Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
425.1.1
) ἐν δὲ τῷ τόπῳ τούτῳ καὶ ληϊστῆρας πολυπλάγκτους λέγει συνήθως τοὺς κατὰ θάλασσαν πειρατὰς, ἐπεὶ μὴ ἔστιν αὐτοῖς εἷς σκοπὸς τοῦ πλοῦ. (ῃερς. 427.) λέγει δὲ καὶ τὸν Νεῖλον Αἴγυπτον ποταμὸν, ὡς καὶ πρὸ τούτων, (ῃερς. 432.) καὶ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς διὰ τὴν κατ' Αἴγυπτον πιότητα τῆς γῆς. (ῃερς. 443.) εἰ δὲ Κινύρας ἐν Ἰλιάδι Κύπρου ἦν βασιλεὺς, ἀλλ' ἐκείνου μηκέτ' ὄντος ὁ ῥηθεὶς Δμήτωρ βασιλεῦσαι δοκεῖ. (ῃερς. 441.) Ἐν δὲ τούτοις κεῖται καὶ ἡ ἀνάγκη ἐπὶ βίας ἐν τῷ, ἐργάζεσθαι ἀνάγκῃ, ἤγουν βιαίως· ὅθεν καὶ μῦθος ἀναγκαῖος πρὸ βραχέων ὁ ἀναγκαστικός. (ῃερς. 446.) Ὅτι αὐξάνων ὁ ποιητὴς τὴν κατὰ τὸν Ἀντίνοον περιπέτειαν, ἵνα πάνυ φανεὶς θρασὺς καὶ βίαιος ἀξίαν ὕστερον τίσῃ δίκην, καὶ μὴ μάτην Ὀδυσσεὺς κατ' αὐτοῦ πρώτου τοξάσηται, ἀλλ' ὡς ἀξίου ὄντος πρὸ τῶν ἄλλων πεσεῖν, πλάττει ἐκεῖνον ἐφ' οἷς οὐδέν τι φορτικὸν εἶπεν Ὀδυσσεὺς, ἀλλ' ἢ μόνον ὅτι ὄλβιός ποτε ὢν καὶ φιλόξενος, εἶτα ὕστερον ἀθλίως πέπραγε καὶ ἐξ Αἰγύπτου αἰχμάλωτος ἀπαχθεὶς, ἀπεδόθη ἐς Κύπρον, κἀκεῖθεν τόδε ἵκει, ἤγουν ἐνταῦθα καὶ κατὰ τόδε τὸ δῶμα, ὡς καὶ ἀλλαχοῦ ἐγράφη. ἐπὶ τοίνυν τούτοις πλάττει ἐκεῖνον λέγοντα οὕτω· τίς δαίμων τόδεπῆμα προσήγαγε δαιτὸς ἀνίην; στῆθ' οὕτως ἐς μέσον ἐμῆς ἀπάνευθε τραπέζης, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι ἢ καὶ ἴδηαι· ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως· ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. καὶ οὕτω μὲν ὁ Ἀντίνοος. (ῃερς. 453.) Ὀδυσσεὺς δὲ ἀναχωρήσας, ἤγουν ἀνὰ πόδα χωρήσας, ἔφη· (ῃερς. 454.) ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν· οὐ σύ γ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος, οὔ τί μοι ἔτλης σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν. (ῃερς. 458.) ἐπὶ τούτοις χολώσατο κηρόθι μᾶλλον Ἀντίνοος, καί μιν ὑπόδρα ἰδὼν ἔφη· (ῃερς. 460.) νῦν δή σε οὐκέτι καλὰ, ἤγουν καλῶς, δι' ἐκ μεγάροιό γ' ὀΐω ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. ὣς ἂρ ἔφη. (ῃερς. 462.) καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, πρυμνότατον κατὰ νῶτον· ὁ δ' ἐστάθη ἠΰτε πέτρη ἔμπεδον, οὐδ' ἄρα μιν σφῆλε βέλος Ἀντινόοιο· ἀλλ' ἀκέων κίνησε κάρη βυσσοδομεύων· ἂψ δ' ἐπ' οὐδὸν ἰὼν κατ' ἂρ ἕζετο, κὰδ δ' ἄρα πήρην θῆκεν ἐϋπλείην. καὶ εἰπὼν τοῖς μνηστῆρσι, (ῃερς. 468.) κέκλυτέ μευ ὄφρ' εἴπω, καὶ ἑξῆς, ἐπάγει· (ῃερς.

Intertext edge

Open linked passage

Note