Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1.1
) Τὸ δὲ φθόγγον ἀκούσει Σειρήνων καὶ τὸ ὄπα Σειρήνοιϊν δηλοῖ μὲν καὶ ἐνθάδε τὴν κοίνωσιν καὶ συγγένειαν τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν. συντελεῖ δὲ τὸ μὲν Σειρήνοιϊν τοῖς ὡς εἴρηται δυάζουσι τὰς Σειρῆνας, τὸ δὲ Σειρήνων τοῖς πληθύνουσι. (ῃερς. 43.) Τὸ δὲ οὐδὲ γάνυνται δηλοῖ τῷ δακτυλικῷ ποδισμῷ χρῆναι μὴ διπλασιάζεσθαι τὸ ˉν ἐν τῷ γάνυσθαι, ὥς περ οὐδὲ ἐν τῷ γάνος, γανόωντες, καὶ γανύσκονται. (ῃερς. 45.) Ἐν λειμῶνι δὲ ἀνθεμόεντι ἡ τῶν θεσπεσίων Σειρήνων ἀοιδὴ πρὸς αἴνιγμα τοῦ κατ' αὐτὴν ἀνθηροῦ. Ὁ δὲ τῶν ὀστέων θὶς πολὺν δηλοῖ νεκριμαῖον πληθυσμόν. παραπλέεσθαι δὲ τὴν νῆσον τῶν Σειρήνων δηλοῖ ὁ θὶς τῶν ὀστῶν. οὐ γὰρ ἂν ἄλλως οὕτω πολλοὶ πίπτοντες θῖνα ὀστῶν ἐξήγειραν. εἴθε δὲ ἦν καὶ πρὸ τοῦ σπηλαίου τοῦ βορωτάτου Πολυφήμου θίς τις ὀστέων, ὡς ἂν ὑποπτεύσας κακόν τι Ὀδυσσεὺς ἀπῆλθεν ἐκεῖθεν ἄλυπος. ὥς περ δὲ θὶς ὀστέων, οὕτω καὶ ἄμμου καὶ ἑτέρων τινῶν. (ῃερς. 48.) Δεψῆσαι δὲ κηρὸν τὸ μαλάξαι, ἀπὸ τοῦ δέφω δέψω, ἐξ οὗ καὶ βυρσοδέψης, καὶ βοέη, τουτέστι βύρσα ἀδέψητος. ἡ δὲ τοῦ δέφεσθαι χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐξ αὐτοῦ δὲ καὶ σκύλαος δέψης κατὰ τοὺς παλαιοὺς, καὶ σκυλάδεψος, ὁ δέρματα δέφων, ἄλλα μέντοι παρὰ τὰς βύρσας. ὅτι δὲ σκῦλον τὸ δέρμα καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ἀφ' οὗ καὶ τὸ σκολύπτειν φασί τινες γίνεσθαι. τὸ δέ ἐστιν ἐπὶ περιτομής. ὅθεν καὶ ἀπεσκολύφθαι αἰδοῖον λέγεται, καὶ ἀπεσκολυμμένος ὁ τοῦτο παθών. δῆλον δὲ ὡς τὸ δέφω δέψω περισπασθὲν Αἰολικῶς ὡς τὸ ἐσῶ καὶ πεσῶ καὶ καθεδῶ, ἐξ ὧν τὸ ἐσοῦμαι καὶ πεσοῦμαι καὶ καθεδοῦμαι, ἐποίησε τὸ δεψῶ δεψήσω. ἐξ οὗ τὸ κηρὸν δεψήσας. ἔνθα ἐνθυμητέον καὶ τὸ μαλακὸς κηρὸς ὁ ἐν τῷ γραμματείῳ κατὰ Αἴλιον Διονύσιον, ὡς τῶν παρὰ τοῖς παλαιοῖς πινακιδίων κηρῷ τοιούτῳ μαλακῷ ἀληλιμμένων, ἐν ᾧ ἔγραφον διά τινος γραφείου σκληροῦ. Γίνεται δὲ ὁ κηρὸς, οἷα εἰκὸς, ὡς καὶ τὸ μέλι. ἀπὸ τοῦ κηραίνειν γάρ. ὃ καὶ παρὰ τῷ Σοφοκλεῖ κεῖται. ὥς περ ἐκεῖνο ἀπὸ τοῦ μέλειν. δι' ὧν ἀμφοτέρων τὸ φροντίζειν δηλοῦται. καὶ ἄλλως δὲ κηρὸς παρὰ τὸ κάω, τουτέστι καίω. ἡ δὲ κατ' αὐτὸν ὀξεῖα τάσις ἔστι μὲν καὶ κανονική. καὶ ἄλλως δὲ ὑποβάλλει διαστολήν τινα κατὰ τὸν εἰπόντα ὅτι κῆρος μὲν βαρυτόνως ποταμὸς Ἀρμενίας, κηρὸς δὲ ὀξυτόνως ὁ συνεγνωσμένος. (ῃερς. 48.) Τὸ δὲ κηρὸν μελιηδέα τὸν ποτὲ τοιοῦτον δηλοῖ, ὅτε δηλαδὴ αἱ σήραγγες αὐτοῦ μέλι ἐταμίευον. (ῃερς. 162.) Τὸ δὲ δησάντων σε ἐν νηῒ καὶ πλείοσιν ἐν δεσμοῖσι δεόντων Ἀττικῶς ἀντὶ τρίτων πληθυντικῶν εἰσὶ προστακτικῶν, ὡς μυριαχοῦ γίνεται. διὸ ἑρμηνεύων Ὀδυσσεὺς ἐρεῖ· ἀλλά με δεσμῷ δήσατε. (ῃερς. 51.) ἱστοπέδη δὲ ἢ ὁ τόπος ᾧ ἐντίθεται ὁ ἱστὸς, ἣ ξύλον ὀρθὸν ᾧ προσδέδεται ὁ ἱστός. (ῃερς. 163.) Ἐκ δ' αὐτοῦ πείρατα ἀνῆφθαι λέγει ἀντὶ τοῦ τὰ πέρατα τῶν σχοινίων ἐνδεδέσθαι ἢ τοῦ Ὀδυσσέως ἢ ἐκεῖ περὶ τὴν ἱστοπέδην. (ῃερς.

Intertext edge

Open linked passage

Note