Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
420.1.1
) οὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, ὁππότ' ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι βλήεται ἢ περὶ βουσὶν ἢ ἀργεννῇσιν ὀΐεσσιν. αὐτὰρ ἔμ' Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς οὐλομένης. εἶτα ἑρμηνεύων τὸ οὐλομένης φησίν· (ῃερς. 474.) ἣ πολλὰ κάκ' ἀνθρώποις δίδωσιν. (ῃερς. 475.) ἀλλ' εἴ που πτωχῶν γε θεὸς καὶ Ἐριννύες εἰσὶν, Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. καὶ ὁ Ἀντίνοος ἀπειλησάμενος ἔπαυσε τέως τὴν ὀργήν. Ἰστέον δὲ ὅτι τὸ, (ῃερς. 446.) τίς δαίμων τόδε πῆμα προσήγαγε δαιτὸς ἀνίην, λύπην δηλοῖ ἐπὶ κακῷ δαιτυμόνι. Τὸ δὲ ἀνίη δαιτὸς, εἴληπται ἀπὸ τοῦ, πτωχὸν ἀνιηρὸν, ὃ πρὸ ὀλίγων κεῖται. (ῃερς. 447.) Τὸ δὲ, στῆθι ἐς μέσον, ἐπίτηδες Ἀντίνοος ἐθέλει, ὡς ἂν ἐκ διαστήματος ἀξιόλογος γένηται ἡ κατὰ τοῦ Ὀδυσσέως βολή. (ῃερς. 448.) Ἐν δὲ τῷ, πικρὴν Αἴγυπτον καὶ Κύπρον, ὅρα μή ποτε ἡ παλαιὰ παρατήρησις διαπίπτῃ, ὡς θηλυκῶς ἐνταῦθα τῆς Αἰγύπτου λεχθείσης, ἵνα μὴ κατὰ τοὺς ἀφερεπόνως σημειωσαμένους ἀρσενικῶς μόνον εἰδείη ὁ ποιητὴς Αἴγυπτον τὸν Νεῖλον, ἀλλὰ καὶ χώραν ὁμωνύμως ἢ καὶ πόλιν. καὶ ἔχει λόγον τοῦτο οὐχήκιστα, ἵνα δύο στίχων ἐφεξῆς κειμένων, ἐν οἷς ὁ μὲν ἔχει τὸ, Αἴγυπτόνδε ἰέναι δολιχὴν ὁδὸν, ὁ δὲ τὸ, στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας, Αἴγυπτος μὲν ἁπλῶς ἡ χώρα ἢ καὶ ἡ πόλις εἴη, ὁ δὲ μετὰ προσθήκης Αἴγυπτος ποταμὸς τὸν Νεῖλον δηλοῖ. Αὐτὸ δὲ τὸ, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ ἴδηαι θυμικῶς ῥηθὲν, οὐκ εὐδιανόητον μὲν ἁπλῶς οὕτως ἐστὶ, δηλοῖ δὲ, ὡς ἐπὶ κακῷ τοῦ ξένου ἔσται τὸ περὶ Αἰγύπτου καὶ Κύπρου ἀφηγεῖσθαι, ὡς ἵκετο ἐκεῖ καὶ εἶδε τὰ ἐκεῖ. (ῃερς. 449.) Τὸ δὲ ὥς τις θαρσαλέος ἐσσὶ, ἀντὶ τοῦ λίαν θαρσαλέος· γραφῆναι γὰρ αὐτὸ διὰ μικροῦ ˉο ἀσύνηθες τοῖς Ὁμηρικῶς λαμβάνουσιν ἐπὶ ἀορίστων τὸ ὅς τις. (ῃερς. 450.) Τὸ δὲ πάντεσσι παρίστασαι, ματαία αἰτίασις, ὁποῖα τὰ τοῦ θυμοῦ. τί γὰρ ἂν ἄλλο καὶ ποιήσῃ ὁ πτωχεύων; Τὸ δὲ, οἱ δὲ διδοῦσι μαψιδίως, εὐλογοφανὴς δῆθεν μέμψις αἰτιωμένη τὸ μάτην δαπανᾶν. (ῃερς. 451.) Τὸ δὲ, ἐπεὶ οὔ τις ἐπίσχεσις, ὀνειδισμός ἐστιν, ὡς μὴ φειδομένων τῶν μνηστήρων ἐπὶ τοῖς ἀλλοτρίοις. τούτῳ δ' ἀκόλουθον καὶ τὸ, οὐδ' ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἤγουν οὐδεμία φειδὼ δωρεῖσθαι τὰ ἀλλότρια, ὅ περ αὐτὸς μὴ ποιῶν ἀγαθόν τι δῆθεν ποιεῖν ἔοικε. πρὸς ὃ καλῶς ἀκούει ὡς ἐκ περιτροπῆς καὶ στροφῆς τοῦ τοιούτου ἐπιχειρήματος τὸ, οὐ σύ γ' ἂν ἐξ οἴκου δοίης τι, ὃς ἐκ τῶν ἀλλοτρίων οὐδὲν δίδως. (ῃερς. 452.) Τὸ δὲ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, φθόνον ἔχει καὶ φειδωλίαν ὕπουλον, ὡς οἷα μεμφομένου τοῦ Ἀντινόου, εἰ πολλὰ ἑκάστῳ πάρεισιν. οἱονεὶ γάρ, φησιν, ὡς εἴ περ ὀλίγα παρέκειντο, οὐκ ἂν διεδίδοντο. (ῃερς. 454.) Τὸ δὲ, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν, λέγοιτο μὲν ἂν πρὸς πάντα λαμπρὸν μὲν ἰδεῖν, μεμπτὸν δὲ φρονεῖν. ἐναντιοῦται δὲ πρὸς τὸ, οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν εἶναι, ἀλλ' ὁ ἄριστος, ὅ περ εἶπεν Ὀδυσσεὺς ῥητορικῶς, ὅτε μή πω δεδοκίμακε τὸν Ἀντίνοον, οὐκ εἰπὼν ὅτι ἄριστος εἶ, ἀλλ' ἐνδοιαστικῶς, ὅτι δοκεῖς μοι τοιοῦτος. μέρος δὲ ἀφροσύνης ἐν αὐτῷ καὶ τὸ ἀναιδῆ προΐκτην τὸν ξένον εἰπεῖν, ὡς πᾶσι παριστάμενον καὶ αἰτοῦντα, ὅ περ ἄλλως ἡ περίφρων Πηνελόπη κρίνει, ἐν οἷς ἐρεῖ, ὅτι κακὸν αἰδοῖος ἀλήτης, ὡς τοιούτου τοῦ Ὀδυσσέως φαινομένου αὐτῇ. οὕτως ἐναντίαις δόξαις οἱ ἄνθρωποι ἐν πολλοῖς μεριζόμεθα. (ῃερς. 455.) Ἐπιστάτην δὲ τὸν ἐπαίτην λέγει νῦν παρὰ τὸ ἐφίστασθαι. οἱ δὲ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ παιδαγωγοῦ καὶ παιδοτρίβου οἴδασι τεθεῖσθαι. ὁ δὲ τοιοῦτος καὶ ἐπιτιμητὴς ἂν λεχθείη ποτὲ κατὰ τὸ, ὡς ὁὐπιτιμητής γε τῶν ἔργων βαρύς. καὶ γυμνασίου δέ, φασιν, ἐπιστάτης ὁ ἐπιμελητής. ἐνταῦθα δὲ μνηστέον τοῦ γραμματικοῦ Ἀριστοφάνους, εἰπόντος οὕτω ῥητῶς· ἐπιστάτης ἐπὶ μόνου τοῦ χυτρόποδος δοκεῖ τοῖς πολλοῖς τάττεσθαι καὶ τοῦ μεταιτητοῦ, ὡς παρ' Ὁμήρῳ. ἀγνοοῦσι δὲ ὅτι καὶ ὁ παιδοτρίβης οὕτω καλεῖται. τὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων καθηγητῶν τάττειν οὔ φημι πάντως τὴν χρῆσιν δεικνύναι. προσενθυμητέον δὲ καὶ Τηλέφου τοῦ, ὡς ἱστορεῖται, Περγαμηνοῦ, ὅτι κατὰ τὴν ἐκείνου παράδοσιν νομική τις ἦν λέξις ἢ τεχνικὴ ἐν τοῖς μεθ' Ὅμηρον ὁ ἐπιστάτης. γίνεται γάρ, φησιν, ἐπιστάτης Ἀθήνῃσιν ἐκ τῶν πρυτανέων εἷς, ὃς ἐπιστατεῖ νύκτα καὶ ἡμέραν μίαν, καὶ πλείω χρόνον οὐκ ἔξεστιν οὐδὲ δὶς τὸν αὐτὸν γενέσθαι, τάς τε κλεῖς, ἐν οἷς τὰ χρήματά εἰσι, φυλάττει καὶ τὰ γράμματα τῆς πόλεως καὶ τὴν δημοσίαν σφραγῖδα. κληροῖ δὲ καὶ προέδρους ἐξ ἑκάστης φυλῆς ἕνα, πλὴν τῆς πρυτανευούσης, καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα. καὶ τοιαῦτα μὲν ταῦτα. ἕτεροι δὲ ἐπιστάτην φασὶ ξύλινόν τι πολλοὺς παττάλους ἔχον, ἐξ οὗ οἱ μάγειροι ἀπεκρέμων, φασὶ, τὰ κρέατα καὶ τὰ ἐργαλεῖα. ἄλλοι δὲ ἐπιστάτην οἴδασί τινα πήλινον πλαττόμενον παρὰ ταῖς ἐσχάραις, ὥς περ παρὰ ταῖς καμίνοις Ἡφαίστους πλάττουσι. τινὲς δὲ λέγουσι καὶ ἐπίστατόν τι, ὡς δηλοῖ ὁ εἰπὼν, ὅτι ἐπίστατος ὁ καὶ πυρίστατος καλούμενος, ὃν δηλαδὴ πυροστάτην οἱ ἀγροικότεροι λέγουσι. Καλλίστρατος δὲ τὸν ἐσχάρᾳ ἐπιτεθειμένον οὕτω λέγει. (ῃερς. 455.) Τὸ δὲ, οὐδ' ἅλα δοίης, ἀντὶ τοῦ, οὐδὲ τὸ ἅλας τὸ ἐπὶ ξενίᾳ διδόμενον, ἵνα λέγῃ παροιμιωδῶς, ὅτι οὐδὲ τὸ εὐτελέστατον ἂν δοίης. Ὅτι δὲ τὸν ξένιον ἅλα θεῖον ὁ ποιητὴς οἶδεν, ἐδήλωσεν ἐν ταῖς λιταῖς, ἔνθα ἐγράφη καί τινα συντεθειμένα ἐκ τοῦ ἁλός. νῦν δὲ μνηστέον καὶ ὅτι, καθὰ κρέας ἁλίπαστον καὶ ἰχθὺς, οὕτω καὶ χωρίον ἁλίπαστον. αὐτὸ μέντοι ἐξ ἐπιβουλῆς ποτὲ πρὸς τὸ μὴ φύειν καρπόν. ὅθεν, φασὶ, καὶ οἱ δεινῶς δυσθεράπευτοι τὰ σώματα ἁλίσπαρτοι κωμικώτερον ἐκαλοῦντο. λέγουσι δέ τινες παρὰ τὸν ἅλα καὶ νεαλὲς τὸ ἁλσὶ νεωστὶ πεπασμένον. οἱ δέ γε περὶ προσφάτου καὶ νεαροῦ καὶ νεαλοῦς γράψαντες καὶ ἑτεροῖόν τι τὸ νεαλὲς οἴδασι, πρόσφατον μὲν κρέας φάμενοι, παρὰ τὸ φάσαι ἤγουν φονεῦσαι, ὅθεν καὶ φάσγανον. νεαρὸν δὲ ὕδωρ, τοῦ ἀρύειν ἐγκειμένου τῇ λέξει· νεαλὲς δὲ, τὸ νεωστὶ ἑαλωκός. μνηστέον δ' ἐνταῦθα καὶ ἀνδραπόδων ἁλωνήτων, ἅ περ ἁλὸς ὠνοῦντο τινὲς, οἳ ὡς εἰκὸς κατὰ τὸν ποιητὴν οὐκ ἤδεισαν θάλασσαν, καὶ διατοῦτο πολλοῦ ἠξίουν τὸν ἅλα, ὡς καὶ τὸ τιμιώτατον τὸν ἄνθρωπον ἅλμης οὕτω πεπηγυίας ἀντιδιδόναι. καὶ τοιοῦτον μὲν τὸ, οὐδ' ἅλα δοίης, ὡς γράφει Ἀρίσταρχος. Καλλίστρατος δὲ οὔδαλα ψιλῶς, φασὶν, ἐκδέχεται καὶ προπαροξυτόνως ἀντὶ τοῦ κόπρια, ἢ ἄλλως λύματα, παρὰ τὸν οὐδὸν ἤτοι τὸν βατῆρα κείμενα. πρόσκειται δὲ τὸ ψιλῶς ἐν τῷ λόγῳ τῶν παλαιῶν, διότι καὶ τὸ οὔδαλα ἐπνευμάτιζε τὸ φωνῆεν ἐν τῇ παραληγούσῃ διὰ ψιλῆς, οὐ μὴν διὰ δασείας, ἥ πέρ ἐστιν ἐν τῷ, οὐδ' ἅλα δοίης, διὰ τοὺς δασυνομένους ἅλας. λεχθείη δ' ἂν ὁ ὡς ἐῤῥέθη τῷ ἐπαιτοῦντι, μηδὲ ἅλα διδοὺς, οὐ μόνον φειδωλὸς καὶ κίμβιξ καὶ γλίσχρος καὶ τὸ κύμινον πρίων καὶ συνθέτως κυμινοπρίστης, ἔτι δὲ καὶ λιμὸς, καὶ εἴ τι τοιοῦτον, ἀλλὰ καὶ Μυκόνιος ἀνὴρ παροιμιακῶς. δοκοῦσι γὰρ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν ἔχειν νῆσον τὴν Μύκονον γλίσχροι καὶ πλεονέκται εἶναι. Κρατῖνος οὖν, ὥς φησιν Ἀθήναιος, τὸν γλίσχρον Ἰσχόμαχον Μυκόνιον εἶπεν. ἐνταῦθα δὲ χρήσιμα ἐκ τῶν παλαιῶν καὶ τὸ, κίμβιξ ὁ ῥυπαρὸς ἀπὸ κιβδήλου, φασὶ, χρυσίου καὶ ἀργυρίου. καὶ λιμοκίμβιξ δὲ ὁ αὐτὸς, καὶ κυμινοκίμβιξ διὰ σμικρότητα, καὶ ῥυποκόνδυλος, καὶ συκοτραγίδης παρὰ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ, διὰ τὸ εὐτελές, φασι, τοῦ βρώματος, καὶ γλίσχρος, διὰ τὸ γλίχεσθαι πολλῶν, καὶ φειδὸς ἤγουν φειδωλὸς, διὰ τὸ φείδεσθαι πολλῶν, καὶ τρυσίβιος παρὰ τῷ κωμικῷ καὶ θυμβρεπίδειπνος, ὧν ὁ μὲν δηλοῖ τὸν τρύοντα ἤτοι κακοπαθοῦντα περὶ βίον, ὁ δὲ τὸν εὐτελῶς δειπνοῦντα ὡς θύμβροις ἀρκεῖσθαι, ἅ περ ἴσως ἡ χυδαία γλῶσσα θρύμβους λέγει. τοιούτου δὲ σκώμματος καὶ ὁ μυσάλμης, γενόμενός, φασιν, ἐκ τοῦ μυστιλᾶσθαι ἅλμην, ἤγουν ἐκ τῶν εὐτελεστάτων ζῆν. ἦν γάρ, φησι, σκεύασμά τι εὐτελὲς, ὃ θαλασσίαν ἅλμην ἐκάλουν. αὐτὸ δὲ κατὰ τοὺς παλαιοὺς δύναται δηλοῦν καὶ τὸ ἐπιπόνως βιοῦν. παροιμίαν γάρ, φασι, τὴν, μῦς ἐν πίσσῃ, ἔνιοι μῦς ἐν ἅλμῃ μεταγράφουσι. (ῃερς. 457.) Τὸ δὲ ἀποπροελὼν ταυτόν ἐστι τῷ ἀποπροταμὼν, ὃ ἀλλαχοῦ κεῖται. Τὸ δὲ, τὰ δὲ πολλὰ πάρεστι, σαφέστερον μέν ἐστι τοῦ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. περιτρέπεται δὲ καὶ αὐτὸ κατὰ τοῦ Ἀντινόου. ὁ μὲν γὰρ φειδοῦς ἢ φθόνου λόγῳ ἔφη τὸ, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ, Ὀδυσσεὺς δὲ δι' αὐτό φησι τοῦτο τὸ πολλὰ παρεῖναιχρὴ σίτου ἀποπροταμόντα δοῦναι. (ῃερς.

Intertext edge

Open linked passage

Note