Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
402.1.1
) Ὅτι Ὀδυσσεὺς μὲν τὸ τόξον πάντῃ ἀναστρωφῶν, ὅ περ οὐδεὶς τῶν πρὸ αὐτοῦ ἐποίησεν, ἐπειρᾶτο ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν, ὡς ἂν ὑγιοῦς μὲν ὄντος τοῦ τόξου ἐγχειρήσῃ τῷ ἔργῳ, ἀχρειωθέντος δὲ μηχανήσηταί τι ἕτερον. μνηστήρων δέ τις ἐκεῖνον ἰδὼν οὕτω περιέργως τὸ τόξον στρέφοντα εἶπεν ἄν· ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων, ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται, ἢ ὅ γ' ἐφορμᾶται ποιησέμεν· ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. περὶ οὗ καὶ προείρηται. ἔστι δὲ, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ νοῦς τοῖς οὕτω εἰποῦσι τοιόσδε, ὡς ἄρα θαυμαστικὸς τῶν τόξων ὁ ξένος καὶ κλέπτων εἰς νοῦν τὴν αὐτῶν ἐμφέρειαν, ἵνα ἢ ἐξεικάσῃ αὐτὰ οἷς ἔχει, ἢ ἵνα ποιήσῃ ὅμοια. καὶ οὕτω μὲν οὗτοι. ἄλλος δ' ἄν τις εἶπεν, αἲ γὰρ δὴ τοσοῦτον ὀνήσιος ἀντιάσειεν, ὃ περιφραστικῶς δηλοῖ τὸ ὄναιτο, ὡς οὗτος ποτὲ δυνήσεται ἐντανύσασθαι. καὶ ἔστι καὶ τοῦτο φήμη τις τῷ Ὀδυσσεῖ· τοσοῦτον γὰρ ὄναιτό, φησιν, ὅσον ἐντανύσαι δυνήσεται. πάνυ δὲ τανύσειν δυνήσεται· τοσοῦτον ἄρα καὶ ὀνήσεται. (ῃερς. 396.) Ὅρα δὲ τὸ τῶν ἠθοποιῶν κἀνταῦθα σύντομον, σύνηθες ὂν Ὁμήρῳ οὕτω γράφειν, ἔνθα πρόκειται τὸ, ὧδε δέ τις εἴπεσκεν. (ῃερς. 395.) Ἰστέον δὲ ὅτι θηρίδια οἱ ἶπες κέρασιν ἐμφυόμενα καὶ κατεσθίοντα παραπλήσια φασὶ κώνωψι. γίνεται δὲ παρὰ τὸ ἴπτειν, ὅ ἐστι φθείρειν. τινὲς δὲ ὑφὲν κεραῖπες γράφουσιν ἀντὶ τοῦ ἐν τοῖς κέρασιν ἶπες πρὸς διαστολὴν τῶν ἐν φυτοῖς. ἄλλοι δὲ κεραΐδες ὡς ἀπὸ τοῦ κεραΐζειν, ἵνα δηλοῖ τὰς τῶν τόξων φθαρτικάς. κεράτινον δὲ ἦν, φασὶν, ὡς φαίνεται, τὸ τόξον, οὐ μὴν κατὰ τὰ πάλαι Σκυθικὰ ξύλινον. Ἐκτείνεται δὲ ἡ ἄρχουσα τοῦ ἶπες, διὸ καὶ περισπᾶται. (ῃερς. 397.) Ὁ δὲ ἐπίκλοπος καὶ τὸν ἁπλῶς κλέπτην ἔστιν ὅτε δηλοῖ καὶ τὸν πανοῦργον δέ. (ῃερς.

Intertext edge

Open linked passage

Note