Commentarii ad Homeri Odysseam ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
413.1.1
) Ὅτι σεμνύνων ὁ ποιητὴς κατὰ τὸν αὐτοῦ νόμον καὶ ἐνταῦθα τὸν αὐτῷ φίλον ἥρωα καὶ τὸ κατ' αὐτὸν ἔργον καινότερον διασκευάζων τόν τε ῥᾴονα τοῦ τόξου τανυσμὸν σεμνοποιεῖ παραβολικῶς καὶ τὸ τῆς νευρᾶς δὲ τίναγμα. καὶ τῆς τοῦ ἄθλου δὲ εἰσβολῆς τέρας ἐκ Διὸς προηγήσασθαι γράφει. ἃ δὴ καὶ μόνα εἶχεν ἐνταῦθα πλάσασθαι διὰ τὸ γλίσχρον τῆς ὑποθέσεως. φησὶ γοῦν, ὡς ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ὡς δ' ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς, ῥηϊδίως ἐτάνυσε νέῳ περὶ κόλλοπι χορδὴν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰὸς, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον Ὀδυσσεύς. καὶ ἔστι θαυμασία καὶ οἰκειοτάτη ἡ τῆς νευρᾶς παραβολὴ πρὸς χορδήν. ἡ γὰρ νευρὰ ἑκατέρωθεν τῆς τοῦ τόξου κορώνης ἐξαπτομένη οὕτω ῥᾳδίως, φησὶν, ἐτανύσθη, ὡς εἰ καὶ χορδὴ ὑπ' ἀνδρὸς μουσικοῦ ἀμφοτέρωθεν φόρμιγγος. καὶ οὐκ ἔστιν εὑρεῖν κρείττονα καὶ ἀπονωτέραν καὶ σεμνοτέραν παραβολήν. εἶτα καὶ τὰ ἑξῆς ἐπάγων φησί· δεξιτερῇ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς, μὴ ἄρα κραυρωθεῖσα ἠχρείωται. ἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι ἰκέλη ἄντην, ὅτε δηλαδὴ μὴ ἀποτάδην ἐκείνη ᾄδει, ἀλλὰ κατά τι κόμμα, ὡς εἴωθεν. ὁ δὲ τοιοῦτος ἦχος τῆς νευρᾶς καὶ ψαλμός τίς ἐστιν, ὡς δηλοῖ τὸ, πικρὰν ἀποψήλασα πάγην, παρὰ Λυκόφρονι. λέγει δὲ καὶ Αἴλιος Διονύσιος, εἰ καὶ μὴ ἐπὶ νευρᾶς, ἀλλ' οὖν ἐπὶ χορδῶν μουσικῶν κεῖσθαι καὶ τὸ ψατάλλειν καὶ τὸ ψαθαλεῖν ἀντὶ τοῦ ψηλαφᾶν καὶ μαλάττειν. τὰ δ' αὐτὰ καὶ ψάλλειν ἐστίν· ὅθεν καὶ ψαλλόμενος ὁ ἀκροώμενος ψάλλοντος. (ῃερς. 411.) Ἰστέον δὲ καὶ ὅτι χελιδόνι, οὐ μὴν ἀηδόνι κτυπήσασαν εἴκασε τὴν νευρὰν, ἐπεὶ μὴ πρὸς ἡδύτητα ἡ ὁμοίωσις, ἀλλὰ μόνον πρὸς ποιότητα φωνῆς ἠχούσης ὑπότραχυ· ὁποῖος δή τις καὶ ὁ τῆς χελιδόνος βατταρισμὸς, ὅτε πρὸς μνήμην Τηρέως κατὰ τὸν μῦθον ῥοιζήσει, οὐ γλυκὺ ᾄδουσα, λαλαγοῦσα δὲ ἀκαλλὲς ὡς οἷα Θρᾷσσα κατὰ τὸν μῦθον. διὸ καὶ ὁ κωμικὸς, οὓς ἐκεῖνος ψέγει ὡς τὰς Μούσας ἀφανίζοντας, χελιδόνων μουσεῖα καλεῖ, ὅ ἐστιν ὑποβαρβάρους χελιδόνων δίκην οὐ μὴν ἐμμούσους, ὡσεὶ καὶ σειρήνων ἢ ἀηδόνων μουσεῖα, ὅπου γε καὶ αὐτὸ τὸ κατὰ σειρῆνας ᾄδειν, εἰ μὴ τὰς τοῦ μύθου νοεῖ τις, ἀλλὰ τὰς τῆς ζωϊκῆς ἱστορίας, οὐ λαλεῖται πρὸς ἔπαινον. τὸ γὰρ ζωΰφιον ἡ σειρὴν ἀμυδρόν τι κλαυθμυρίζεται καὶ, ὡς ἄν τις εἴποι, ψοφεῖ νόμον ἐπίκλαυτον. εἰ δὲ καλὸν ἄεισε καθ' Ὅμηρον ἡ ῥηθεῖσα νευρὰ, οὐχ' ἁπλῶς ἐῤῥέθη τοῦτοδιὰ τὸ ἡδὺ, ἀλλ' ἀνάλογον πρὸς τὸ ἀνῆκον καλὸν τῇ ἀπαθεῖ νευρᾷ καὶ μὴ κραυρουμένῃ πρὸς τὸ ξηρόφωνον καὶ πάντῃ ἀηδές. εἰ δέ τι χρὴ παρεκβῆναι καὶ εἰς τὴν παρὰ τοῖς πάλαι ἀστεϊζομένην χελιδόνι παρώνυμον παιδιὰν, χελιδονίζειν παρὰ Ῥωμαίοις ἦν ἀγερμὸς γινόμενος Βοηδρομιῶνι μηνὶ, καλούμενος οὕτω διὰ τὸ εἰωθὸς τηνικαῦτα ἐπιφωνεῖσθαι· ἦλθ', ἦλθε χελιδὼν, καλὰς ὥρας ἄγουσα καὶ καλοὺς ἐνιαυτοὺς, ἐπὶ γαστέρα λευκὰ, ἤγουν λευκὴ, ἐπὶ νῶτα μέλαινα. εἶτα, ὡς ἐν συνόψει φάναι, οὐ παλάθαν ζητοῦμεν οἴνου τε δέπαστρον, ἁ χελιδὼν, καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερ' ἀπίωμεν ἢ λαβώμεθα; εἰ μέν τι δώσεις. εἰ δὲ μὴ, οὐκ ἐάσομεν· ἢ τὰν θύραν φέρομεν ἢ τὸ ὑπέρθυρον ἢ τὰν γυναῖκα κὰν ἔσω καθημέναν; μετὰ δὲ ὀλίγα τελειοῦται ἡ ᾠδὴ εἰς τὸ, ἄνοιγ' ἄνοιγε τὴν θύραν χελιδόνι· οὐ γὰρ γέροντες ἐσμὲν, ἀλλὰ παιδία. καὶ οὗτοι μὲν πάντως χελιδονισταί. ἄλλοι δέ τινες ἐκαλοῦντο κορωνισταὶ, οἷα τῇ κορώνῃ τῷ ζώῳ ἀγείροντες καὶ τὰ ὑπ' αὐτῶν ᾀδόμενα κορωνίσματα ἐλέγοντο· ὧν καὶ ἐκτιθεταί τινα ὁ δειπνοσοφιστής. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰρημένοις παλάθη μὲν συκῶν ἐπισύνθεσις· δέπαστρον δὲ καὶ παρὰ Λυκόφρονι τὸ δέπας, οὗ δεπάστρεον παράγωγον τὸ ἐκ ποτηρίου πόμα· λεκιθίτης δὲ πλακοῦς, ᾧ παραμέμικται καὶ ὠοῦ λέκιθος. τὸ δὲ, εἰ μέν τι δώσεις, εἰ δὲ μὴ, οὐκ ἐάσομεν, ἐλλειπτικῶς ἔχει· ἔστι δὲ καὶ παρ' ὑπόνοιαν. εἰ δὲ καὶ τοιαῦται παιδιαὶ γραφῆς ἠξιοῦντο τοῖς παλαιοῖς, οὐ μεμπτέον τῆς ἀφελείας, ἀλλὰ θαυμαστέον τῆς εἰς πολυμαθείαν παραδόσεως, δι' ἧς ἡ γραφικὴ τέχνη τρέφεται. εἰ δέ τις οἴεται, καὶ τὸ χέλει χελώνη τοῦ χελιδονισμοῦ ἔχεσθαι, ἴστω ὡς ἄλλο τι ἔστι τοῦτο. καθημένης γὰρ τινὸς ἐν μέσῳ, ἥν, φασι, χελώνην ἐκάλουν, περιτρέχουσαι παρθένοι ἐπυνθάνοντο καὶ ἀντήκουον δι' ἀμοιβαίων ἰάμβων οὕτω· χέλει, χελώνη, τί ποιεῖς ἐν τῷ μέσῳ; ἔρια μαρύομαι, ἤγουν κλώθω, καὶ κρόκην Μιλησίαν. ὁ δ' ἔγγονός σου τί ποιῶν ἀπώλετο; λευκὰν ἀφ' ἵππων εἰς θάλασσαν ἅλατο. ἔστι δ' ἐν τούτοις τὸ χέλει προστακτικὸν δῆθεν, παρηχούμενον τῇ χελώνῃ. ἐπὶ δὲ τούτοις φησὶν ὁ ποιητὴς καὶ ὅτι μνηστῆρσι δ' ἂρ ἄχος γένετο μέγα. πᾶσι δ' ἄρα χρὼς ἐτράπετο εἰς ὠχρίαν δηλαδή. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων. γήθησε δὲ Ὀδυσσεὺς, οἷα καὶ τερασκόπος, ὅττι ῥά οἱ τέρας ἐπέμφθη ἐκ Διός. καὶ ἦν καὶ τοῦτο οἷόν τις τεραστία προσάλπιγξις τῆς ἐσομένης μάχης, καθά που καὶ ἐν Ἰλιάδι ἐσάλπιγξε μέγας οὐρανός. (ῃερς. 413.) Καὶ ὅρα ὅτι τὸ αὐτὸ κτύπημα τῆς βροντῆς καὶ σῆμα εἶπε καὶ τέρας, τοῦτο μὲν ἑνικῶς, ἐκεῖνο δὲ πληθυντικῶς· σήματα γάρ, φησι, φαίνων· ἢ καὶ ὑπερβατῶς, μεγάλα σήματα φαίνων. καὶ ἔστι σῆμα μὲν ὡς σημεῖον ἁπλῶς τοῦ μέλλοντος· τέρας δὲ ἢ διὰ τὸ ὡς εἰκὸς καὶ νῦν ἀνέφελον τοῦ ἀέρος ἢ καὶ ὡς ἐκ τῶν ἀνωτάτω τόπων, ἔνθα καὶ τὰ τείρεα, οἷς τὸ τέρας παρωνυμεῖται. (ῃερς. 405.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ἀκόλουθον μὲν ἦν εἰπεῖν εὐθὺς, ὡς ἄτερ σπουδῆς ἐτάνυσεν. (ῃερς. 406.) ὁ δὲ ποιητὴς καινότερον ἐπήγαγεν εὐθὺς ἐπεμβλητικῶς παραβολὴν, ὡς ὅτ' ἀνὴρ καὶ ἑξῆς. εἶτα ἀπέδωκε κοινῶς πρός τε τὸ, ἐπεὶ μέγα τόξον ἐβάστασε, καὶ πρὸς αὐτὴν τὴν παραβολὴν μίαν ἀπόδοσιν τὸ, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον. (ῃερς. 405.) Ὅρα δὲ καὶ τὸ, ἐβάστασε τόξον, κοινότερον λεχθέν· καὶ τὸ, ἐπιστάμενος φόρμιγγος καὶ ἀοιδῆς, κατὰ γενικὴν συνταχθὲν ὁμοίως τῷ εἰδέναι καὶ τῷ γνῶναι· ἃ καὶ αὐτὰ οἴδασι παρὰ τῷ ποιητῇ καὶ τὴν μετὰ γενικῆς σύνταξιν. (ῃερς. 406.) Τὸ δὲ ἀοιδῆς ἀκριβῶς πρόσκειται· ἐπίσταται μὲν γὰρ φόρμιγγος καὶ ὁ τέκτων αὐτῆς. τὸ δὲ καὶ ἀοιδῆς μόνου ἐστὶ τοῦ ἀοιδοῦ. δοκεῖ δὲ τὸ ἐπιστάμενος ἀρχή τις εἶναι τοῖς ὕστερον τοῦ καὶ τὰς τέχνας ἐπιστήμας λέγεσθαι. (ῃερς. 407.) Κόλλοψ δὲ ὁ παρὰ τοῖς ὕστερον κόλλαβος, δι' οὗ τείνονται αἱ τοιαῦται χορδαί. καὶ οὕτω, φασὶ, λεγόμενος διότι τὸ παλαιὸν ἐκ δερμάτων σκληρῶν ἦν τῶν πρὸς τῷ τραχήλῳ τῶν βοῶν, ἔστι δ' ὅτε καὶ τῶν οἰῶν, ἃ καὶ αὐτὰ κόλλοπες ἐκαλοῦντο διὰ τὸ ἐξ αὐτῶν ἀναβραττομένων κόλλαν γίνεσθαι, ὡς δηλοῖ καὶ Παυσανίας γράψας, ὅτι ἐκολλόπωσε τὸ κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου, φησὶ, κόλλοπος τῶν βοῶν ἑψομένου ἐγίνετο κόλλα. ὅθεν καὶ κόλλοψ, ᾧ ἐπιτείνουσι τὰς χορδάς· ἦν γάρ, φησι, δερμάτινος. νοητέον οὖν ἐκ τούτου ὡς μᾶλλον σαφέστερον τοῦ κόλλοψ ὁ κόλλαβος εἰς τὸ νοηθῆναι ὡς ἐκ βοῶν κόλλοπος ἦν. ἐν ἑτέρῳ δὲ λεξικῷ γράφεται καὶ ὅτι ἐκολλόπωσε τὸ ἐκόλλησε. κόλλοπες γὰρ βοῶν νεῦρα, ὅθεν κόλλα γίνεται. ἀλλαχοῦ δὲ οὕτω· κόλλοψ τὸ τραχηλιαῖον τοῦ ταύρου σὺν τῇ ὑπὸ τὴν φορίνην, ἤγουν ὑπὸ τὸ δέρμα, πιμελῇ· ἐξ οὗ οἱ κόλλαβοι τοῖς παλαιοῖς. ἄλλοι δὲ γράφουσιν οὕτως· κόλλοψ, ταύρου ἐπαυχένιον δέρμα· ἐξ οὗ καὶ οἱ τῶν ὀργάνων πάλαι ποτὲ κόλλαβοι. ἐξ αὐτοῦ δέ, φασι, κόλλοψ, ὁ σκληρὸςὑπὲρ τὴν ἀκμὴν πάσχων· καὶ κολλοποδιῶκται οἱ ἄγριοι περὶ τὰ τοιαῦτα. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· κόλλοπα τὸ παχὺ δέρμα φασὶ λέγεσθαι καὶ τὸν τῶν ὀργάνων κόλλαβον, παρατιθέμενοι Ὅμηρον καὶ ἄλλους τινάς. ἕτεροι δὲ οὕτω καλοῦσι τὸν περιτρέχοντα καὶ ἑταιροῦντα, ὡς καὶ Εὔπολις ἐν τῷ, Καλλίστρατος ἔστι τις. οὗτος οὖν μεγάλην πυγὴν εἶχεν, ὦ Χαριάδη, καὶ καλήν. τοῦτον καταλεκτέον ἐς τοὺς κόλλοπας τοὺς ἐκδρομάδας· οἵ πέρ εἰσιν οἱ, ὡς ἐῤῥέθη, ἀκολασταίνοντες ὑπέρακμα, λεγόμενοι ἐκδρομάδες, ὡς παραδεδραμηκότες τὴν ὥραν καὶ ἀνάπαλιν ὄντες τοῖς πρῶτον ὑπηνήταις. (ῃερς. 408.) Τὸ δὲ, ἅψας χορδὴν, ἀντὶ τοῦ ἐκδήσας. ὅτι δὲ τὰς κοινῶς λεγομένας χορδὰς ὀρύας Ἐπίχαρμος ὀνομάζει κατά τινα δηλαδὴ γλῶσσαν, ζητητέον εἰς τὸν καλὸν Ἀθήναιον. Τὸ δὲ, εὐτρεφὲς ἔντερον οἰὸς, περίφρασίς ἐστι τοῦ χορδὴ, ἤδη δὲ καὶ ὁρισμὸς αὐτῆς. κυρίως γὰρ χορδὴ εὐτραφὲς ἤτοι εὔκλωστον ἔντερον οἰὸς, ὃ παραφθείροντες κόρδαν οἱ χυδαῖοι φασί. Τὸ δὲ, ἄτερ σπουδῆς, ἀντὶ τοῦ δίχα καμάτου· ἐξ οὗ ἐν Ἰλιάδι ἀσπουδεὶ τὸ ἀπονητί· οἷον, μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι. Ἄντην δὲ ἐν ἄλλοις μὲν τὸ ἀντικρύ· ἐνταῦθα δὲ τὸ ἄντικρυς ἤτοι φανερῶς, ὃ καὶ αὐτὸ ἀντικρὺ λέγεται παρὰ τῷ ποιητῇ· οἷον, ἀντικρὺ δ' ἀπόφημι. τὸ γὰρ ἄντικρυς τῶν ὑστέρων ἐστίν. (ῃερς. 417.) Ὅτι γυμνὸν εἰπὼν ὀϊστὸν ἑρμηνεύει τὴν λέξιν, ἐπαγαγών· οἱ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης κείατο, ὧν ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι, ὡς εἴ περ ἔφη γεύσασθαι. καὶ ἔστιν οἷον ἔνδυμα ὀϊστοῦ τοῦ νῦν γυμνοῦ ἡ φαρέτρα, καθὰ καὶ τόξου ὁ γωρυτὸς, ὡς δηλοῖ τὸ, εἵλετο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο. περικεῖσθαι γάρ ποτε καὶ ἐπὶ ἐνδύσεως τίθεται. ὅθεν καὶ χλαῖναν φορῶν μέν τις περίκειται, ἐκδυόμενος δὲ ἀποτίθεται. Ὅτι τὴν Ὀδυσσέως τοξείαν οὕτω φράζει ὁ ποιητής· ὀϊστὸν ἐπὶ πήχει ἑλὼν εἷλκεν νευρὴν γλυφίδας τε αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ' ὀϊστὸν ἄντα τιτυσκόμενος. πελέκεων δ' οὐκ ἤμβροτε πάντων πρώτης στειλειῆς. διὰ δ' ἀμπερὲς ἦλθε θύραζε ἰὸς χαλκοβαρής. (ῃερς. 419.) Ἔστι δὲ τὸ μὲν, ἐπὶ πήχει ἑλὼν, ἀντὶ τοῦ, κρατήσας καὶ θεὶς τὸν ὀϊστὸν ἐπὶ τῷ πήχει τοῦ τόξου, ἤγουν τῷ κέρατι, ἔνθα ἡ τοῦ τόξου λαβή. κεῖται δὲ ἡ λέξις καὶ ἐν Ἰλιάδι· οἷον, ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε. γλυφίδες δὲ αἱ τοῦ ὀϊστοῦ, αἷς ἐνίεται ἡ νευρὰ, οὕτω καλουμένη ἀρχαιολογικῶς· ὕστερον γὰρ ἐκ δερμάτων βοὸς, οὐ μὴν ἐκ νεύρων αἱ τῶν τόξων νευραί. Εἰ δὲ εἷλκε νευρὴν γλυφίδας τε, ἐρυστὸν ἄρα καὶ ῥυτὸν οὐ μόνον τὸ τόξον, ἀλλὰ καὶ ὀϊστὸς, ὡς προείρηται. (ῃερς. 420.) Τὸ δὲ, ἐκ δίφρου καθήμενον τοξεύειν, ἤργησεν ὕστερον. κάμπτοντες γὰρ ἐν τοιούτοις γόνυ οὕτω τοξεύουσι. Στειλειὴ δὲ ὀπὴ πελέκεως, εἰς ἣν ἐνείρεται ἤγουν ἐμβάλλεται στελεός· ὃς καὶ οὐδετέρως λέγεται τὸ στελεὸν, καὶ πλεονασμῷ δὲ διχρόνων ὁ στειλειὸς καὶ τὸ στειλειὸν, ὅθεν καὶ ἡ στειλειὰ, δι' ἧς στέλλεται τὸ διϊὸν ἢ ἐμβαλλόμενον. (ῃερς. 421.) Ἰστέον δὲ ὅτι ἐχρῆν μὴ ἁμαρτεῖν τῆς πρώτης τῶν πελέκεων στειλειῆς καὶ εὐθὺς ἅμα τῇ βολῇ διελθεῖν θύραζε τὸν ὀϊστὸν διὰ τὸ ἐπὶ στάθμην αὐτοὺς ἀπευθυνθῆναι, ὡς εἴρηται. (ῃερς. 422.) Ὅρα δὲ καὶ νῦν τὸ θύραζε ἀντὶ τοῦ ἁπλῶς ἔξω, ὅ περ ἦν ἐνταῦθα, τὸ ἐκεῖθεν ἀντικρὺ τῆς πρώτης στειλειῆς. Ἰὸς δὲ χαλκοβαρὴς πρὸς διαστολὴν κεῖται τοῦ ἀσιδήρου, ὃς οὐκ ἂν εἴη χρήσιμος τοῖς οὕτως ὀϊστεύουσιν. (ῃερς. 424.) Ὅτι Ὀδυσσεὺς μετὰ τὴν ἐν τῇ τοξείᾳ εὐτυχίαν ἐναμβρυνόμενος παρὰ τοῖς αὐτὸν εἰδόσι καὶ εὐέλπιδας αὐτοὺς ποιῶν ἐπὶ τοῖς ἑξῆς φησί· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτεν, οὐδέ τι τόξον δὴν ἔκαμον τανύων, ἔτι μοι μένος ἔμπεδόν ἐστιν, (ῃερς. 426.) οὐχ' ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται, τουτέστι μέμφονται, ἐκφαυλίζουσι. Χρὴ δὲ νοῆσαι, ὡς ἅμα εἶπεν Ὀδυσσεὺς καὶ μνήμη περιῆλθεν αὐτὸν ὧν ἤκουσε καὶ εἶδε καὶ ἔπαθε. καὶ εὐθὺς ἐρεθίζεται κατὰ τῶν κακῶν· οὐ γὰρ ἔτι καιρὸς ἀναβάλλεσθαι, μὴ καὶ ἀχρειωθῇ τὸ πᾶν. (ῃερς. 424.) Ὅρα δὲ καὶ ὅτι καλῶς ἔφη φθάσας Εὐρύμαχος τὸ, ἐλέγχεα ταῦτα γένοιτο. εἰ γὰρ ὁ ξεῖνος οὐκ ἐλέγχει τὸν Τηλέμαχον, τοὺς μνηστῆρας ἄρα ἐλέγχει ὡς μὴ δυναμένους οὕτω βαλεῖν. τὸ δὲ, οὐδέ τι σκοποῦ ἤμβροτε, καὶ παροιμιῶδες γέγονεν ἐπὶ τῶν εὐστοχούντων τοῦ θελητοῦ. Τὸ δὲ, οὐκ ἤμβροτεν ὁ ξένος, καὶ τὸ, οὐκ ἔκαμον τόξον τανύων, ἐξαλλαγὴν ἔσχον σχήματος. (ῃερς. 426.) Ὅρα δὲ τὸ ὄνονται φανερῶς βαρύτονον ὂν ὡς ἀπὸ ἐνεστῶτος τοῦ ὄνω, ὄνομαι, ὅθεν τὸ ὀνῶ, ὀνόσω παράγωγον ῥῆμα καινότροπον, καὶ οὐ φύσει ὂν τρίτης συζυγίας τῶν περισπωμένων. (ῃερς. 428.) Ὅτι σχηματίζει καὶ νῦν ὁ ποιητὴς, πλάσας τὸν Ὀδυσσέα εἰπόντα· νῦν δ' ὥρη καὶ δόρπον Ἀχαιοῖσι τετυκέσθαι ἐν φάει· αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι οὐχ' ἁπλῶς ἑτέρως πως, ἀλλὰ μολπῇ καὶ φόρμιγγι· τὰ γὰρ ἀναθήματα δαιτὸς, ὃ καὶἀλλαχοῦ προεῤῥέθη. δοκεῖ μὲν γὰρ εἰπεῖν Ὀδυσσεὺς ὅτι καιρὸς τοῖς μνηστῆρσι τοῦ δορπῆσαι καὶ παῖξαι. λέγει δὲ ἄλλως δι' ἐμφάσεως, ὅτι καιρός ἐστιν ἡμῖν τάχιόν τε δορπῆσαι ἀνελοῦσι τοὺς μνηστῆρας καὶ ἄλλως δὲ τερφθῆναι, ὃ καὶ γίνεται. θανόντων γὰρ τῶν μνηστήρων λαμπρὰ εὐωχία τελεῖται μετά τε ἀοιδῆς καὶ φιλοπαίγμονος ὀρχηθμοῖο, ὡς καὶ δοκεῖν τοῖς ἔκτοσθεν ἀκούουσι γάμον εἶναι ταῦτα τῆς Πηνελόπης. οἱ δὲ παλαιοί φασιν ἐνταῦθα καὶ ὅτι παρέλκει τὴν διάνοιαν τῶν μνηστήρων Ὀδυσσεὺς, δόρπου μνησθεὶς, καὶ ὅτι συμβολικῶς ἢ καὶ ὡς ἐν εἰρωνείᾳ δόρπον μὲν αὐτῶν τὸν θάνατον λέγει. Τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώζειν. ἄλλως δὲ τί ἐστι τὸ ἑψιᾶσθαι, ἱκανῶς προδεδήλωται. νῦν δὲ σημειωτέον ὅτι καὶ ἐπὶ μολπῆς καὶ φόρμιγγος τὸ ἑψιᾶσθαι τίθεται. (ῃερς.