Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
394.1.1
) Τὸ δὲ μάρτυρος ἡ ἀπαθὴς ἀρχὴ τοῦ μάρτυς ἐστὶν, ὡς καὶ ἐν ἄλλοις φαίνεται. (ῃερς. 393.) Ὅτι Ὀδυσσεὺς ῥήτρην μετὰ Εὐμαίου, ὡς ἐῤῥέθη, ἐθέλει ποιήσασθαι, ὅ ἐστι κοινότερον εἰπεῖν, στοιχῆσαι, λαβεῖν χλαῖνάν τε χιτῶνά τε καὶ εἰς τὸ Δουλίχιον πεμφθῆναι εἴ περ ἔλθοι Ὀδυσσεύς. (ῃερς. 399.) εἰ δέ κέ, φησι, μὴ ἔλθῃσι, δμῶας φησὶν ἐπισσεύσας, τουτέστιν ἐφορμήσας, βαλέειν ἤτοι ῥῖψαι μεγάλης κατὰ πέτρης, ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν. (ῃερς. 402. σθθ.) Εὔμαιος δὲ δυσανασχετήσας πρὸς τὴν τοιαύτην ῥήτρην ξεῖνε, φησὶν, οὕτω γάρ κέν μοι εὐκλείη τ' ἀρετή τε εἴη ἐπ' ἀνθρώπους ἅμ' αὐτίκα καὶ μετόπισθεν, ἤγουν μετέπειτα, ὅς σ' ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, τὰ εἰς τροφὴν δηλαδὴ καὶ στρωμνὴν, αὖτις δὲ κτείναιμι φίλον τ' ἀπὸ θυμὸν ἑλοίμην, ὃ δὴ ταυτολογικὴ περίφρασίς ἐστι τοῦ κτείναιμι. εἶτα καὶ κόμμα ἠθικῶς ἐπάγων δηλοῦν τὴν ἐντεῦθεν θεομηνίαν φησί· πρόφρων ἂν ἔπειτα λιτοίμην θεὸν, ὅ περ διπλῆν ἔννοιαν ἔχει. ἢ γὰρ λέγει βαρέως καὶ εἰρωνικῶς κατ' ἀντίφρασιν, ὣς οὕτω πρόφρων ἂν εὐξαίμην θεῷ ξενίῳ φονεύσας ξένον, ἢ καὶ ἄλλως κατὰ συναλοιφὴν, ὅτι οὕτως ἂν πρόφρων ἤτοι ἑκούσιος καὶ μετὰ ῥήτρης ἀλιτοίμην ἤγουν ἁμάρτοιμι εἰς θεόν. (ῃερς. 403.) Καὶ ὅρα, ὡς οὐ μόνον τῶν αὐτίκα μέλει τῷ δούλῳ εὐγενῶς, ἀλλὰ καὶ τῶν μετέπειτα. (ῃερς. 404.) Τὸ δὲ, ὅς σ' ἐπεὶ ἤγαγον, ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ σύνηθες τοιοῦτον· εἴ σε ἀγαγὼν οἴκαδε, εἶτα κτείναιμι. (ῃερς. 405.) Ἐν δὲ τῷ, αὖτις δὲ κτείναιμι, περιττὸς ὁ σύνδεσμος ληφθεὶς συνήθως ἀντὶ τοῦ δή. (ῃερς. 407.) Ὅτι προτρεπτικὸν εἰς δόρπον τὸ, νῦν δ' ὥρη δόρποιο. τάχιστά μοι ἔνδον ἑταῖροι εἶεν, ἵν' ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον. Ἔστι δὲ τὸ, τετυκοίμεθα δόρπον, κατὰ τὸ, τετύκοντό τε δαῖτα. (ῃερς. 411.) Ὅτι ἤθεα συῶν λέγει τὰς συνήθεις κοίτας, οἷον, σύας ἕρξαν κατὰ ἤθεα κοιμηθῆναι. γίνεται δὲ τὸ ἕρξαν ἀπὸ τοῦ ἔργω, οὐ τοῦ δηλοῦντος τὸ πράττω, ὃ καὶ τρισυλλάβως ἐέργω λέγεται, ὡς δῆλον ἐκ τοῦ ἔοργα, ἀλλὰ τοῦ σημαίνοντος τὸ ἐγκλείω, ἀφ' οὗ τὸ εἴργω τὸ παρ' Ἀττικοῖς δασυνόμενον, ὡς ἡ εἱρκτὴ δηλοῖ καὶ ἡ κάθειρξις. (ῃερς. 412.) λέγει δὲ καὶ κλαγγὴν συῶν τὴν ὀξεῖαν βοήν. ἔφθη δὲ καὶ ἐπὶ κυνῶν τὴν λέξιν εἰπεῖν. (ῃερς. 414.) καὶ ἱερεύσειν δὲ τὸ σφάξειν· ἄξεθ' ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω τηλεδαπῷ. (ῃερς. 415.) λέγει δὲ καὶ ὀνήσεσθαι τὸ ὠφεληθῆναι ἀπὸ τοῦ φαγεῖν, ἀφ' οὗ καὶ ὄνειαρ τὸ βρῶμα, ὡς καὶ ἀλλαχοῦ· καθ' ἣν ἔννοιαν καὶ ἐν Ἰλιάδι ἐῤῥέθη τὸ, ἔπειτα δὲ αὐτὸς ὀνήσεαι πιών. Ἰστέον δὲ ὅτι τὸ, ἱερεύσω ξείνῳ, δύναται ῥηθῆναι καὶ ἀντὶ τοῦ, θύσω χάριν τοῦ ξείνου. (ῃερς. 416.) Ὅτι λόγος ἀνδρῶν πονούντων ἀκερδῶς ἄλλοις τὸ, οἵ περ ὀϊζὺν δὴν ἔχομεν πάσχοντες, ἄλλοι δ' ἡμέτερον κάματον νήποινον ἔδουσιν. (ῃερς. 422.) Ὅτι ἐν τῷ ἱερεύεσθαι ὗν μάλα πίονα πενταέτηρον, ὃν ἔστησαν ἐπ' ἐσχάρῃ, συβώτης οὐ λήθετο ἀθανάτων, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν. ἀλλ' ὅ γ' ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν ἀργιόδοντος ὑὸς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, 2. 80 χάριν προθύματος καὶ ὡς εἰς ἀπαρχὴν θυσίας, ἔτι δὲ ἀναμνήσει τῆς παλαιᾶς ἐκ τριχῶν ἐνδύσεως. καὶ εὔχετο περὶ τοῦ δεσπότου Ὀδυσσέως, κόψε δὲ ἀνασχόμενος σχίζῃ δρυὸς, ἣν λίπε κείων. (ῃερς. 426.) τὸν δ' ἔλιπε ψυχὴ, τουτέστι τὸν ὗν. εἶτα διασκευάζων φησί· τοὶ δ' ἔσφαξάν τε καὶ εὗσαν. αἶψα δέ μιν διέχευαν. ὁ δ' ὠμοθετεῖτο συβώτης πάντοθεν ἀρχόμενος μελέων ἐς πίονα δημόν. (ῃερς. 429.) καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, πρὸς ὁλοκαύτωσιν δηλαδὴ, παλύνας ἀκτῇ, ὃ πολλαχοῦ κεῖται, καθὰ καὶ ἑξῆς τὸ, μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. εἶτα ἐπάγει· (ῃερς. 432.) βάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα, ὅ περ ἔχει τι παρηχήσεως. ἀν' δὲ συβώτης ἵστατο δαιτρεύσων, περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη, τουτέστι τὰ καθήκοντα ἠπίστατο. (ῃερς. 433.) εἶτα ἑρμηνεύων τὸ δαιτρεύσων ἐπάγει· καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων, ἵνα ᾖ δαιτρεύειν τὸ διαμοιρᾶσθαι καὶ δαΐζειν, ἐξ οὗ ὁ δαιτρός· μεθ' ὃ σαφηνίζων τὸ ἕπταχα λέγει τὴν μὲν ἴαν, τουτέστι τὴν μίαν μοῖραν, ἣν κατὰ κοινοῦ ἐκ τοῦ διαμοιρᾶσθαι νοεῖ, Νύμφῃσι καὶ Ἑρμῇ Μαιάδος υἷϊ θῆκεν ἐπευξάμενος. τὰς δ' ἄλλας νεῖμεν ἑκάστοις. νώτοισι δ' Ὀδυσσῆα διηνεκέεσσι γέραιρεν ἀργιόδοντος ὑός. κύδαινε δὲ θυμὸν ἄνακτος. βασιλικὸν γὰρ ἦν ἡ τῶν νώτων παράθεσις, ὡς πολλαχοῦ φαίνεται. (ῃερς. 437.) Δῆλον δὲ ὅτι τὸ, νώτοισι δ' Ὀδυσσῆα γέραιρεν, ἐξ Ἰλιάδος παρείλκυσται ἀπὸ τοῦ, νώτοισι δ' Αἴαντα διηνεκέεσι γέραιρεν ὁ ἐκεῖ βασιλεύς. (ῃερς. 435.) Δωρεῖται δὲ μοῖραν ὁ Εὔμαιος Νύμφαις μὲν, ἵνα γῆθεν ἀναδιδοῖεν τροφὰς τοῖς ζῴοις, ὡς ἐπιστατοῦσαι κρήναις καὶ ἄλσεσι καὶ ἱεροῖς ποταμοῖς, ὡς προδεδήλωται, Ἑρμῇ δὲ, ὡς καὶ αὐτῷ νομίῳ καὶ αὐξητικῷ τῶν θρεμμάτων, ὃ δὴ καὶ ὁ Ἀπόλλων Ἥλιος ἔχει καὶ αἱ ἀλληγορούμεναι Νύμφαι· ἔτι δὲ καὶ ὡς κερδῴῳ. φέρεται δ' ἐνταῦθα καὶ Σιμωνίδου χρῆσις αὕτη· θύειν Νύμφαις καὶ Μαιάδος τόκῳ, οὗτοι γὰρ ἀνδρῶν αἷμα ἔχουσι ποιμαίνων, ἤγουν οὗτοι φυλάττουσι τὸ ποιμενικὸν γένος, καὶ οἷον ζωοῦσιν αὐτούς. εἰκὸς δὲ καὶ ὡς δολίῳ τῷ Ἑρμῇ μοῖραν πρὸς Εὐμαίου δίδοσθαι διὰ τὸν αὐτῷ φίλτατον δεσπότην Ὀδυσσέα, ὃς αὐχεῖ πᾶσιν ἀνθρώποις μέλειν ἐν δόλοις. ὅθεν ἴσως καί τις αὐτοῦ δοῦλος Δολίος παροξυτόνως ὠνόμαστο, παρονομασθεὶς ἐκ τοῦ φίλου δόλου. ὅτι δὲ Ἑρμοῦ ἐπίθετον ὁ δόλιος, δηλοῖ καὶ ὁ ἱστορήσας, ὅτι μαντευομένῳ τινὶ περὶ σωτηρίας χρησμὸς ἐδόθη θύειν Ἑρμῇ δολίῳ, δηλῶν, ὡς δόλῳ χρὴ σωτηρίαν περιποιήσασθαι. Δῆλον δὲ ὡς ἡ ἐνταῦθα νοουμένη μοῖρα κοινότερον λαλεῖται, οὐ μὴν κατὰ τὴν δαιμονίαν μοῖραν τὴν συστοιχοῦσαν τῇ πεπρωμένῃ καὶ τῇ ἀνάγκῃ, οὐδὲ μὴν κατὰ τὴν ἄλλην, ἣν εἰς ταυτὸν τῇ τύχῃ τιθέντες, εἶτα ὡς μέσην λέξιν ὁμοίως τῇ τύχῃ ἐκ τῶν ἐπαγομένων διευκρινοῦσιν εἴτε ἀγαθή ἐστιν εἴτε φαύλη· ὡς γὰρ τὸν τῆς τύχης δυασμὸν διασαφεῖ ὁ εἰπὼν εὐτυχίαν ἢ δυστυχίαν, τὸ δ' αὐτὸ καὶ ἐπὶ δαίμονος τοῦ κατὰ τύχην, οὕτω ποιεῖ καὶ ἐπὶ μοίρας. οὐκοῦν μοιρηγενὴς παρ' Ὁμήρῳ νοοῖτο ἂν, ὁ μέτοχος μοίρας ἀγαθῆς, διὰ τὴν ἐπαγωγὴν τοῦ ὀλβιόδαιμον· οὗ γὰρ δαίμων ὄλβιος, ἐκείνου τοιαύτη καὶ ἡ μοῖρα καὶ τὸ ἀνάπαλιν. ἐφ' οὗ γὰρ ἐῤῥέθη τὸ, δαίμων ὃς ἔστι σοι βαρὺς, ἐκείνῳ βαρεῖα καὶ ἡ μοῖρα ὡς καὶ ἡ τύχη. ταυτοδύναμα γὰρ παρ' Ἕλλησι μοῖρα δαίμων καὶ τύχη. Μαίας δὲ υἱὸς ὁ Ἑρμῆς διά τε τὸ ἐν ζῴοις θρεπτικὸν καὶ ἐπιμελὲς ὁποία τις καὶ ἡ ἐν ἀνθρώποις μαῖα. καὶ ἀλληγορικῶς δὲ διὰ τὸ τοῦ Ἑρμοῦ λόγου ζητητικὸν καὶ ἐρευνητικόν. οὐχ' ὑποκοριστικὸν δὲ ἡ μαιὰς, ἀλλὰ πρὸς διαστολὴν τῆς ἁπλῶς μαίας, ἵνα μὴ ἐκφωνοῖτο καὶ αὕτη κατ' ἐκείνην. ἴσως δὲ ἀπὸ τῆς τοιαύτης μαίας ἢ μαιάδος καὶ ὁ Εὔμαιος κέκληται. ὡς ἂν τῷ Ἑρμῇ φιλοῖτο οἷα παρωνυμούμενος τῇ μητρί· οὗ ἕκητι καὶ εὐτυχεῖ τὸ ἔργον αὐτῷ. (ῃερς. 421.) Ἰστέον δὲ ὅτι τὸ, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν, ἔπαινος εὐσεβείας ἐστίν. ἐξ οὗ ἀνάπαλιν ἔστιν εἰπεῖν, ὡς ὁ μὴ τοιοῦτος οὐ κέχρηται φρεσὶν ἀγαθαῖς. (ῃερς. 425.) Τὸ δὲ κόψε σχίζῃ ἀντὶ τοῦ ἔπληξεν, ἔκρουσεν, ὡς ἐπὶ συγχύσει τοῦ ἐγκεφάλου. ἄλλως γὰρ καὶ σφάζεται ὁ τοιοῦτος ὗς. Τὸ δὲ ἀνασχόμενος εὕρηται ἀλλαχοῦ καὶ ἀνασχὼν ἤτοι ἀνατείνας ἢ τὴν σχίζαν ἢ τὴν χεῖρα. Τὸ δὲ ἣν λίπε κείων, ἢ ἀντὶ τοῦ κέων πῦρ κατὰ τοὺς παλαιοὺς, ἐδηλώθη γὰρ ἤδη ὡς καὶ διὰ τοῦ ˉε γράφεται πρωτότυπον ὂν τοῦ ἑτέρου καίειν ὃ διὰ διφθόγγου γράφεται, ἢ μᾶλλον ἀντὶ τοῦ σχίζων· κέω γὰρ πρωτότυπον, ἀφ' οὗ τὸ κεάζειν καὶ τὸ κέασε καὶ τὸ κεάσας καὶ ὅσα τοιαῦτα. ἐξ αὐτοῦ δὲ τὸ κείω ἐπενθέσει τοῦ ἰῶτα καθ' ὁμοιότητα τοῦ, τελέω τελείω καὶ κέω κείω τὸ κεῖμαι καὶ τῶν ὁμοίων. (ῃερς. 427.) Τί δὲ τὸ εὗσαν καὶ τὸ διέχευσαν καὶ τὸ ὠμοθετεῖν, ἐν πολλοῖς ἐδηλώθη. δῆλον δὲ ὡς διχῶς καὶ ὠμοθετεῖν καὶ ὠμοθετεῖσθαι λέγεται, ὡς δηλοῖ νῦν τὸ, ὁ δ' ὠμοθετεῖτο συβώτης, ὅ περ ὅτι καὶ ἀπαρχή τίς ἐστι 2. 81 τῶν τοῦ ἱερείου μελῶν, δηλοῖ τὸ, πάντοθεν ἀρχόμενος μελέων, καὶ μετ' ὀλίγα τὸ, ἄργματα θῦσε θεοῖς. Δῆλον δὲ ὅτι διαχεύεται μὲν ἱερεῖον ἁδρομερῶς, μιστύλλεται δὲ εἰς βραχέα τινα, καὶ ὅτι ἐκ τοῦ τοιούτου διαχεύειν καὶ τὸ διαχέεσθαι εἴρηται παρὰ τοῖς ὕστερον, ὡς τοῦ χαίροντος μὴ ἔχοντος ἑαυτὸν συνάγειν, ἀλλ' ἐκχέοντος εἰς πλατυσμόν. (ῃερς. 428.) Τὸ δὲ ἐς πίονα δημὸν, ἔστι μὲν ἑρμηνεία τις ἢ παράφρασις τοῦ, κατά τε κνίσσῃ ἐκάλυψαν. λέγει δὲ δημὸν τὴν κνῖσσαν, τὸν ἐπίπλουν, ὃς κατὰ Ἡρῳδιανὸν εὐανάδοτός ἐστι πρὸς τὴν ὄσφρησιν οὐκ αὐτοτελὴς περιτεθειμένος τοῖς μηρίοις, ἔνθα διαλαμβάνων ἐκεῖνος καὶ περὶ κνίσσης φησὶν ὅτι ὥς περ στῶ στίζω τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ μέλλων κνίσω, ἀφ' οὗ ἡ κνῖσα, ἔκτασιν μέν, φησι, λαβοῦσα τοῦ ἰῶτα, δηλοῦσα δὲ τὴν κατ' ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. ὁ δ' αὐτὸς ἐκεῖ διασκευάζων καὶ ὡς ταυτόν ἐστι τό, τε ξύειν καὶ τὸ κνεῖν ἤτοι κόπτειν, ἐξ οὗ καὶ τὸ κνίζειν λέγεται, παράγει χρήσεις τοιαύτας. ξύομαι δ' οὐδὲν ἰσχύων, τουτέστι κνῶμαι· καὶ Σώφρων, βαιὰ δ' ἔξυσμαι ἐκ ποδὸς εἰς κεφαλὴν, ἤγουν κέκνησμαι. καὶ ξύσιλον δέ, φησιν, ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν τῷ γήρᾳ κνησμοῦ. φέρει δὲ καὶ Δημοκρίτου χρῆσιν ταύτην· ξυόμενοι ἄνθρωποι ἥδονται, καί σφιν γίνεται ἅ περ τοῖς ἀφροδισιάζουσιν. (ῃερς.