἀνδράσιν ἐπεύχεσθαι, ὃ ταυτὸν τῷ ὀλολύζειν ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε σαφέστατα. ἡ γὰρ εὐχή, φασι, θεοῦ παρουσίαν αἰτεῖ· παρεῖναι δὲ νεκροῖς τὸ θεῖον οὐ θεμιτὸν ἐνόμιζον Ἕλληνες. ὅθεν καὶ Ἄρτεμις ἐκλείποντος Ἱππολύτου παρ' Εὐριπίδῃ ὑποχωρεῖ. ἄλλως δέ, φασι, κωλύειν τὸ ἐπικαυχᾶσθαι οὐκ εὔλογον· αὐτὸς γάρ, φασιν, ὁ ταῦτα λέγων Ὀδυσσεὺς ἐν Ἰλιάδι ἐπεύχεται κειμένῳ τῷ Σώκῳ. (ῃερς. 411.) νοητέον οὖν ὅτι τῆς γραὸς ἐν τῷ χαίρειν ὀλολύξαι προθεμένης ἤγουν τρανεστέρᾳ φωνῇ εὔξεσθαι καὶ θεοὺς ἐπιβοήσεσθαι διὰ τὴν χαρὰν κωλύει Ὀδυσσεὺς, παραινέσας ἐν θυμῷ χαίρειν αὐτὴν, σιωπῶσαν δηλαδή. τὸ μέντοι ἐπὶ θρήνου τάττειν τὸ ὀλολύζειν νεωτέρων ἐστὶ, γινόμενον παρὰ τὸ ὀλοὸν λύζειν. Ἰστέον δὲ ὡς μετ' ὀλίγα ἑτέρας δμωὰς ἐρεῖ ἀπεναντίας τῇ μαίᾳ δακρυούσας καὶ ὀλοφυρομένας αἰνὰ διὰ λύπην. (ῃερς. 402.) Λύθρον δὲ καὶ νῦν ὁ ἐξ αἵματος μολυσμὸς, ὃν χρὴ ἀπολούσασθαι, παρὰ τὸ λούω· ἀφ' οὗ λύω· ἐξ οὗ καὶ λῦμα τὸ κάθαρμα, καὶ λυμαίνω τὸ ἀποκαθαίρω, καὶ πτωχὸς δαιτῶν ἀπολυμαντήρ. γράφεται δὲ διὰ τοῦ ˉθ τὸ λύθρον τοῦτο πρὸς διαστολὴν τοῦ λύτρου, ἐξ οὗ καὶ τὸ λυτροῦσθαι. Τοῦ δὲ πεπαλάχθαι οὐκ ἔστι καιριωτέρα τῇ ποιήσει λέξις ἐπὶ τοιούτου ἐξ αἵματος μολυσμοῦ· διὸ καὶ δὶς ἐνταῦθα κεῖται. εἰ δὲ καί τινι ἐμιάνθησαν αἵματι μηροὶ, ἀλλ' ἐκεῖνο ἑτέρου τε λόγουκαὶ οὐδὲ τοιαύτην ἔμφασιν ἔχει, οὔτε μὴν ὄγκον ποιήσει πρέποντα. (ῃερς. 403.) Τὸ δὲ, βεβρωκὼς βοὸς, ὅτι Ἀττικόν ἐστι, προδεδήλωται. Ἄγραυλος δὲ ὑπόκειται ὁ ῥηθεὶς βοῦς, ἐπεὶ τοιούτοις ὡς τὰ πολλὰ ἐπιτίθενται λέοντες. κατ' ἀνάγκην μέντοι ποτὲ καὶ βουστασίοις ἐπιβουλεύουσι. Παρήϊα δὲ νῦν μὲν αἱ παρειαί. ἐν δὲ Ἰλιάδι κόσμος ἵππων παραγναθίδιος, οἷον, παρήϊον ἔμμεναι ἵππων. (ῃερς. 405.) Τὸ δὲ, δεινὸς εἰς ὦπα ἰδέσθαι, δέδωκε τοῖς ὕστερον γράφειν τὸ, δεινὸς ἰδεῖν καὶ φοβερὸς ἰδέσθαι καὶ ὅσα τοιαῦτα. (ῃερς. 407.) Τὸ δὲ εἴσιδε δὶς κεῖται συναπτῶς ἐν τῷ, εἴσιδεν αἷμα, καὶ, ἐπεὶ μέγα εἴσιδεν ἔργον. οὐ γὰρ ὀκνεῖ ὁ ποιητὴς ἐν καιρίῳ ταυτολογεῖν, ἀνεπιτηδεύτως γράφων ἐν τοῖς ἁπλοῖς. (ῃερς. 408.) Τὸ δὲ, ἐπεὶ μέγα εἴσιδεν ἔργον, ἐπιφωνηματικῶς ἐῤῥέθη, τεθέν τε ὕστερον καὶ πολὺν νοῦν περιέχον ἐν ὀλίγαις λέξεσι. τοιοῦτον δὲ καὶ πρὸ ὀλίγων τὸ, μέγα δ' αὐτῷ φαίνετο ἔργον· μετ' ὀλίγα μέντοι τὸ, τετέλεστο δὲ ἔργον, οὐ τοιοῦτον ἐστίν. (ῃερς. 412.) Ἐν δὲ τῷ, οὐχ' ὁσίη, λείπει τὸ δίκη ἢ τὸ εὐχὴ ληφθὲν ἀπὸ κοινοῦ, ἵνα λέγῃ ὅτι οὐχ' ὁσίη εὐχὴ τὸ οὕτως εὔχεσθαι. Τὸ δὲ, δίκη θεοῦ, πρὸς διαστολὴν ἐῤῥέθη τῆς κατ' ἀνθρώπους· νοεῖ γὰρ ὡς, ἐπεὶ μή τινες ἄνθρωποι ἐκώλυον τοὺς μνηστῆρας ἀδικοῦντας, μετῆλθεν αὐτοὺς ἀναγκαίως ἡ ἐκ θεοῦ δίκη. (ῃερς. 415.) Τὸ δὲ, ὅ τις σφέας εἰσαφίκηται, ἀντὶ τοῦ, ὃς εἰς αὐτοὺς ἔλθῃ, ἐμερίκευσε τὸ, ἐπιχθονίων ἀνθρώπων συνήθως ἀληθείας τε χάριν καὶ σαφηνείας. οὐ γὰρ πάντας ἐπιχθονίους οἱ μνηστῆρες ἠτίμαζον, ἀλλ' ὃς ἂν εἰς αὐτοὺς ἀφίκοιτο εἴτε κακὸς εἴτε ἐσθλός. καὶ ἦσαν ἄμφω οὐκ ἀγαθά· οὔτε γὰρ τὸν ἐσθλὸν ἐχρῆν ἀτιμοῦν φύσει τίμιον ὄντα, οὔτε ἴσως τὸν ἑτεροῖον, ὃς ἄλλως ἔσχε τὸς ἐπιτίμιον τοῦ μὴ τίεσθαι. δύναται δὲ καὶ ἑτέρως κακὸν μὲν λέγειν τὸν ταπεινόν· ἐσθλὸν δὲ τὸν μὴ τοιοῦτον. (ῃερς. 417.) Ὅτι, εἰ καὶ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς μὴ ἐθέλειν εἶπεν ἐκ τῆς τροφοῦ μαθεῖν, τίνες τῶν γυναικῶν φαῦλαι καὶ τίνες οὐ τοιαῦται, αὐτὸς εἰπὼν φράσασθαι, ἀλλ' ἐκεῖνο μὲν ἔφη, ὡς μὴ πολλὰς ἐθέλων εἰδέναι χάριτας ἀκαίρως τῇ μαίᾳ. νῦν μέντοι ἐρωτᾷ χάριν ἱστορίας ἀναγκαίας καὶ προκαλεῖται αὐτὴν καταλέξαι γυναῖκας τὰς ἐν μεγάροις ἤτοι κατὰ τὴν γυναικωνίτιν, αἵ τέ μέ, φησιν, ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσίν, ἢ κατά τινας, ὡς προεδηλώθη, νηλίτιδες. ἡ δὲ πεντήκοντά τοί εἰσί, φησιν, ἐνὶ μεγάροισι γυναῖκες δμωαὶ, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσθαι, εἴριά τε ξαίνειν. τοῦτο δὴ τὸ πρὸ τῶν ἔργων καὶ δουλοσύνης ἀνέχεσθαι. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, οὔτ' ἐμὲ τίουσαι, ἀξιοῖ γὰρ ἡ γραῦς καὶ αὐτὴ τιμᾶσθαι ὡς μαῖα καὶ φίλη τροφὸς, οὔτ' αὐτὴν Πηνελόπειαν. (ῃερς. 426.) Τηλέμαχος δέ, φησι, νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ σημαίνειν εἴασκεν ἐπὶ δμωῇσι γυναιξὶ, παιδευτικῶς τοῦτο ποιοῦσα ὅτι μηδὲ δεῖ τοιαύτην ἡλικίαν ἐφιστᾶν γυναιξίν. ἀπολογία δὲ τοῦτο ὑπὲρ τοῦ παιδὸς, ἵνα μὴ μέμφοιτο αὐτὸν ὁ πατὴρ ὡς μὴ κωλύοντα τὰς δμωὰς τοιαῦτα ποιεῖν· ἐπὶ τούτοις ἐθέλει μὲν ἡ γραῦς ἀναβᾶσα εἰς τὸ ὑπερῷον ἀφυπνίσαι τὴν βασίλειαν, κωλύεται δὲ ὑπὸ Ὀδυσσέως εἰπόντος· (ῃερς. 431.) μή πω τήνδ' ἐπέγειρε· οὔ πω γὰρ ἐθέλει τὴν Πηνελόπην ἐξεγερθῆναι πρινὴ καὶ τὸ δῶμα τέλειον διακοσμηθῆναι καὶ τὰς κακὰς δὲ γυναῖκας ἐπιλιπεῖν. τότε δὲ ἀφυπνισθήσεται ὅτε καὶ τερατωδεστέρα ἔσται ἡ ἐντυχία αὐτῆς. οὕτω καὶ μετ' ὀλίγα ὁ συνετὸς Ὀδυσσεὺς τῆς γραὸς προκαλουμένης αὐτὸν λαμπροφορῆσαι, οὐδὲ ἐκεῖ πείσεται, ταμιευόμενος ὁμοίως καὶ τοῦτο ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ὅτι οὐδέν τι θερμότερον ἡ μαῖα ἐποίησεν ἐκκρουσθεῖσα τῇ ἐκτὸς κατὰ τὴν τραγῳδίαν καὶ παρ' ἐλπίδας χαρᾷ. οὔτε γὰρ ἀμφιχυθεῖσα ἠσπάσατο τὸν Ὀδυσσέα κατὰ τὰς ἐφεξῆς, οὔτε ἔκυσεν ἀγαπαζομένη κεφαλήν τε καὶ ὤμους, ὡς αἱ λοιπαὶ ποιήσουσι. καὶ ὅτι ἐγκρατὴς κἀνταῦθα Ὀδυσσεὺς, οὐκ ἐπισπεύδων τὴν τῆς φιλτάτης γυναικὸς ἐντυχίαν πρινὴ πάντα κόσμον διάθηται. (ῃερς. 421.) Ἰστέον δὲ ὅτι πλουσίου δώματος ἔνδειξις ἡ τῶν πεντήκοντα δμωῶν κτῆσις. (ῃερς. 422.) Τὸ δὲ, ἔργα ἐργάζεσθαι, τρόπος ἐτυμολογικός. (ῃερς. 423.) Τὸ δὲ, εἴρια ξαίνειν, εἰ μὲν πρὸς ἑρμηνείαν κεῖται, τοῦ, ἔργα ἐδιδάξαμεν, πάντῃ ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ δή που τοῦτο καὶ μόνον γυναικῶν ἔργον τὸ εἴρια ξαίνειν. εἰ δὲ μὴ χάριν ἑρμηνείας κεῖται, ἄλλο τι παρὰ τὰ ἔργα εἶναι δηλοῖ τὸ εἴρια ξαίνειν διὰ τὴν εὐτέλειαν. ἴσως δὲ καὶ ὡς ἐκ μέρους τούτου τὰ λοιπὰ ἔργα δηλοῖ διὰ τὸ ἐν ἐρίοις ὡς τὰ πολλὰ τὴν παλαιὰν ταλασιουργίαν θεωρεῖσθαι ταῖς γυναιξίν. Ἡ δὲ δουλοσύνη τῆς ἀναλογίας ἐστὶ τοῦ τοξοσύνη καὶ τῶν λοιπῶν. Τὸ δὲ, δουλοσύνης ἀνέχεσθαι, τινὰ τῶν ἀντιγράφων ἔχουσι δουλοσύνην ἀνέχεσθαι· ἴσως δὲ οὐ καλῶς· τὸ γὰρ πάντας ἀνθρώπους ἀνέχεσθαι, πρὸς ὃ δοκεῖ φέρεσθαι ἡ γραφὴ, οὐ τοιαύτης σημασίας ἐστί. (ῃερς. 424.) Τὸ δὲ, ἀναιδείης ἐπέβησαν, δηλοῖ μὲν περιφραστικῶς τὸ ἠναιδεύσαντο. χρησιμεύει δὲ καὶ αὐτὸ ἐν Ἰλιάδι εἰς τὸ, κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. ἴσως δὲ ἔχει τι ὁμοιότητος καὶ πρὸς τὸ, νηπιάας ὀχέειν. ταυτὸν γὰρ ἀναιδείης ἐπιβῆναι καὶ ἐπὶ νηπιότητος ὀχεῖσθαι, εἰ μὴ ἄρα ἐκεῖνο μᾶλλον ἐνεργητικῶς νοεῖται, ἵνα λέγηται ὁ παῖς ὀχεῖν, τουτέστι φέρειν ἤτοι βαστάζειν, νηπιάας ἐν πτώσει αἰτιατικῇ, ὅ ἐστι νηπιότητας. λέγοι δ' ἂν ἀναιδείης ἐπιβῆναι καὶ τὸ εἰς ἄκρον αὐτῆς ἐλθεῖν. καὶ ἄλλως δὲ μεταφορικῶς ἂν ἔχοι ὡς ἀπὸ ἐπιβάσεως τῆς εἰς ἅρμα. Ὅρα δὲ καὶ ὡς ἀφώρισεν ἐνταῦθα τὴν ἀναίδειαν εἰς τὸ μὴ τοὺς ἀναγκαίους τιμᾶν. (ῃερς. 434.) Ὅτι σύντομος παρίσωσις ἐν τῷ, ἀγγελέουσα γυναιξὶ καὶ ἐποτρυνέουσα νέεσθαι. (ῃερς. 435.) Ὅτι διακοσμῆσαι θελήσας Ὀδυσσεὺς τὰ τοῦ δώματος πρὶν ἀφυπνισθῆναι τὴν γυναῖκα κελεύει τῷ υἱῷ καὶ τοῖς δούλοις εἰς ἑαυτὸν καλεσάμενος οὕτως· (ῃερς. 437.) ἄρχετε νῦν, ὅ περ οἱ μεθ' Ὅμηρον ἄρχεσθέ φασι, νέκυας φορέειν, καὶ ἄνωχθε γυναῖκας, τὰς δώδεκα δηλαδή. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν· ὃ δὴ καὶ ποιοῦσιν ἐκεῖναι, ἀολλέες ἐλθοῦσαι ἅπασαι, αἰνὰ ὀλοφυρόμεναι, (ῃερς. 447.) θαλερὸν κατὰ δάκρυ χέουσαι διὰ τὰ ἐλπιζόμενα οὐκ ἀγαθὰ, οὐ μὴν κατὰ τὴν γραῦν ὀλολύζουσαι. (ῃερς. 454.) Τηλέμαχος δὲ καὶ οἱ δοῦλοι λίστροισι δάπεδον δόμου ξύον. καὶ αἱ δμωαὶ φέρουσαι καὶ τὰ ξυόμενα δηλαδὴ τίθεσαν θύραζε, ὅπου καὶ οἱ νεκροὶ ἔκειντο περὶ τὴν αἴθουσαν. φησὶ γάρ· νέκυας φόρεον, κὰδ δ' ἂρ ὑπ' αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλαις ἐρείδουσαι. σήμαινε δ' Ὀδυσσεὺς αὐτὸς ἐπιστείχων, (ῃερς. 451.) ταὶ δ' ἐκφόρεον καὶ ἀνάγκῃ, ἵνα οὕτω γοῦν ὑπουργοῖεν αἱ ἄλλως μὴ ἐθέλουσαι δουλοσύνης ἀνέχεσθαι. (ῃερς. 456.) Καὶ ὅρα ὡς ταυτὸν ὑπ' αἰθούσῃ εἰπεῖν καὶ θύραζε περὶ τὴν αὐλήν· ταύτης γὰρ ἡ αἴθουσα, ὡς δηλοῖ τὸ, ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς. Τιμωρία δέ τις ταῖς δμωαῖς τὰ νῦν ἐπιταχθέντα, ὡς ἂν, ἐφ' οἷς ἔχαιρον τρυφῶσαι, διακονοῦσαι νῦν, ὡς οὐ θέλουσιν, ἐπὶ τοῖς αὐτοῖς παθαίνοιντο. (ῃερς. 440.) Διακοσμηθῆναι δὲ δόμον ἔφη Ὀδυσσεὺς τὸ διόλου πάντα κόσμον γενέσθαι. Πολύτρητοι δὲ σπόγγοι πρός τινα ἴσως ὁμοιότητα τοῦ, πολυωπὸν δίκτυον. (ῃερς. 446.) Τὸ δὲ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι καὶ ἑξῆς ὡς ἀνωτέρω κεῖται, πένθος γυναικεῖον δηλοῖ. (ῃερς. 448.) Τὸ δὲ φορεῖν καὶ οἷον νέκυας φόρεον ἤτοι ἐνεκροφόρουν ταυτὸν τῷ φέρειν. ἐπήγαγε γάρ· ταὶ δ' ἔφερον δμωαί. προσλήψει δὲ προθέσεων γίνεται ἀπ' αὐτοῦ τό τε ἐκφορεῖν καὶ τὸ εἰσφορεῖν. (ῃερς. 450.) Τὸ δὲ ἐρείδειν ἐν τῷ, ἀλλήλῃσιν ἐρείδουσαι, ἀντίβασιν δηλοῖ τὴν καὶ ἀντέρεισιν ἐκ μεταφορᾶς τῶν ἀντερειδόντων σωμάτων εἴτε ξύλων εἴτε καὶ ἑτέρων· δῆλον γὰρ ὡς οἱ ἀντιβαστάζοντές τι καὶ ἀντερείδουσιν. Ἰστέον δὲ ὅτι δύναται εἶναι καὶ ἐπ' ἀλλήλοισιν ἐρείδουσαι, ἵνα δηλοῖ στοιβὴν τῶν νεκρῶν ἡ λέξις. ἐρεῖ γοῦν μετ' ὀλίγα· κείατ' ἐπ' ἀλλήλοισι. (ῃερς. 455.) Λίστρα δὲ ὅτι τὰ ξύστρα ἐστὶ, προείρηται. Δάπεδον δὲ καὶ ἐνταῦθα τὸ ὑπόστεγον ἔδαφος, ὡς δηλοῖ τὸ, δάπεδον δόμοιο, πρὸς διαστολὴν ῥηθὲν τοῦ αἰθρίου. (ῃερς. 436.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ ἓ ἁπλῆ ἀντωνυμία ἀντὶ συνθέτου τῆς ἑαυτὸν, εἰ καὶ ἐν Ἰλιάδι παρασημειοῦνται τινὲς ἐν τῷ, ῥίμφα ἓ γοῦνα φέρει, μὴ δύνασθαι τὸ ἓ νοεῖσθαι ἀντὶ τοῦ εἰς ἑαυτόν. φησὶ γάρ· εἰς ἓ καλεσάμενος Ὀδυσσεὺς ἤγουν εἰς ἑαυτόν. (ῃερς. 441–

Intertext edge

Open linked passage

Note